1.248 δημιουργικὸν ὑποβεβηκότα· εἰ οὖν ταῦτα ἀληθῆ͵ δῆλον ὡς ἡ ὁμοειδὴς πρεσβυτέρα ἐστὶ τῆς ἀνομοειδοῦς. Ἀλλὰ καθόλου͵ φαίη τις ἄν͵ ἡ πρόοδος ἔκστασίς ἐστιν ἀπὸ τοῦ παράγοντος͵ πᾶσα δὲ ἔκστασις εἰς τὸ ἀνομοειδὲς ὑποφέρει τὸ γεννώμενον. Τοῦτο μὲν τὸ ἀνομοειδὲς ἐκεῖνό ἐστιν ὃ σύνεστι τῷ ὁμοειδεῖ͵ καὶ ἴσως τοῦτο συγχωρήσει τις εἶναι πρεσβύτερον. Οὐ μὴν οὐδὲ τοῦτο ἀληθές· καὶ γὰρ καὶ πρὸ τούτου εἶναι τὸ ὁμοειδὲς ἀναγκαῖον͵ ᾧ σύνεστι τὸ ἀνομοειδές· ἕκαστον γὰρ μένον πρόεισι͵ τὸ δὲ μένειν ἐν τῷ αἰτίῳ τὴν πρὸς ἐκεῖνο ποιεῖ ὁμοιότητα καὶ ταυτότητα. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἀνήχθω τοῦ λόγου. Τὰ δὲ ἐπέκεινα τῶν ἀπορημάτων ἑξῆς ἀνασκεψώμεθα. Περὶ μὲν γὰρ τῆς ἀνομοειδοῦς τε καὶ ὁμοειδοῦς προόδου͵ ἣν ἔχουσι διαφοράν͵ εἴρηται πρότερον͵ καὶ οὐ χρὴ συγχεῖν τὰς προόδους͵ ἐπειδὴ ἑκατέρα ἔχει τι τῆς ἑτέρας. Περὶ δὲ τοῦ ἡνωμένου ῥητέον εἰ δεκτικόν ἐστι προόδου τινός͵ καὶ ταύτης ὁποίας. Ὅτι μὲν γὰρ νοερὰ πρόοδός ἐστι͵ καὶ πολλοὶ νόες προέρχονται ἀπὸ τοῦ ἑνὸς νοῦ͵ δώσει τις εἰκότως. Οὐ μέντοι͵ ἀλλ΄ ἡμῖν καὶ τοῦτο ζητητέον͵ εἰ καὶ νόες πολλοί εἰσιν͵ εἰ καὶ ψυχαὶ πολλαί. Μήποτε γὰρ οἱ δεικνύντες λόγοι πρὸ τοῦ ἑτεροκινήτου δεῖν εἶναι τὸ αὐτοκίνητον͵ καὶ πρὸ τοῦ αὐτοκινήτου τὸ ἀκίνητον͵ ἀναγκάζουσιν ἡμᾶς ὑποθέσθαι νοῦν ἕνα πρὸ τῆς ψυχῆς͵ καὶ μίαν ψυχὴν πάντα ψυχοῦσαν μετὰ τὸν ἕνα νοῦν τεταγμένην. Εἰ δὲ καὶ πρὸ τοῦ νοῦ τὴν ζωὴν ὁ λόγος ἀποδείκνυσιν εἶναι͵ καὶ πρὸ ζωῆς τὴν οὐσίαν͵ πάλιν ἀναγκάζει μίαν οὐσίαν καὶ μίαν ζωὴν προτετάχθαι τοῦ ἑνὸς νοῦ. Τὰ δὲ αὐτὰ καὶ περὶ μιᾶς ἑνάδος εἴποι τις ἂν προτιθεμένης τῆς μιᾶς οὐσίας. Πόθεν οὖν δῆλον ὅτι πολλοὶ θεοὶ καὶ πολλαὶ οὐσίαι καὶ πολλαὶ ζωαὶ καὶ πολλοὶ νόες καὶ πολλαὶ ψυχαὶ μετὰ τὰς οἰκείας μονάδας ἕκαστοι ἀριθμοὶ προϊόντες; ἢ ἕνα μὲν ἀποδείξεως τρόπον͵ περὶ ὃν ὁ παρὼν διατρίβει λόγος͵ ἀπὸ τῶν εἴσω πολλῶν γονίμων ὄντων͵ καὶ τούτων προϊόντων͵ τῶν ἐκτὸς ἤδη πληθυομένων κατὰ τὴν ἀνομοειδῆ πρόοδον͵ ἢ τὴν ὁμοειδῆ͵ καθάπερ διῄρηται πρότερον κατὰ βάθος ἢ πλάτος. Ἓν γὰρ καὶ πολλὰ τὸ αἴτιον ὂν γεννήσει κατὰ τὸ ἓν καὶ κατὰ πολλά͵ καὶ ἔτι κατὰ τὸ συναμφότερον ἓν ὁμοῦ καὶ πολλά· ἑνὸς μὲν ἕκαστον εἰδοποιοῦντος κατὰ τὴν ἐπικράτειαν͵ ἓν ὄντων δὲ
1.249 ὅμως καὶ τῶν πολλῶν ἐν τῷ ἑνὶ τούτῳ. Οὕτω γὰρ ἀπὸ τοῦ ἁπλῶς νοῦ ὁ συνοχικὸς πρόεισι͵ καὶ ἀπὸ τούτου ὁ τιτανικός͵ καὶ ἔτι ἀπὸ τούτου ὁ δημιουργικός. Ἐν μὲν δὴ τῷ ἁπλῶς νῷ πᾶς ἐστιν͵ ἕκαστον δὲ εἰδοποιεῖ τι τῶν ἐν ἐκείνῳ πολλῶν͵ οἷον τὸ συνοχικὸν εἶδος͵ ἢ τιτανικὸν ἢ δημιουργικόν. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν μερικωτέρων πολλῶν· ἀπὸ γὰρ τοῦ δημιουργικοῦ ὁ ἀπολλωνιακὸς καὶ ὁ ἀρεϊκὸς καὶ ὁ ἀθηναϊκός· καὶ ἔτι μερικώτερον καθ΄ ἕκαστον εἶδος εἰ κρατοῖ γεννᾶσθαί τινα νοῦν ὅλον ἐφ΄ ἑαυτοῦ ἑστῶτα͵ κατὰ τοῦτο τὸ εἶδος εἰδοποιουμένων͵ οἷον͵ εἰ τύχοι͵ κατὰ τὸν ἄνθρωπον καὶ τὸν ἵππον· ἀνάγκη γὰρ οὕτως ἀπὸ τοῦ εἴσω τῶν εἰδῶν πλήθους παράγεσθαι νόων πλῆθος ἔξω. Δῆλον δὲ ὅτι καὶ ἀπὸ τῶν μερῶν κατὰ τὰ μέρη πολλαὶ ἔξω μερῶν ὑποστάσεις. Εἰ δὲ τὸ ὅλον καὶ μέρη ζωή ἐστιν ἡ πρώτη στᾶσα κατὰ τὸ διακρινόμενον͵ ὡς ἐν τοῖς πρόσθεν ἐλέγομεν͵ δῆλον ὡς αἱ ὑποστάσεις ἐκεῖναι ζωαί τινές εἰσιν ὁλόκληροι κατὰ τὸ εἴσω τῶν μερῶν πλῆθος ὑποστᾶσαι καὶ μερῶν ἐπέχουσαι τάξιν πρός τε ἀλλήλας καὶ πρὸς τὴν παραγαγοῦσαν αἰτίαν. Πῶς οὖν ὅλαι; πῶς δὲ ἡ ὁλότης ὅλων αἰτία; μερῶν γὰρ ἡ ὁλότης γεννητική͵ ἀλλ΄ οὐχ ὅλων· πῶς δὲ αὐτοτελεῖς αἱ μερῶν τάξεις εἰδοποιούμεναι τῶν οὐκ αὐτοτελῶν; ἤ͵ ὡς μὲν ζωαί τινες͵ οὔπω περιγεγραμμέναι εἰσίν· νοῦ γὰρ ἴδιον τὸ τοιοῦτον καὶ τῶν διακεκριμένων ἁπάντων· αἱ δὲ ἐν τῷ διακρίνεσθαι τὸ εἶναι ἔχουσιν͵ ὥστε ὑπὲρ τὸ αὐτοτελὲς ἐκεῖνο τὸ νοερὸν ὑφεστᾶσιν͵ ἄλλον τρόπον αὐτοτελὲς ὂν ἡ πρώτη ζωὴ κατὰ τὸ ὅλον καὶ τὰ μέρη͵ καί͵ ὡς ἓν εἰπεῖν͵ κατὰ τὸ διακρίνεσθαι ὑφεστῶσα. Οὕτως οὖν καὶ ὅλαι· ἀπὸ γὰρ ὅλης τῆς οὕτως ὅλης αἰτίας καὶ μερῶν ἐπέχουσι τάξιν͵ ὅτι κατὰ τὴν τῶν μερῶν προεληλύθασι φύσιν͵ καὶ οἷον ἀριθμός εἰσιν τῆς ἐν τῷ διακρίνεσθαι ὁρωμένης͵ ὥσπερ μονάδες οὐκ ἐν τῷ διωρίσθαι͵ ἀλλ΄ ἐν τῷ διορίζεσθαι τὸ εἶναι ἔσχον· ἐπεὶ καὶ τὸ πρῶτον μικτὸν παράγει τὰ πολλὰ μεθ΄ ἑαυτὸ μικτά͵ τὸ στοιχειωτὸν λέγω τὰ στοιχειωτὰ κατὰ τὸ περιεχόμενον ἐν αὐτῷ τῶν στοιχείων πλῆθος͵ ὡς εἴρηται πολλάκις. Καὶ ἔστιν ταῦτα αἱ πολλαὶ οὐσίαι μετὰ τὴν μίαν͵ καὶ ἀπὸ τῆς μιᾶς προελθοῦσαι͵ οἷόν τις οὕτως ἄλλος ἀριθμὸς ἀπὸ τῆς οἷον μονάδος προϊὼν ἡνωμένος ἀπὸ ἡνωμένης͵ καὶ οὐσία ἀπὸ οὐσίας͵ στοιχείων ἐπέχουσα τάξιν͵ πρός τε ἀλλήλας καὶ πρὸς τὴν γεννῶσαν αἰτίαν διὰ τὴν πολλὴν ἕνωσιν συγκράσεως αὐτοτελεῖς
1.250 οὖσαι͵ ἄλλον τινὰ τρόπον τὸν ἀπερίγραφον καὶ συγκίρνασθαι πρὸς ἕνωσιν ἐφιέμενον. Τοιαῦτα γὰρ ἦν τὰ στοιχεῖα͵ ὧν κατὰ τὸ πλῆθος ἡ πρόοδος ἐγένετο τῶν πολλῶν οὐσιῶν· ὡς γὰρ τὰ ἔξω πλήθη γεννᾶται ἀπὸ τῶν εἴσω͵ οὕτω καὶ εἰδοποιεῖται κατὰ τὴν ἐκείνων φύσιν. Καὶ αἱ μὲν οὐσίαι τῇ συγκράσει χαίρουσι καὶ εἰς τὸ ἀδιάκριτον σχεδὸν ἀναφεύγουσιν͵ αἱ δὲ ζωαὶ διακρίνονται τοσοῦτον ὅσον τὰ μέρη ἀπό τε τοῦ ὅλου καὶ ἀλλήλων. Οἱ δὲ νόες πρῶτοι περιεγράφησαν ἀπ΄ ἀλλήλων τε καὶ τοῦ ὅλου͵ ἅτε διακεκριμένην ὑπόστασιν ποιησάμενοι κατὰ τὴν οἰκείαν περιγραφήν.
