ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.263-1.265)


1.263 τὸ μὲν καὶ αὐτὸ ἀνθρώπινον͵ τὸ δὲ δαιμόνιον͵ τὸ δὲ θεῖον· ὁμοίως δὲ ἔχει καὶ λόγος ἕκαστος ὁ ἑκάστῃ· καὶ τὸ αὐτοκίνητον ἄρα ἄλλο καὶ ἄλλο κατ΄ εἶδος͵ ὥστε καὶ τὸ φαινόμενον αὐτοκίνητον εἴδει διάφορον͵ τὸ ἀπὸ τῆς ἄλλης καὶ ἄλλης καθῆκον. Οὐκοῦν καὶ ἀντιστρέψαντι ῥητέον ὅτι τὰ φαινόμενα διάφορα κατ΄ εἶδος ὄντα ἀπὸ διαφόρων κατ΄ εἶδος ἀληθινῶν προέρχεται· ὥστε τὰ πολλὰ εἴδη φαινόμενα τῶν πολλῶν ἀληθινῶν εἰδῶν ἐστι τεκμήρια͵ ἐπεὶ καὶ τὸ κοινὸν φαινόμενον τοῦ κοινοῦ ἀληθοῦς ἀποδεικτικόν. Εἰ τοίνυν ἁπλῶς τὸ φαινόμενον ἐν τῷ ἑτεροκινήτῳ αὐτοκίνητον͵ τεκμήριον ποιούμεθα τοῦ ἀληθοῦς αὐτοκινήτου͵ ὡς ἐν Φαίδρῳ δείκνυται τελειότερον. Εἰ πολλὰ εἴη τὰ εἴδη τῶν φαινομένων͵ πολλὰ ἂν εἴη καὶ τὰ εἴδη τῶν ἀληθινῶν· ἕκαστον γὰρ φαινόμενον τοῦ οἰκείου ἀληθινοῦ τεκμήριον γίνεται͵ ὡς ἑκάστη εἰκὼν διαφέρουσα κατ΄ εἶδος ὅλον τοῦ οἰκείου παραδείγματος. Εἰ δὴ ἕκαστον ἔμψυχον φαινόμενόν ἐστιν αὐτοκίνητον͵ καὶ οὐ ταὐτὸν εἴδει ἕκαστον͵ σαφὲς ὅτι καὶ τὰ ἀληθῶς αὐτοκίνητα πολλὰ εἴδη ἔσται· πολλαὶ ἄρα αἱ ψυχαί. Ἀλλ΄ ἴσως ὡς πολλὰ παραδείγματα ἐν τῷ ἑνὶ νῷ͵ οὕτω πολλαὶ ψυχαὶ οἱ πολλοὶ ψυχικοὶ λόγοι͵ διωρισμένοι κατ΄ εἶδος ἐν τῇ μιᾷ ψυχῇ τῇ ὅλῃ καὶ μονοειδεῖ· ἀλλὰ τὰ μέρη ἐκείνης θεῖά ἐστι πάντα καὶ παντελοῦς μέρη φύσεως͵ ὥστε ἐν μέρει παντελῆ καὶ αὐτά· ὁλικὸν γὰρ ἕκαστον καὶ τῷ ὄντι κοσμικόν· οὐ πᾶν δὲ ἔμψυχον τοιαύτας ἀποδίδωσιν ἐνεργείας͵ οὐδὲ τοιοῦτον τὴν φύσιν ἐστίν͵ ἀλλὰ τὸ μὲν θεῖον͵ τὸ δὲ δαιμόνιον͵ τὸ δὲ ἀνθρώπειον͵ καὶ τὸ μὲν Πυθαγόρου ἔμψυχον͵ τὸ δὲ Κύλωνος͵ καὶ τὸ μὲν Πλάτωνος͵ εἰ τύχοι͵ τὸ δὲ Κλέωνος. Ἀνάγκη ἄρα καὶ τὰς κυρίως αὐτοκινήτους ψυχὰς ἄλλας εἶναι καὶ ἄλλας τοῖς αὐτοῖς εἴδεσι͵ καὶ ἔτι μειζόνως διαφερούσας καὶ τὰ φαινόμενα αὐτοκίνητα· πολλαὶ ἄρα αἱ ψυχαὶ μετὰ τὴν μίαν καὶ ὅλην͵ ἀλλ΄ ἴσως οὐ συντεταγμέναι τοῖς ἐμψύχοις͵ χωρισταὶ δὲ ἐφ΄ ἑαυτῶν οὖσαι͵ καὶ πόρρωθεν ἐλλάμπουσαι τὰς ἐμψυχίας͵ καθ΄ ἃς ἔμψυχα τὰ σώματα γίγνεται. Ἀλλ΄ εἰ καὶ ἀληθὲς ὑποθοῖτό τις εἶναι τὸ λεγόμενον͵

1.264 οὐδὲν ἂν εἴη πρός γε τὸ παρόν· ὅτι γὰρ ἕκαστον ἔμψυχον οἰκείαν ἔχει ψυχήν͵ τὴν τὸ φαινόμενον αὐτοκίνητον αὐτῷ χορηγοῦσαν διάφορον͵ τοῦτο ἠβούλετο δεικνύναι ὁ λόγος͵ εἴτε πόρρωθεν͵ εἴτε ἔγγυθεν εἴτε ὅπη καὶ ὅπως τοῦτο διαπράττοιτο· ἔπειτα ἄλλαι μέν εἰσιν αἱ τοῦ ἐμψύχου ἐνέργειαι ἀχώριστοι καὶ ζωώδεις͵ ἄλλαι δὲ αἱ τῆς ψυχῆς αὐτῆς ἢ μαχομένης τῷ ἐμψύχῳ͵ ἢ ταττούσης αὐτὸ καὶ διακοσμούσης͵ ἢ ἀναχωρούσης ἀπ΄ αὐτοῦ προτροπάδην͵ ἢ οὐδὲ παρεῖναι δοκούσης διὰ τὸν πολὺν χωρισμόν. Καὶ ταῦτα ἐναργῆ ἐφ΄ ἡμῶν γέ ἐστιν͵ ἐπὶ δὲ τῶν δαιμονίων γενῶν ἧττον μὲν διὰ τὸ ἀφανές͵ ἤδη δὲ καὶ πολλοὶ τοιούτοις ἐγένοντο προστυχεῖς͵ ἐπὶ δὲ τῶν θείων δυσκολώτερον διακρῖναι τάς τε τοῦ ἐμψύχου καὶ τὰς τῶν ψυχῶν ἐνεργείας͵ καὶ ἔτι τὰς αὐτῶν τῶν θεῶν͵ ὧν ἐξημμέναι ψυχαί. Συλλογίσαιτο δ΄ ἂν ὅμως ἄν τις ῥᾳδίως τὰ αὐτὰ καὶ περὶ τούτων· οὐ γὰρ ἡ μὲν ἡμετέρα ὡς ὀργάνῳ χρῆται τῷ ἐμψύχῳ͵ ὡς δηλοῖ ποτὲ μηδὲ χρωμένη͵ ἡ δὲ θεία οὐκ ἂν οὕτω κινοῖ τὸ ἑαυτῆς ἔμψυχον͵ κἂν ἀεὶ κινῇ͵ ἀεὶ καὶ τὸ χωριστὸν ἀπ΄ αὐτοῦ προβεβλημένη. Εἰ τοίνυν ἑκάστης ὡς ὄργανον ἐξῆπται τὸ ἔμψυχον͵ σαφὲς ὅτι σύνεστιν αὐτῷ ὡς τῷ ὀργάνῳ τὸ χρώμενον· τοῦτο δέ ἐστιν ἡ ἑκάστου λογικὴ ψυχὴ κατὰ σύνταξιν ὁρωμένη πρὸς τὸ οἰκεῖον ὄργανον͵ ὃ δὴ καὶ ὄχημα καλοῦμεν. Πολλαὶ ἄρα ψυχαὶ τῶν πολλῶν ἐμψύχων ἡγοῦνται͵ αἱ διαφέρουσαι εἴδει ἀλλήλων τῶν εἴδει ἀλλήλων διαφερόντων͵ αἱ ἀληθῶς αὐτοκίνητοι τῶν φαινομένων αὐτοκινήτων. Ἀνάβηθι δὴ ἀπὸ τοῦ αὐτοκινήτου ἐπὶ τὸ ἀκίνητον͵ ὥσπερ ἀπὸ τοῦ ἑτερο κινήτου ἐπὶ τὸ αὐτοκίνητον ἀναβέβηκας. Ἔστι γάρ τι καὶ φαινόμενον ἀκίνητον͵ οἷον τῶν οὐρανίων περιφορῶν͵ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως περιπολεῖν͵ ἔστω ἀπὸ ψυχῆς· μεταβολὴ γὰρ καὶ αὕτη τις. Τὸ δὲ ὡσαύτως καὶ ἀεὶ καὶ ὅσα τοιαῦτα κατὰ τὸ ἀμετάβλητόν ἐστί τε καὶ λέγεται· διὸ ταύτῃ τὸν νοῦν μιμεῖται ἡ κύκλῳ φορά͵ ὥς φησι Πλωτῖνος͵ μᾶλλον δέ͵ ὡς αὐτὸς ὁ Πλάτων

