1.251 ἀλλήλων σύγκρασιν· τὸ δὲ τοιόνδε διαφορά τις· ὅθεν κατὰ τὴν διαφορὰν τῶν στοιχείων τὴν εἴσω συγκεκραμένην ἡ ἔξω διέστη τῶν πολλῶν οὐσιῶν γεννηθεῖσα πρόοδος͵ εἰ καὶ πόθῳ τῆς ἀρχαίας φύσεως καὶ αἱ πολλαὶ προελθοῦσαι οὐσίαι σπεύδουσι πρὸς τὴν ἀλλήλων ὁμογενῆ σύγκρασιν. Τὰ δὲ πολλὰ ἐκεῖνα πάντη ἦν ἀδιάφορα͵ καὶ ἄποια͵ καὶ διὰ τοῦτο πάντη ἡνωμένα͵ καὶ ὡς φύσις εὔπορος μία͵ οὕτω πολλὰ λεγομένη. Διὸ καὶ ἄπειρον πλῆθος ἐκεῖνα· οὐδὲν γὰρ ἐν αὐτῷ πέρας οὔτε τοσόνδε· ἀνάριθμον γὰρ καὶ ἄποσον· οὔτε τὸ τοιόνδε· ἀδιάφορον γὰρ καὶ ἄποιον· οὐδὲ ὅλως διεκρίθη ἐκεῖ ποσὸν καὶ ποιόν· ἡνωμένη γὰρ ἡ ἁπλότης ἐκείνη͵ ἥγε οὐδὲ σχίσιν ἑνὸς καὶ ὄντος ὑπέμεινεν. Ὅθεν ἐν δίκῃ τις ἂν ὑπονοήσειεν ἐκεῖνο τὸ πλῆθος εἴσω μένειν ἐν τῷ νοητῷ καὶ οὐδαμῆ προϊέναι εἰς τὴν τοῦ ἔξω πλήθους ὑπόστασιν. Οἰκεία μὲν οὖν πρόοδος οὐκ ἂν εἴη ἐκείνου· ἐπειδὴ δὲ ὅλως πολλά͵ πάντα ἐκεῖθεν γεννᾶται μέχρι τῶν ἀτόμων͵ ἐπεὶ καὶ ἡ τῶν ἀτόμων ἀπειρία ἐκεῖθεν͵ ὡς εἴρηται πρόσθεν͵ κατὰ τὴν πάμφορον μίαν ἀπειρόγονον τοῦ νοητοῦ δύναμιν· Πάντα γὰρ ἔνθεν ἄρχεται εἰς τὸ κάτω τινα σαγητάς͵ ἔνθεν ἀποθρώσκει γένεσις πολυποικίλου ὕλης ... καὶ ὅσα τοιαῦτα περὶ τῆς τάξεως ἐκείνης οἱ θεοὶ χρησμῳδοῦσιν. Ἀλλὰ καὶ Ὀρφεὺς τὸν πολυτίμητον τοῦτον θεὸν ἀνευφήμησε Μῆτιν σπέρμα φέροντα θεῶν͵ κλυτὸν Ἠρικεπαῖον.
