ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.257-1.259)


1.257 πρὸ ζωῆς οὐσία. Ταῦτα μὲν τοίνυν ὑποκείσθω δεδειγμένα καὶ ὡμολογημένα πᾶσι τοῖς κλεινοτάτοις τῶν φιλοσόφων. Ἀλλὰ ζητοῦμεν εἰ μετὰ τὴν μίαν οὐσίαν πολλαὶ οὐσίαι καὶ μετὰ τὴν μίαν ζωὴν πολλαὶ ζωαί͵ καὶ μετὰ τὸν ἕνα νοῦν πολλοὶ νόες͵ καὶ μετὰ τὴν μίαν ψυχὴν πολλαὶ ψυχαί. Μήποτε γὰρ εἴποι τις ἀπὸ μιᾶς ψυχῆς ἥκειν εἰς τὰ πολλὰ σώματα πολλὰς ἐλλάμψεις͵ καὶ ἔχειν ἕκαστον σῶμα τὴν ἐπιβάλλουσαν αὐτῷ ζωὴν λογικὴν ἀπὸ τῆς μιᾶς ψυχῆς ἐλλαμπομένην͵ καὶ εἶναι τὸ δοκοῦν πλῆθος τῶν πολλῶν ψυχῶν͵ οὐκ αὐτοτελῶν ψυχῶν͵ ἀλλὰ ψυχικῶν ἐλλάμψεων πλῆθος͵ ὁμοίως δὲ καὶ νόων πλῆθος τὰς νοερὰς ἐλλάμψεις͵ τὰς εἰς ἑκάστην ψυχὴν ἡκούσας ἀφ΄ ἑκάστου εἴδους͵ τῶν ἐν τῷ ἑνὶ νῷ διωρισμένων εἰδῶν. Ἀνάγκη γὰρ ὁμολογεῖν τὰς ἐλλάμψεις εἶναι πολλὰς καὶ διαφόρους κατ΄ εἶδος͵ εἰ μὴ ἐθέλοι τις πρὸς τὰ ἐναργῆ φιλονεικεῖν͵ εἶναι δὲ μόνον ἐλλάμψεις καὶ ἀπὸ τῶν διαφόρων λόγων προϊέναι τῶν ἐν τῇ μιᾷ ψυχῇ περιεχομένων͵ καὶ τῶν εἰδῶν τῶν ἐν τῷ ἑνὶ νῷ διωρισμένων· ῥᾴδιον γὰρ ἀποδεῖξαι τὸ τῶν εἰδῶν πλῆθος ὑφεστάναι πρὸ τοῦ πλήθους τῶν λόγων͵ καὶ τὸ τῶν λόγων πρὸ τῶν σωματοειδῶν καὶ ἐνύλων εἰκόνων. Πρῶτα γὰρ δῆλον ὅτι τὰ ἀληθῆ μετὰ τὰ αἰώνια καὶ ἀκίνητα· ὡσαύτως δὲ φαίη τις ἂν καὶ τὰς πολλὰς εἶναι δοκούσας ζωὰς ἐλλάμψεις εἶναι ζωτικὰς ἀπὸ τῆς μιᾶς ζωῆς ὑφεστώσης ἀπορρεούσας εἰς πάντα τὰ ζῶντα͵ καὶ τὰς πολλὰς αὖ πάλιν οὐσίας ἐνδόσεις εἶναι κατὰ ἔλλαμψιν ἀπὸ τῆς μιᾶς οὐσίας προϊούσας εἰς πάντα ὄντα. Τί δεῖ πολλὰ λέγειν ὅτε καὶ τοὺς

1.258 θεοὺς οὕτως ὑποτίθενται τοὺς πολλοὺς οἱ πρὸ Ἰαμβλίχου σχεδόν τι πάντες φιλόσοφοι͵ ἕνα μὲν εἶναι τὸν ὑπερούσιον θεὸν λέγοντες͵ τοὺς ἄλλους οὐσιώδεις εἶναι ταῖς ἀπὸ τοῦ ἑνὸς ἐλλάμψεσιν ἐκθεουμένους͵ καὶ εἶναι τὸ τῶν ὑπερουσίων πλῆθος ἑνάδων οὐκ αὐτοτελῶν ὑποστάσεων͵ ἀλλὰ τῶν ἐλλαμπομένων ἀπὸ τοῦ μόνου θεοῦ͵ καὶ ταῖς οὐσίαις ἐνδιδομένων θεώσεων. Ὅπερ οὖν λέγω πολλάκις͵ ἐπιζητεῖ ὁ λόγος περὶ ἑκάστου ἀριθμοῦ τοῦ ὑπὸ ἑκάστην ἀρχικὴν μονάδα λεγομένου τετάχθαι͵ πότερον αὐτοτελής ἐστιν͵ ἢ μόνον κατ΄ ἔλλαμψιν πληθυόμενος. Διττὴ δὲ καὶ ἡ ἔλλαμψις͵ ἡ μὲν ἀπῃωρημένη τοῦ ἐλλάμποντος͵ καὶ ἐκείνῳ συνοῦσα κατὰ μίαν συνέχειαν͵ ἡ δὲ ἐμφυομένη τῷ ἐλλαμπομένῳ καὶ ἐκείνου γιγνομένη͵ καὶ ἐν ὑποκειμένῳ αὐτῷ ὑφισταμένη. Ζητητέον οὖν ποτέρως ὑπο θησόμεθα τὰς ἐλλάμψεις͵ εἴ τις αὐτὰς ἀντὶ τῶν ὑποστάσεων παραδέχοιτο τῶν αὐτοτελῶν. Διωρίσθω δὲ καὶ τοῦτο πρότερον͵ ὡς ἡ μὲν αὐτοτελὴς ὑπόστασις κρείττων ἐστὶ τῆς ὁμοταγοῦς ἐλλάμψεως͵ οἷον τὸ ἡλίου φῶς͵ εἰ καθ΄ αὑτὸ ὑφεστήκει καὶ μὴ ᾗ ἑτέρου τινὸς ἀπαιώρημα͵ καὶ οὐσία τις ἦν͵ ἀλλὰ μὴ τρόπον τινὰ τῆς οὐσίας ἐνέργεια͵ καὶ αὐτάρκες ἐφ΄ ἑαυτοῦ ἑστώς͵ ἀλλὰ μὴ τῷ ἑτέρου εἶναι συνουσιωμένον κρεῖττον ἀνωμολόγητο. Δῆλον δὲ ὅτι καὶ ἡ τοιάδε ἔλλαμψις ἀμείνων ἐστὶ τῆς ἑτέρας· αὕτη μὲν γάρ͵ εἰ καί τινος ἑτέρου ἐστίν͵ ἀλλὰ τοῦ κρείττονος͵ αὐτοῦ τε τοῦ ἐλλάμποντος͵ ἐκείνη δὲ τοῦ χείρονος͵ τοῦ γὰρ ἐλλαμπομένου· καὶ ἡ μὲν χωριστή͵ ἡ δὲ ἐν ὑποκειμένῳ καὶ ἀχώριστος· σαφὲς δὲ ποτέρα πότερον. Ἔτι τοίνυν ἠξιούσθω καὶ ἐκεῖνο πρὸς τούτοις͵ ὡς εἴ τι κρεῖττον εἴη τῷ χείρονι͵ καὶ τῷ κρείττονι ἔσται πολλῷ μειζόνως· οἷον εἰ ἡ χείρων φύσει ψυχὴ αὐτοτελὴς οὐσία ἐστί͵ καὶ οὐκ ἔλλαμψις οὐδετέρα͵ πάντως ὅτι καὶ ἡ φύσει κρείττων εἴη ἀνθρωπίνη καὶ ἡ θεία πολὺ μᾶλλον· ὥστε͵ εἰ ἡ ψυχή͵ καὶ ὁ νοῦς κατὰ τὸν αὐτὸν λόγον· καὶ εἰ ὁ νοῦς͵ καὶ ἡ ζωὴ ὡσαύτως· εἰ δὲ ἡ ζωή͵ καὶ ἡ οὐσία· εἰ δὲ ἡ οὐσία͵ καὶ τὸ ἕν· τὸ γὰρ αὐτοτελὲς καὶ αὐτάρκες καὶ ἐφ΄ ἑαυτοῦ ἱδρυμένον ἐν τοῖς ὑπερτέροις ἂν εἴη μᾶλλον ἢ ἐν τοῖς ὑπο δεεστέροις· εἰ ἄρα ἐν τούτοις͵ καὶ ἐν ἐκείνοις. Λέγω δὲ τὸ καθ΄ ἑαυτό τε καὶ ἐν ἑαυτῷ οὐσιωμένον ἐπὶ τῶν πεφυκότων ὧδε ἔχειν·