1.265 ἐν τῷ τῶν Νόμων͵ εἰκόνα ταύτην προὐβάλετο τῆς τοῦ νοῦ κινήσεως͵ ὡς τοῦ ἀληθινοῦ ἀκινήτου τὸ φαινόμενον ἀκίνητον· φαινόμενον γὰρ ὡς ἀληθῶς͵ ὅτι συγκέκραται μὲν τὸ ἀεὶ τῷ ποτέ· ἀεὶ γὰρ ὅτε κινεῖται͵ καὶ ὡσαύτως τῷ ἄλλοτε ἄλλως. Ἐν μεταβολῇ γὰρ τῇ κατὰ ἀριθμὸν καὶ τὸ ὡσαύτως· ὥστε καὶ καθόλου τῷ ἀκινήτῳ τὸ κινούμενον. Εἰ δὲ καὶ ἐν τῇ κυκλοφορίᾳ τῶν ψυχῶν θεάσαιο τὴν εἰκόνα τοῦ νοῦ͵ ὄψει καὶ ἐκεῖ ἀνάλογον τῷ ἀκινήτῳ τὸ κινούμενον συμπεφυρμένον. Ἀλλ΄ ἴσως εἴποι τις ἂν οὐ τοῦ νοεροῦ ἀκινήτου ἔνδοσιν εἶναι καὶ εἰκόνα τὸ τοιοῦτον ἀκίνητον͵ ἀλλὰ τοῦ ψυχικοῦ͵ οὗ καὶ τὸ ἐν σώμασιν ἀμετάβλητον͵ λέγω δὲ τὸ κατ΄ οὐσίαν· εἶναι γάρ τοι καὶ ἀμετάβλητόν τι κατὰ τὸ οὐσιῶδες ἔν τε τοῖς σωματικοῖς εἴδεσι καὶ ἐν ταῖς ψυχαῖς· ἀθάνατοι γὰρ καὶ οὔτε εἴσ θεσιν οὔτε ἀφαίρεσιν οὐδεμίαν ἐπιδεχόμεναι͵ οὐδὲ ὅλως μεταβολήν· ἡ γὰρ οὐσία αὐτῶν ἤτοι αἰώνιός ἐστιν͵ ὡς πλεονάκις οἱ φιλόσοφοι βούλονται͵ ἢ γεννητὴ μέν͵ ἀμετάβλητος δὲ τὸ πάμπαν· εἶναι γάρ τινα καὶ τοιαύτην γένεσιν ἀναγκαῖον ὁμολογεῖν͵ καὶ οὐ πᾶν τὸ ἀμετάβλητον πάντως αἰώνιον· ἡ γὰρ ἡλίου͵ φέρε εἰπεῖν͵ οὐσία καὶ ὑπόστασις͵ ἀΐδιος οὖσα καὶ ἀμετάβλητος͵ οὐκ ἂν αἰώνιος εἴη. Πῶς γὰρ ἂν εἴη τὸ σῶμα αἰώνιον ἄλλο ἀλλαχοῦ διαστὰν καὶ διαπεφορημένον; ἀμέριστον γὰρ τὸ αἰώνιον καὶ κατὰ τόπον καὶ κατὰ χρόνον. Ταῦτα μὲν οὖν ἀληθῆ͵ καὶ ἀποδείκνυται ἡμῖν ἐν ἄλλοις ἀκριβέστερον. Οὐ μὴν τὸ φαινόμενον ἀκίνητον ἐπὶ τοῦτο ἡμᾶς ἀνάξει τὸ πρῶτον ἀκίνητον· εἰ γὰρ καὶ εἰς τοῦτο προσεχέστερον͵ ἀλλ΄ οὔτι γε καὶ εἰς πρῶτον καὶ ἀληθινόν· οὐ γὰρ τοῦτο τὸ ἀκίνητον ἐτιθέμεθα ἀντιδιαιροῦντες πρὸς τὸ αὐτοκίνητόν τε καὶ ἑτεροκίνητον͵ ὃ γενητὸν ὂν ἦν ἀμετάβλητον͵ ἀλλ΄ ὅπερ ὄντως αἰώνιον ἢ καὶ ὑπεραιώνιον· τοῦτο γὰρ ἦν τὸ ἀληθῶς καὶ πρώτως ἀκίνητον͵ ἐπεὶ τὸ γενητόν͵ κἂν ᾖ ἀμετάβλητον͵ ἢ ἑτεροκίνητόν ἐστι (τοῦτο δέ ἐστιν ἐν τῷ ἑτερο κινήτῳ φαινόμενον ἀκίνητον)͵ ἢ αὐτοκίνητον͵ καὶ ἐν τῷ αὐτοκινήτῳ φαινόμενον ἀκίνητον.