1.260 τὴν χειρίστην ἔχει κατὰ ἐμψυχίαν͵ καὶ τὴν κρατίστην κατὰ τὸ κοινὸν τῆς μιᾶς ψυχῆς͵ διὰ τί μὴ ἂν ἔχοι τὴν ἐν μέσῳ τούτων τεταγμένην; Ἔτι δὲ καὶ ἄλλως͵ εἰ ἔστιν ἡ ἡμετέρα ψυχὴ ἴδιός τις οὐσία͵ ἔστι δὲ καὶ ἡ ὅλη καὶ μία͵ ὥσπερ μονὰς οὖσα τῶν ψυχῶν͵ διὰ τί μὴ καὶ ὁ πᾶς ἀριθμὸς ὁ μεταξὺ τῆς μιᾶς καὶ τῶν εἰς ἔσχατον μεμερισμένων; πῶς γὰρ οἷόν τε ἦν ἀπὸ τῆς ὅλης προελθεῖν τὰς μερικωτέρας ἁπασῶν ψυχῶν ἄνευ τῶν μέσων πληρωμάτων; ἀνάγκη ἄρα ἕκαστον ἔμψυχον οἰκείαν αὐτοτελῆ κεκλῆσθαι ψυχήν. Εἰ δέ τις καὶ ἀκριβολογούμενος διττὴν εἶναι φαίη τὴν ἀπὸ τῆς ὅλης καὶ μιᾶς ψυχῆς ζωοποιίαν͵ τὴν μὲν προλαμβάνουσαν τὴν ἴδιον͵ οἵα ζωοποιεῖ καὶ τὰ ἄψυχα τῶν ἐν τῷ παντί͵ χείρω ταύτην οὖσαν τῆς ἰδιοτρόπου͵ καὶ μερικωτέρας͵ οἵαν προσλαβόντα τὰ ἔμψυχα ζωτικώτερα γέγονε͵ τὴν δὲ ταύτῃ ἐπιγιγνομένην τῇ ἰδίῳ κοινὴν ζωήν͵ ἀπὸ τῆς ὅλης ἐνδεδομένην ψυχῆς͵ καθ΄ ἣν ὁλοῦται τὰ μερικά͵ καὶ οὕτως ὅμως ἀνάγκη ἢ πάντα ἄψυχα εἶναι καὶ μόνην ζωὴν τὴν κοινήν͵ καὶ ἀλλοτρίαν ζωὴν τοῦ παντὸς οὖσαν͵ ἤ͵ εἰ ἔστι καὶ τὸ ἔμψυχον͵ εἶναί τινα καὶ ἴδιον ψυχὴν τούτου͵ δι΄ ἧς τεύξεται μειζόνως καὶ ὁλικώτερον τῆς τοῦ παντός· εἰσὶν ἄρα μετὰ τὴν μίαν αἱ πολλαὶ ψυχαὶ αὐτοτελεῖς͵ ὡς ἀπὸ τῶν φαινομένων συλλογίσασθαι. Εἰ δὲ οὕτως ἔχει τὸ ἔμψυχον πρὸς ψυχὴν ὡς τὸ ἔννουν πρὸς τὸν νοῦν͵ ἀναγκαῖον͵ οἶμαι͵ καὶ ἐπὶ τούτων τὸν αὐτὸν λόγον κρατύνειν. Τὸ μὲν οὖν ἔμψυχον σῶμά ἐστιν ἐψυχωμένον͵ οὐκ ἔλλαμψιν ἔχον μόνην ψυχῆς͵ ἀλλὰ καὶ ψυχῇ αὐτοτελεῖ συνῃρημένον· ἦν γὰρ αὐτῷ τοῦτο κρεῖττον ἐκείνου· τὸ δὲ ἔννουν ψυχή ἐστι νενοωμένη͵ οὐ μόνην ἔχουσα τὴν νοερὰν ἔλλαμψιν͵ ἀλλὰ κοινῷ οἰκείῳ συνηρτημένη κατὰ φύσιν͵ ὃ κρεῖττόν ἐστιν αὐτῇ τοῦ μόνην ἔλλαμψιν ἔχειν νοεράν. Οὐ γὰρ δὴ τοῦτο τὸ κρεῖττον εἶδος ἐν μὲν τοῖς χείροσι συνέστη͵ καὶ τοῖς χείροσιν ἐνουσιώθη͵ τοῖς δὲ κρείττοσι καὶ ἐν τοῖς κρείττοσιν οὐκ ἂν ἐγένετο· λέγω δὲ τὸ αὐτοτελεῖ μὲν ψυχῇ συνεζεῦχθαι τὸ ἔμψυχον σῶμα͵ νῷ δὲ τὴν ἔννουν ψυχὴν μὴ συνεζεῦχθαι αὐτοτελεῖ. Κρεῖττον γὰρ ὂν τοῦτο͵ πῶς οὐκ ἂν μειζόνως ὑπάρξειεν τοῖς κρείττοσιν; Ἀλλὰ μὴν ὁ αὐτὸς τῆς μεθόδου τρόπος καὶ ἐπὶ νοῦ καὶ ζωῆς· ζῇ μὲν
1.261 γὰρ ὁμολογουμένως ὁ νοῦς͵ ἀλλ΄ ἡ ζωὴ αὕτη τοῦ νοῦ ἐστι καὶ ἐν τῷ νῷ ὑφ έστηκεν. Δεῖ ἄρα πρὸ ταύτης εἶναι ζωὴν αὐτοτελῆ͵ ἧς ὁ νοῦς μεθέξει κατὰ συνάρτησιν αὐτῇ͵ καὶ ὡς κρείττονι συνεζευγμένος͵ ὥσπερ σῶμα ψυχῇ͵ καὶ δι΄ ἧς μεθέξει καὶ τῆς ἀμεθέκτου ζωῆς͵ ὥσπερ τὸ σῶμα διὰ τῆς ἑαυτοῦ ἰδίας ψυχῆς καὶ τῆς τοῦ εἰληχότος φέρε εἰπεῖν. Ὡσαύτως δὲ ἀναβησόμεθα καὶ ἀπὸ ζωῆς ἐπ΄ οὐσίαν καὶ τὴν μεθεκτὴν καὶ τὴν ἀμέθεκτον. Ἆρα οὖν οὐ τοῦτο λέγοι τις ἂν καὶ ἐπὶ τοῦ ἡνωμένου͵ ὡς ὄντος τριττοῦ καὶ αὐτοῦ͵ τοῦ μὲν κατὰ ἕξιν τὴν ἐν τῇ οὐσίᾳ͵ τοῦ δὲ κατὰ τὴν μεθεκτὴν ὑπόστασιν͵ τοῦ δὲ κατὰ τὴν ἀμέθεκτον; Ὁ δὲ αὐτὸς ἀπαιτήσει λόγος καὶ τοῦ ἁπλῶς ἑνὸς καὶ πρὸ πάντων ἑνὸς εἶναι τριττὴν ὑπόστασιν· τὸ μὲν γὰρ εἶναι τῆς ἐν ἄλλῳ γεγονυῖαν ἔλλαμψιν͵ καθ΄ ἣν ἕκαστον ὁπώσποτε ὑφεστὼς ἓν λέγομεν͵ τὸ δὲ κατὰ τὴν ἀμέθεκτον ὕπαρξιν͵ τὸ δὲ κατὰ τὴν μέσην τὴν μεθεκτήν͵ δι΄ ἧς τὰ μετέχοντα καὶ τῆς ἀμεθέκτου τι παραπολαύει. Ἀλλ΄ αὕτη μὲν ἡ ἀπορία καὶ εἰσαῦθις ἡμᾶς περιμένει. Βούλομαι δὲ κατὰ ἄλλην ἔφοδον λόγων ἀναδραμεῖν πάλιν κάτωθεν ἄνω͵ διὰ τεκμηρίων ἀποδεικνὺς ὡς ἀναγκαῖον ἄρα μὴ μόνον τὰς μονάδας εἶναι τὰς ὑπερτέρας ἀεὶ πρὸ τῶν καταδεεστέρων͵ ἀλλὰ καὶ τοὺς ἀριθμοὺς ἑκάστους τοὺς ἀπὸ τῶν οἰκείων μονάδων διακρινομένους· οἷον ὃ νῦν δὴ ἔλεγον͵ ὅτι καὶ ψυχαὶ πολλαὶ γεγόνασι μετὰ τὴν μίαν͵ καὶ νόες μετὰ τὸν ἕνα πολλοί͵ καὶ ζωαὶ καὶ οὐσίαι πολλαὶ μετὰ τὴν μίαν ζωὴν καὶ οὐσίαν͵ ἐφ΄ οἷς πάλιν ἡ αὐτὴ ἡμῖν ἀπορία ἀπαντήσεται περὶ τοῦ ἡνωμένου καὶ τοῦ ἑνός. Ὅτι μὲν τοίνυν τρία τὰ ἐφεξῆς ἀναγκαῖον ὑποτίθεσθαι͵ τὸ ἑτερο κίνητον͵ τὸ αὐτοκίνητον͵ τὸ ἀκίνητον͵ ἱκανῶς͵ οἶμαι͵ καὶ οἱ παλαιότεροι δεικνύουσιν. Εἰ γὰρ ὑφ΄ ἑτέρου κινεῖται τὸ κινούμενον σῶμα͵ οὐ γὰρ ὑφ΄ ἑαυτοῦ͵ ἢ σῶμα τὸ κινοῦν͵ καὶ αὐτὸ ὑφ΄ ἑτέρου͵ καὶ τοῦτο ἐπ΄ ἄπειρον͵ ἢ ὑπ΄ ἀκινήτου· καὶ πῶς τοῦτο ποτὲ μὲν κινήσει͵ ποτὲ δὲ οὔ; τὸ γὰρ ἑτεροκίνητον ἐν μεταβολῇ θεωρεῖται͵ τὸ δὲ ἀκίνητον οὐκ ἂν ἐξάρχοι μεταβολῆς͵ ἵνα μὴ καὶ αὐτὸ μεταβάλλοι·
1.262 ὑπόκειται δὲ ἀκίνητον· ἢ εἰ ταῦτα ἀδύνατα͵ τὸ αὐτοκίνητον ἄρξει μεταβολῆς τῆς τε ἑαυτοῦ καὶ τῆς τοῦ ἑτεροκινήτου. Ἀνάγκη ἄρα πρὸ τοῦ ἑτεροκινήτου τὸ αὐτοκίνητον ὑποτίθεσθαι· καὶ μὴν τὸ κινοῦν͵ ᾗ κινεῖ͵ πάντως ἀκίνητον· εἰ γὰρ καὶ τοῦτο κινοῖτο͵ ἐπ΄ ἄπειρον ἥξομεν· εἰ δὲ τὸ αὐτοκίνητον λέγοι τις εἶναι τὸ πρῶτον κινοῦν͵ ἀκίνητον ἂν εἴη͵ καὶ οὐκ αὐτοκίνητον· εἰ δὲ ταὐτὸν ἅμα κινοῦν καὶ κινούμενον͵ καὶ ᾗ μὲν κινοῦν͵ ἀκίνητον͵ ᾗ δὲ ὑφ΄ ἑαυτοῦ κινούμενον͵ αὐτοκίνητον͵ οὐκ ἔσται καθαρῶς ἀκίνητον͵ ἀλλὰ πρῶτον μὲν τῶν κινουμένων͵ ὅτι οὐχ ὑπὸ ἄλλου͵ ἀλλ΄ ὑφ΄ ἑαυτοῦ͵ ἔσχατον δὲ τῶν κινούντων͵ ὅτι οὐ μόνον ἐστὶ κινοῦν͵ ἀλλὰ καὶ κινούμενον. Δεῖ δὲ τὸ ἀμιγὲς πρὸς τὸ χεῖρον πρὸ τοῦ μεμιγμένου τίθεσθαι ὡς πρῶτον· εἰ γὰρ δεῖ εἶναι πρὸ τοῦ κινουμένου τὸ κινοῦν͵ ὅπερ ἐξ ἀνάγκης ἀκίνητον͵ οὐ δύναται πρῶτον εἶναι κινοῦν τὸ ἅμα κινούμενον· οὐδὲ γὰρ κυρίως τοῦτό ἐστι τὸ κινοῦν. Τί γὰρ μᾶλλον κινοῦν ἢ κινούμενον τὸ αὐτό; καὶ τί μᾶλλον τῶν ἀκινήτων ἢ τῶν κινουμένων εἶναι λέγοιτο; κἂν ἑαυτὸ γὰρ μεταβάλῃ͵ μεταβάλλεται ὅμως· οὐκ ἄρα ἀκίνητον ὡς ἀληθῶς. Δεῖ ἄρα πρὸ τοῦ αὐτοκινήτου τὸ ἀκίνητον͵ ὃ πάλιν τριττὸν ἂν εἴη τὴν φύσιν· δύναται γὰρ ἀκίνητον εἶναι παντελῶς ὁ νοῦς͵ ἡ ζωή͵ ἡ οὐσία· αὕτη μὲν ὡς ὑπεραιώνιος͵ ὁ δὲ νοῦς ὡς αἰώνιος͵ ἡ δὲ ζωὴ ὡς αἰὼν αὐτός· ἢ ἄμεινον ἴσως τὸ μὲν φάσκειν εἰς εἴδη περιγεγράφθαι καὶ διακεκρίσθαι͵ τὸ δὲ ἀπερίγραφον εἶναι καὶ ἀδιάκριτον͵ τὸ δὲ οὕτω μέσως ἔχειν ὡς ἐγείρεσθαι μὲν πρός τε διάκρισιν καὶ περιγραφήν͵ οὔπω δὲ ἐν τῷ δια κεκρίσθαι καὶ περιγεγράφθαι τελέως ἑστάναι· δήλη δὲ τούτων καὶ ἡ τάξις͵ ἔσται δὲ πρὸ τούτων καὶ ἀναπαρατεινόμενον πᾶσι τὸ ἕν· οὐ γὰρ ταὐτὸν ἓν καὶ ἡνωμένον· τοῦτο γὰρ ἦν τὸ ἀδιάκριτον. Τούτων δὲ εἰς τοσοῦτον ὑπεμνησμένων͵ ἡ ζήτησις ἡμῖν προκείσθω τῶν ὑφ΄ ἕκαστον γένος͵ οἷον πολλῶν εἰδῶν͵ εἰ καὶ ταῦτα πρὸς τοῖς κοινοῖς ἀναγκάσει τις λόγος· προδιοριστέον δὲ καὶ ταῦτα πρὸς τούτοις εἰρημένοις͵ ἓν μὲν ὅτι τὰ μέρη τῷ οἰκείῳ ὅλῳ συνειδοποιεῖται͵ καὶ τῇ τοῦ ὅλου ἐνεργείᾳ καὶ τὴν τοῦ μέρους χαρακτηριστέον͵ οἷον τὸ δοξαστικὸν οὐ ταὐτὸν κατ΄ εἶδος τό τε τῆς θείας ψυχῆς͵ καὶ τὸ τῆς δαιμονίας καὶ τὸ τῆς ἀνθρωπίνης͵ ἀλλὰ