1.259 τοιαῦτα δὲ οὐσία καὶ ζωὴ καὶ νοῦς καὶ ψυχὴ καὶ σῶμα· διορίζομαι δὲ τοῦτο διὰ τὰ ἐν τούτοις ἔχοντα τὸ εἶναι͵ ἃ καλοῦμεν στοιχεῖα καὶ μέρη καὶ εἴδη καὶ λόγους τοὺς ἐν ψυχῇ καὶ τὰ τοῦ σώματος ἕτερα τοιαῦτα. Τούτων δὲ οὕτως ἐχόντων͵ ὅτι μὲν τὰ σώματα πολλά ἐστιν͵ καὶ διέστηκεν ἀπ΄ ἀλλήλων καθ΄ ἕκαστα͵ φανερὸν καὶ τυφλῷ τὸ λεγόμενον· τὰ δὲ ἔμψυχα τούτων ἢ μιᾷ ψυχῇ ἐψύχωται κοινῇ πάντων͵ ἢ μετὰ τὴν μίαν εἰσὶ καὶ πολλαὶ ψυχαὶ ἑκάστου μία τις ἴδιος͵ οὐσία τις ἑκάστη αὐτοκίνητος. Ἀλλ΄ ὅτι μὲν οὐ μία πάντων ἡ ζωή͵ καὶ τοῦτο φανερόν· ἄλλης γὰρ ἄλλως αἰσθανόμεθα ζωῆς. Ἴδιοι μὲν οὖν αἱ ψυχώσεις ἑκάστων͵ ἤτοι δὲ ἐλλάμψεις εἰσὶν ἰδιούμεναι πρὸς τὰ ὑποκείμενα͵ ἢ ἀπὸ λόγων καθήκουσαι τῆς μιᾶς ψυχῆς ἰδιοτρόπων͵ ἐν ὑπο κειμένῳ δὲ ἐγγιγνόμεναι τῶν σωμάτων ἑκάστῳ· τοῦτο δὲ ἀδύνατον͵ τὸ γὰρ αὐτὸ ἑαυτὸ κινοῦν πάντως ἐστὶ χωριστὸν τῶν ὑποκειμένων ἢ ψυχουμένων παρ΄ αὐτοῦ σωμάτων. ῍Η τούτοις μὲν οὐκ ἐμπεφύκασιν αἱ ἐλλάμψεις͵ οὐδὲ ἐν τούτοις ἔχουσι τὸ εἶναι͵ ἀποκρέμανται δὲ τῶν ἐλλαμπόντων͵ καὶ ἐκείνων εἰσὶν εἴτε ἐνέργειαί τινες͵ εἴτε οὐσίαι δευτέραι συνηρτημέναι ταῖς πρώταις͵ καὶ ἐκείνων ἀπορρέουσαι͵ ὡς τὰ φῶτα τῶν φωτιζόντων͵ εἴτε ὅ τι βούλοιτό τις λέγειν· ἀλλ΄ ἔσονται πάντως οὐχ ἑαυτῶν ἕκασται͵ ἀλλὰ μιᾶς φύσεως οἷον ἀποφύσεις͵ ἢ μέρη ἢ λόγοι οὐσιώδεις. Εἰ δὲ τοῦτο͵ ποίαν ἕξει χώραν ἡ κακία καὶ ἡ ἄγνοια ἐν ταῖς μερικαῖς ψυχαῖς οὐκέτι οὔσαις; ἔσται ἄρα ταῦτα πάθη τῆς ὅλης· εἰ γὰρ μηδὲν ἦν ἄλλο παρὰ τὸ ἡλίου φῶς ἐν τῷδε τῷ τόπῳ͵ τὸ σβέννυσθαι πάθος ἦν ἂν τοῦ ἡλιακοῦ φωτός͵ εἴπερ καὶ τὸ λυχναῖον ἐκείνου ἦν. Τοῦτο δὲ οὐδὲ λέγειν θεμιτόν· οὐκ ἄρα ὡς αἱ ἀνθρώπιναι ψυχαὶ τῆς ὅλης εἰσὶν ἀποφύσεις· αὐτοτελεῖς ἄρα καὶ ἐφ΄ ἑαυτῶν ἱδρυμέναι͵ καὶ ἐν ἑαυταῖς ἑαυτῶν οὖσαι καὶ οὐχ ἑτέρων͵ ὅπερ εἰσὶν αὐτεξούσιοι καὶ αὐτοκίνητοι ὡς ἀληθῶς. Εἰ δὲ τὸ ἀνθρώπειον σῶμα ἔχει μὲν καὶ τὴν ἐν αὐτῷ κατερριζωμένην ἐμψυχίαν͵ ἔχει δὲ πρὸ ταύτης τὴν ἐμπνέουσαν αὐτοτελῆ ταύτην ψυχήν͵ ψυχοῦται δέ πως καὶ ὑπὸ τῆς τοῦ παντός͵ πάντως ὅτι τὰ κρείττονα τῶν ἐμψυχῶν οὐ μόνην ἕξει τὴν ἐν ὑποκειμένῳ ζωήν͵ οὐδὲ μόνην τὴν κοινὴν καὶ πόρρωθεν ἐμπνέουσαν͵ ἀλλὰ καὶ τὴν ἴδιον αὐτῶν ἑκάστου· κρείττων γὰρ ἡ τοιάδε ψύχωσις τῆς οὐκ ἐχούσης τὴν αὐτοτελῆ καὶ οἰκείαν ψυχήν. Ὅλως δὲ εἰ