ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.254-1.256)


1.254 καὶ μήποτε διὰ τοῦτο τριγλῶχις ἀνυμνεῖται ὁ θεός͵ οὐχ ὅτι τριάδων ὑποστάτης͵ μᾶλλον δὲ αὐτεπιτακτικὸς τῆς τριαδικῆς διαιρέσεως͵ ἀλλ΄ οὐχὶ ποιητικός. Οὕτω μὲν οὖν ἔχει τὸ ἀληθῶς ἡνωμένον. Ἀλλ΄ ἐπειδὴ οὐκ ἔστιν αὐτὸ τὸ ἡνωμένον͵ καθόσον οὐχ ἓν ἰδεῖν αὐτὸ πειραθέντες͵ οὐ δυνηθέντες αὐτοῦ θεάσασθαι τὴν μίαν ἕνωσιν͵ κατὰ ἀνα λογίαν αὐτὸ ἐπληθύναμεν τῶν κατωτέρω πεπληθυσμένων τὸν πρῶτον πληθυσμόν· πρῶτον δὲ πλῆθος ἡ τριάς. Διὸ καὶ ἐκεῖνο τριαδικὸν ὑπεθέμεθα κατὰ ἀναλογίαν· διὸ καὶ προΐοι ἂν ὁμοειδῶς κατὰ ἀναλογίαν· ἡ γὰρ εἴσω τριὰς τὸ νοητὸν καὶ τὸ νοερὸν καὶ τὸ μέσον ὑπέβη͵ καὶ ἔξω συνώνυμος οὕτως ἀκοῦσαι τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. ῎Ητοι οὖν οὕτω ῥητέον͵ ἢ χαλάσαντας τι τῆς πολλῆς ταύτης ἑνώσεως ἐκεῖνο χρὴ ἐννοεῖν͵ ὅτι πᾶς κόσμος αὐτὸς ἐν ἑαυτῷ προελθὼν ἄχρις ὅσου πεφύκῃ προϊέναι͵ ἔπειτα χώραν ὑποστάσεως παρέσχετο τῷ μετ΄ αὐτόν͵ οὐκέτι δὲ καὶ εἰς τοῦτον αὐτὸς καταβέβηκεν͵ οἷον ὁ τῆς ψυχικῆς οὐσίας κόσμος ἄχρι τινὸς προελθὼν ἔστη͵ καὶ τὸ ἐντεῦθεν ὁ σωματικὸς διεδέξατο κόσμος. Οὕτω δὲ καὶ ὁ νοερὸς εἰς τὸν ψυχικὸν ἐτελεύτησεν͵ καὶ δὴ καὶ εἰς τὸν νοερὸν ὁ νοητός· καὶ νοερόν. Οὕτως ἄρα καὶ ὁ νοητὸς ἐφ΄ ἑαυτοῦ ἑστήξεται͵ καὶ διαδέξεται αὐτὸν ὁ νοητὸς καὶ νοερός. Οὐ τοίνυν πρόεισιν ἡ τοῦ νοητοῦ φύσις ἔξω τοῦ νοητοῦ κόσμου· οὐδὲ γὰρ ἄλλου κόσμου οὐδενὸς εἰς τὴν ἄλλου ὑπόβασιν. Εἰ δὲ τοῦ ἀεὶ ὑποβεβηκότος τὰ πρῶτα συντέτακται͵ καὶ συνῄρηται ὡς ὀχήματα τοῖς πρεσβυτέροις͵ ὥσπερ τὰ τελευταῖα ἀφίεται τῆς τοιᾶσδε συναρτήσεως· οὐ γὰρ πάντα σώματα ψυχῶν ἐξέχεται οἰκείων͵ οὐδὲ νόων πᾶσαι ψυχαί͵ οὐδὲ ἐπὶ τῶν ἄλλων τὰ δεύτερα πάντα τῶν πρὸ αὐτῶν͵ τοῦ δὲ νοητοῦ οὐδὲν πρόεισιν εἰς τὸ κάτω ὡσὰν ἐξαρτηθείη τὰ δεύτερα κατὰ τὴν μίαν σύνταξιν τῶν ἐποχουμένων͵ καὶ οἷς ἐποχεῖται· ἀλλ΄ ἀμέθεκτον ὅλον εἶναι τὸ νοητὸν τούτου αἴτιον͵ τὸ πάντων ἀκρότητα εἶναι τῶν κόσμων τὸν νοητόν͵ ὥστε ἐπ΄ αὐτῆς ἡδρᾶσθαι τῆς πάντων κορυφῆς. Καὶ ἐπειδὴ πάντα ἐστὶν ἀδιακρίτως͵ ἢ πάντων ὁμοίως ἐξῄρηται τῶν διακρινομένων͵