1.252 Καὶ ἐξ αὐτοῦ ποιεῖ προϊοῦσαν ἅπασαν τὴν τῶν θεῶν γενεάν. Ὡς μὲν δὴ κατὰ πλάτος εἰπεῖν͵ ἐκεῖ πάντα προείληπται σποράδην͵ ὥς φησιν ὁ θεολόγος͵ κατὰ τὴν ἡνωμένην περίληψιν͵ ἣν σπέρμα πάντων ἐκάλεσε. Πάντα γὰρ ἦν καὶ τὸ ἡνωμένον ἀδιακρίτως͵ διὸ πάντα ἀπ΄ αὐτοῦ διεκρίθη. Καὶ τί θαυμαστὸν ὅτε γε καὶ τὸ ἁπλῶς ἓν πάντα προειλήφει κατὰ τὴν ἑνιαίαν αὐτοῦ παντελῆ ἁπλότητα· βάθος δὲ οὐκ ἦν ἐν τῷ ἑνί͵ ὅτι μηδὲ κατὰ πλάτος διάφορον πλῆθος· τῷ γὰρ πλάτει διαφόρου τὸ βάθος ἐν ταῖς προόδοις. Οὕτω δὴ καὶ τὸ ἡνωμένον πλῆθος ἀδιάφορόν ἐστι καὶ μόνον πλῆθος τῶν πολλῶν͵ ἑκάστου μὴ διαιρουμένου καθ΄ ἕνωσιν͵ οὐ κατὰ κρᾶσιν· αὕτη μὲν γὰρ ἦν τῶν διαφερόντων στοιχείων͵ ἡ δὲ ἕνωσις τῶν ἀδιαφόρων πολλῶν. Διόπερ αὕτη μὲν ἡμῖν ἐποίει τὸ ἡνωμένον͵ ἐκείνη δὲ τὸ στοιχειωτόν· διόπερ ἡ μὲν πρόοδος τοῦ στοιχειωτοῦ καὶ ἔξω προῆλθεν κατὰ τὰς διαφορὰς ὑποβᾶσα τῶν στοιχείων͵ ἡ δὲ τοῦ ἡνωμένου πᾶσα εἴσω ἔμεινεν͵ ἅτε καὶ τοῦ βάθους καὶ τοῦ πλάτους ἐν αὐτῷ διαφορὰν μὴ ἔχοντος εἰς τὴν ἔξω πρόοδον· διαφορᾶς γὰρ μὴ οὔσης͵ εἰς τὸ εἴσω πᾶν τε καὶ ὅλον συννεῦσαν ἔμεινεν· οὐκ ἔστι δὲ ταὐτὸν τὰ ἄλλα προϊέναι ἀπ΄ αὐτοῦ τινος καὶ αὐτὸ ἀφ΄ ἑαυτοῦ. Πάντα γοῦν τὰ ἔνυλα καὶ περικόσμια ἀπὸ τοῦ ὅλου πρόεισι δημιουργοῦ͵ καίτοι οὐ προῆλθεν αὐτὸς εἰς τὴν ὅλην͵ οὐδὲ εἰς τὴν περίκοσμον τάξιν τὴν μεριστήν. Οὕτως ἄρα καὶ ὁ νοητὸς θεὸς πάντας μὲν ἀφ΄ ἑαυτοῦ παρήγαγεν τοὺς θείους διακόσμους͵ αὐτὸς δὲ διέμεινεν ἐν τῇ ἑαυτοῦ ὡς ἀληθῶς ὑπερκόσμῳ περιωπῇ͵ τοσοῦτον μόνον εἰς αὐτοὺς προελθὼν ὅσον τὴν ἑαυτοῦ μονάδα βασιλείαν πάν των καταστήσασθαι· αὐτὸς οὖν ὅλος ἀμέριστος μείνας καὶ νοητὸς συνετάχθη πως τοῖς ἀπ΄ αὐτοῦ προρρέουσι κόσμοις· τῶν δὲ μετὰ αὐτὸν ἕκαστος ὁλικωτάτων θεῶν ἢ τριπλασιάζεται κατὰ τὴν πρόοδον͵ ἢ ἑπταπλασιάζεται͵ τῶν δὲ μερικωτέρων ἄλλοις μείζοσι καὶ ἄλλοις πολλαπλασιάζεται ἀριθμοῖς͵ αὐτὸς δὲ πάντων ἐστὶ τῶν προοδικῶν ἀριθμῶν μία μένουσα τῷ ὄντι μονάς͵ μᾶλλον δὲ μονὰς οὖσα͵ πασῶν τῶν μονάδων ὑπερέχουσα καὶ τοῦ μονοειδοῦς παντὸς