Τὸ δὲ οὖν ἐκ πάντων συναγόμενον καὶ περὶ πάντων λεγόμενον ἐκεῖνό ἐστιν͵ ὅτι ὅπου πλῆθος ὁποιονοῦν εἴσω περιέχεται τοῦ οἰκείου ἑνὸς ἐκείνου͵ καὶ ἔξω γεννᾶται πλῆθος οἰκεῖον͵ οἷον ἀριθμός τις ἀπὸ τῆς οἰκείας μονάδος ἐκφυόμενος· δεῖ γὰρ εἶναι πανταχοῦ τὸ ἓν γόνιμον͵ ἓν δὲ ὂν καὶ πολλὰ περιέχον ἑνός τε εἶναι καὶ πολλῶν γεννητικόν. Ἆρα οὖν τὰ πολλὰ ἁπλῶς οὐχὶ τὰ πολλὰ εἴδη͵ οὐδὲ τὰ πολλὰ μέρη͵ οὐδὲ τὰ πολλὰ στοιχεῖα͵ ἀλλ΄ αὐτὰ ἅπερ ἐστὶ πολλὰ μόνον καὶ πολλὰ ἁπλῶς͵ ἃ πρεσβύτερα ἀπεδείκνυμεν πρότερον τῶν ἄλλων πολλῶν; Ἆρα οὖν καὶ ἐκεῖνα ποιεῖν τὸ ἔξω πλῆθος ἀνάλογον ἑαυτοῖς; εἰ δὲ ἐν τῷ νοητῷ ἐκεῖνα͵ καὶ τοῦ νοητοῦ ἔσται τις πρόοδος; τοῦτο δὲ ἦν ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν͵ εἰ διακρίνεται τὸ ἡνωμένον εἰς τὴν ἀφ΄ ἑαυτοῦ πρόοδον͵ καὶ τίς ἂν εἴη διάκρισις τοῦ κατὰ ἕνωσιν πᾶσαν τὸ εἶναι λαχόντος. Οὐ γὰρ πολλὰ τὰ ἐν αὐτῷ οὕτως ὡς ὁπωσδήποτε διαφέροντα ἀλλήλων· οὔπω γὰρ ἑτερότης ἐν ἐκείνοις͵ οὐδὲ διαφορά τις͵ οὐδὲ ὁστισοῦν διορισμός. Δηλοῖ δὲ καὶ ὁ Παρμενίδης ὁμοιομερῆ τὴν δοκοῦσαν διαίρεσιν ποιησάμενος καὶ τὴν ἑτερότητα τὴν πρώτην κατωτέρω παραγαγών͵ καὶ τὸν ἀριθμὸν τὸν πρῶτον μετὰ τῆς ἑτερότητος ταύτης καὶ διὰ ταύτης ὑποστησάμενος. Εἰκότως· ὅπου γὰρ ἑτερότης͵ ἐκεῖ διορισμός͵ ὅπου δὲ οὗτος͵ οὐχὶ ὁ εἰδητικός· οὐδὲ γὰρ ὁ διορισμὸς εἰδητικός͵ οὐδὲ ἡ ἑτερότης͵ οἵα ἡ ἀντικειμένη ταυτότητι. Ἀμέλει οὐδέ ἐστιν ἐκεῖ σὺν αὐτῇ ταυτότης͵ ἀλλ΄ οὐδὲ ᾗ τὰ μέρη ἀλλήλων ἕτερα γέγονεν͵ ἀλλ΄ ᾗ τὰ στοιχεῖα διέφυ καὶ ὁπωσοῦν͵ καὶ γέγονε πολλὰ οὐχ ἁπλῶς͵ ἀλλὰ τοιάδε οἷον πολλὰ παιδεύοντα πρὸς τὴν