1.255 ἢ πᾶσιν ὁμοίως ἐποχεῖται· πᾶσι γὰρ ἐπαρκεῖ αὐτοῦ ἡ ὁλότης· οὐ γὰρ ὅτι συν έσταλται εἰς τὸ ἀδιάκριτον͵ διὰ τοῦτο οὐ πάντων ἐστὶ τῶν κόσμων μέγιστος. Τίς δ΄ ἂν ἦν αὐτοῦ καὶ διαφορὰ προϊόντος εἰς ὄχημα καὶ ὀχούμενον; τὸ γὰρ ἄλλο ἐποχούμενον ἄλλου γίνεται ὄχημα͵ ὥστε͵ εἰ προΐοι εἰς τὸ ὀχεῖσθαι τοῖς ἄλλοις͵ ὡς ὁ νοῦς τῇ ψυχῇ͵ καὶ ἡ ψυχὴ τῷ σώματι͵ ἔσται ἄλλο καὶ αὐτὸ ὄχημα͵ ὡς ἡ ψυχὴ τῷ νῷ καὶ ὁ νοῦς ἄλλῳ τινί. Τίνος οὖν ὄχημα τὸ νοητόν; οὕτω γὰρ ἔσται καὶ ὁ πρῶτος θεὸς μεθεκτός· δεῖ δὲ πανταχοῦ τὸ πρῶτον μεθεκτὸν εἶναι͵ ἀλλ΄ ἴσως τὸ μὲν σῶμα ὄχημα μόνον͵ τὸ δὲ νοητὸν ὀχούμενον μόνον͵ τὰ δὲ μέσα καθ΄ ἑκάτερον θεωρεῖται. Ἀλλ΄ εἰ καὶ τοῦτο διαιρεθήσεται εἰς μεθεκτὸν καὶ ἀμέθεκτον͵ καὶ οὐ μόνον ἓν μεθεκτόν͵ ἀλλὰ πλείω καὶ ὑπὸ πλειόνων μετεχόμενα͵ τὸ μὲν ὑπὸ οὐσίας͵ τὸ δὲ ὑπὸ ζωῆς͵ τὸ δὲ ὑπὸ νοῦ͵ τὸ δὲ ὑπὸ ψυχῆς͵ τὸ δὲ ὑπὸ σώματος͵ καὶ χρὴ τὰ ὀχούμενα διαφέρειν ἀλλήλων κατ΄ εἶδος͵ ὡς τοῦ ἐγκοσμίου θεοῦ τὸ ὑπερκόσμιον͵ καὶ τούτου τὸ νοερόν͵ καὶ ἔτι τούτου τὸ νοητὸν καὶ νοερόν. Τίς οὖν ἂν εἴη καὶ πόθεν ἡ τοσαύτη διαφορὰ ἐν τῷ ἡνωμένῳ͵ χαλεπὸν καὶ πλάσαι· ἔτι δὲ τὸ μὲν ἓν οὔτε ἑαυτῷ προῆλθεν οὔτε μεθ΄ ἑαυτό͵ τὸ δὲ μετὰ τὸ νοητὸν ὅθεν ἄρχεται ὁπωσοῦν ἡ ἑτερότης; καὶ ἐν ἑαυτῷ καὶ μεθ΄ ἑαυτὸ ἄρα τὸ νοητὸν ἐν μέσῳ δικαίως ἔμεινεν͵ ἐν ἑαυτῷ μὲν προελθόν͵ μεθ΄ ἑαυτὸ δὲ οὐδεμίαν πρόοδον ποιησάμενον. Ἐπὶ δὲ τούτοις ἐκεῖνο προσθετέον͵ ὅτι πρῶτον ὀχούμενον ἡ ἑνάς ἐστι͵ ᾧ δὲ ἐποχεῖται πρῶτον͵ οὐσία· τὸ δὲ ἡνωμένον ἦν πρὸ ἀμφοῖν͵ πρὸ ὀχοῦντος ἄρα καὶ ὀχουμένου· οὐκ ἄρα ἐνδέχεται αὐτοῦ ἡ φύσις τὴν τοῦ ὀχουμένου διαφοράν͵ ὅτι πρὸ τοῦ ἑνὸς ἦν͵ ὃ πρῶτον ὀχούμενον ἐγένετο κατ΄ αὐτὴν τὴν πρὸς τὸ ὂν ὡς δεύτερον πρῶτον διάστασιν. Εἰ δὲ καὶ τοῦτό τις ἐννοήσειεν ὅ φησιν ὁ Ἰάμβλιχος͵ ὅτι περὶ τὸ ἓν ὑπέστη τὸ νοητόν͵ καὶ τἀγαθῷ συμπέφυκε͵ καὶ τῇ πρὸς ἐκεῖνο ῥοπῇ τῆς ὅλης φύσεως͵ οἷον ἐπάγη͵ σαφὲς ὅτι σὺν ἐκείνῳ μένει καὶ ἀδιάκριτον καὶ ἀπρόοδον εἰς τὸ ἐκτός. Εἴπερ δὲ ἄρα καὶ ὁπωσοῦν ἐν ἑαυτῷ τινα ἄκραν ἔμφασιν ὑποβάσεως ἐπεδείξατο͵ καὶ ταύτην οὐκ ἀριθμῷ οὐδὲ πλήθει διακριθεῖσαν͵ οὐδὲ μὴν ἑτερότητι͵ ἀλλ΄ ὅ φησι πάλιν Ἰάμβλιχος͵