1.253 πλήθους καὶ πηγαίου φάναι͵ κατὰ τοὺς θεουργούς. Ὅθεν καὶ παρ΄ ἐκείνοις ἀνυμνεῖται πηγὴ τῶν πηγῶν. Ἀλλ΄ εἰ διάφορον πάντη τὸ ἡνωμένον καὶ ἀπρόοδον͵ διὰ τοῦτό πως ἔχομεν καὶ τὸ νοητὸν τριττῇ διελεῖν εἰς πρῶτον καὶ μέσον καὶ ἔσχατον͵ ἢ εἰς οὐσίαν καὶ ζωὴν καὶ νοῦν͵ ἢ εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν͵ ἢ ὅπως ἄλλως ἐθέλοι τις λέγειν. Εἰ δὲ καὶ τὰς τρεῖς τριάδας τὰς νοητὰς ἐν νῷ βαλοίμεθα͵ πολλαχῆ ἂν εἴη τὸ ἡνωμένον διῃρημένον͵ ἐπεὶ καὶ ὁ Πλάτων τρεῖς τάξεις ἡμῖν παραδέδωκε τοῦ νοητοῦ κατὰ τὸν Παρμενίδην͵ τὴν μὲν πρώτην καλέσας ἓν ὄν͵ τὴν δὲ μέσην ὅλον καὶ μέρη͵ τὴν δὲ τρίτην ἄπειρον πλῆθος. Καὶ ἡμεῖς δὲ ἐν τοῖς πρόσθεν ἐλέγομεν͵ ἐν τῷ διακρίτῳ τὸ μὲν ἀδιάκριτον εἶναι ὁμολογοῦντες. Οὐχὶ δὲ καὶ Ὀρφεὺς ἀπὸ τοῦ ὠοῦ παράγει καὶ τῆς νεφέλης ῥαγείσης τὸν πολυτίμητον Φάνητα͵ πρόοδον καὶ ἐκεῖνος ἐν τῷ νοητῷ ὑποστησάμενος; ῍Η ῥητέον πρὸς ταῦτα ἓν μὲν ὅτι ταῦτα ἀπὸ τῶν κάτω φέροντες ἀνάγομεν εἰς τὸ νοητόν͵ ἐνδείξασθαί τι περὶ ἐκείνου ἐφιέμενοι κατὰ τὴν τῶν γνωριμωτέρων ἀναλογίαν· τό τε γὰρ ἓν καὶ τὸ ὂν ἔξω τοῦ νοητοῦ διακρίνεται. Καὶ τὸ ὅλον καὶ τὰ μέρη σαφῶς ὁ Πλάτων ἐν μέσῳ τίθεται τῶν νοητῶν καὶ νοερῶν· καὶ τὸ ἄπειρον πλῆθος ἀποδιαιρεῖται͵ ὅπου καὶ διάκρισις ἐκφαίνεται. Καὶ τί θαυμαστὸν ὅτε καὶ περὶ τῶν μέσων διακόσμων ἀπὸ τῶν νοερῶν ἐνδείκνυσθαι προθυμούμεθα; πάντα γὰρ εἰδητικὰ νοοῦμεν͵ ἴσως δὲ καὶ ψυχικά. Οὐκ ἔστιν οὖν τὸ ἡνωμένον διῃρημένον͵ ὅ γε οὐδὲ διαιρούμενον· αὐτὸ γάρ ἐστι τὸ μόνως ἡνωμένον καὶ πρώτως. Οὐκ ἄρα οὐδὲ πολλὰ ἐκεῖ εἴδη͵ οὐδὲ μέρη͵ οὐδὲ στοιχεῖα· διόπερ οὐδὲ πρόοδος οὔτε εἴσω οὔτε ἐκτὸς κατὰ ἀλήθειαν͵ ὅθεν ἡ τριὰς ἐξεφάνη μετὰ τὸ νοητόν. Ἐς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα͵ οὗ τὸ θέλειν κατένευσε͵ καὶ ἤδη πάντ΄ ἐτέτμητο·