1.256 ἡ ἐκεῖ τριὰς οὐκ εἰσὶ τρεῖς μονάδες͵ οὐδὲ ἐπεγένετο τρισὶ μονάσιν͵ ἀλλ΄ ἔστι μόνον αὐτὸ τὸ εἶδος τὸ ἐπιγινόμενον ταῖς μονάσι. Μᾶλλον δὲ ῥητέον͵ οὐδὲ τὸ εἶδος͵ οὔπω γὰρ εἶδος ἐκεῖνο͵ οὐδὲ οἷον στοιχεῖον͵ οὐδὲν γὰρ τούτων ἐκεῖ͵ ἀλλὰ μόνον αὐτὸ τὸ τῆς τριάδος ἕν͵ καὶ ἓν οὐ τὸ διωρισμένον πρὸς οὐσίαν͵ ἀλλ΄ ὃ πρὸ ἀμφοῖν εἶναι λέγομεν ἡνωμένον. Πῶς ἂν οὖν τὸ τοιοῦτον ἐπεφύκει προελθεῖν εἰς πλείους ὑποστάσεις; τί οὖν; οὐκ ἔστιν ἐκεῖ τὰ πολλά; ἢ καὶ πρὸ τοῦ ἡνωμένου τὰ πολλὰ μετὰ τὸ ἕν͵ ἀλλ΄ οὐχὶ τοσάδε· ἀλλ΄ ἑνὰς ἀπειρόγονος ἦν τὰ πολλὰ ἐκεῖνα͵ τὸ δὲ πρῶτον αὐτῆς γέννημα τὸ νοητόν ἐστι πλῆθος͵ ἀντὶ ἑνὸς ἡνωμένον γεγονός͵ οὔπω δὲ οὐδὲ τοῦτο τοσάδε· οὔπω γάρ τις διορισμός͵ οὔπω γάρ τις ἑτερότης· ὅπου δὲ ταῦτα͵ ἐκεῖ λέγεται καὶ ὁ πρῶτος ἀριθμὸς ὑποστῆναι μετὰ τὸ ἡνωμένον εὐθύς͵ οὐκ εἰδητικὸς ὢν ἀριθμός͵ ἀλλ΄ ὁ κατὰ τὸν πρῶτον διορισμὸν μετὰ τὸ πάντη ἀδιόριστον ὑποστάντα κατὰ τὸ πρῶτον διάφορον πλῆθος. Τοῦτο δὲ ἦν τῶν πρώτων στοιχείων͵ ὅπου πρῶτον ὑπέστη διορισμὸς τῶν πρώτων διορισθέντων͵ ἑνὸς καὶ οὐσίας͵ μᾶλλον δὲ οὐδὲ τούτων ἤδη διορισθέντων͵ ἀλλ΄ ἔτι διοριζομένων͵ ἄλλως τε καὶ ἐν τῇ ἀκρότητι τῶν κάτω δια κρίνεσθαι τὸ εἶναι λαχόντων. Τούτων μὲν οὖν ἅπτεσθαι καὶ εἰσαῦθις ἀναγκαῖον ἔσται πολλάκις. Ἡμεῖς δὲ ἄλλον προχειρισώμεθα τρόπον λόγων περὶ τῶν αὐτῶν͵ ἀπὸ τῶν κάτω καὶ ὑπὸ αἴσθησιν κειμένων ἐπανιόντες ἐπὶ τὰ πρώτιστα τῶν νοητῶν͵ εἴ τινα βεβαίωσιν τῇ ἑαυτῆς ἀληθείᾳ παράσχοιτο ἡμῖν καὶ ἡ ἀπὸ τεκμηρίων αὐτὴ γιγνομένη κατὰ ἀνάλυσιν ἀπόδειξις. Ἐπιζητεῖ δὲ ὁ λόγος οὐ περὶ τῶν μονάδων αὐτῶν͵ ἀλλὰ περὶ τῶν ὑπὸ ἑκάστην πολλῶν τεταγμένων καὶ ἀφ΄ ἑκάστης δὴ προϊόντων. Οὐκοῦν ὅτι μὲν πρὸ τοῦ ἑτεροκινήτου τὸ αὐτοκίνητον͵ καὶ πρὸ τούτου τὸ ἀκίνητον μέν͵ διακεκριμένον δέ͵ καὶ πρὸ τούτου τὸ διακρινόμενον͵ καὶ ἔτι πρὸ τούτου τὸ ἀδιάκριτον. Ἀλλὰ καὶ ἕτερον τρόπον͵ ὅτι πρὸ σώματος δεῖ εἶναι ψυχὴν τὴν τὸ σῶμα κινοῦσαν καὶ ζωοποιοῦσαν͵ καὶ πρὸ ψυχῆς νοῦν τὸν ἅμα πάντα γιγνώσκοντα καὶ οὐ μεταβατικῶς͵ καὶ πρὸ τοῦ νοῦ ζωή͵ καὶ