ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.266-1.268)


1.266 Ὡς γοῦν τὸ ἀληθὲς ἑτεροκίνητον φαινόμενόν ἐστιν αὐτοκίνητον͵ οὕτω καὶ τὸ ἀληθὲς αὐτοκίνητον φαινόμενόν ἐστιν ἀκίνητον. Ὅ τι γὰρ ἡ οὐσία τῆς ψυχῆς οὔτε κινοῦν καὶ αὐτοκινούμενον· ᾗ δὲ κινούμενον͵ πῶς αἰώνιον; ἅμα δὲ ὂν κινοῦν καὶ κινούμενον͵ οὐκ ἂν εἴη κυρίως ἀκίνητον͵ καὶ ὃ μόνως ἀκίνητον οὐ μέντοι ἅμα καὶ κινούμενον. Τὸ γὰρ κινούμενον γενητοῦ τινός ἐστι σημαντικόν· διὸ καὶ τὸ αὐτοκίνητον αὐτογένητον ἑρμηνεύεται· γιγνόμενον μὲν γάρ͵ ἀλλ΄ ὑφ΄ ἑαυτοῦ͵ καὶ ταύτῃ τοῦ ἑτεροκινήτου διαφέρον͵ καὶ αὐτοκίνητον οὐκ ἀληθινόν ἐστιν͵ ἀλλὰ φαινόμενον ἐγκεκραμένον τῷ κινουμένῳ͵ ὡς τὸ φαινόμενον αὐτοκίνητον ἅμα καὶ ἑτεροκίνητον. Ὥσπερ οὖν τὸ ἐν ταῖς ἐνεργείαις τῶν ἐμψύχων αὐτοκίνητον ἀνῆγεν ἡμᾶς προσεχῶς ἐπὶ τὴν οὐσιώδη φαινομένην αὐτοκινησίαν͵ κυρίως δὲ ἐπὶ τὴν ἀληθινήν͵ οὕτω καὶ τὸ ἐν ταῖς μεταβολαῖς ἀεὶ κατὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀνάγει ἡμᾶς προσεχῶς ἐπὶ τὴν οἰκείαν οὐσίαν͵ ἥ ἐστι καὶ αὐτὴ φαινομένη ἀκινησία͵ εἰ καὶ μᾶλλον ὡμοιωμένη πρὸς τὸ ἀκίνητον͵ κυρίως δὲ καὶ ἀληθῶς ἀνάξει εἰς τὸ πρῶτον ἀκίνητον. Εἰ ἄρα ἐστὶ τὸ αὐτοκίνητον͵ ἔστι τὸ ἀκίνητον πρὸ αὐτοῦ· καὶ εἰ ἔστι πολλὰ αὐτοκίνητα διαφέροντα κατ΄ εἶδος ἀλλήλων͵ ἕκαστον ἡμᾶς ὁμοειδῶς εἰς τὸ οἰκεῖον ἀνοίσει ἀκίνητον. Ἀλλ΄ ἴσως εἴποι τις ἂν ὅτι πολλὰ εἴδη ἐν ἑνὶ ἀκινήτῳ συνειλημμένα͵ ὡς τὰ παραδείγματα ἐν τῷ νῷ͵ καὶ οὐκ ἄρα πολλοὶ νοῖ μετὰ τὸν ἕνα͵ καὶ ἀπ΄ αὐτοῦ προελθόντες; ἢ οὐ ταὐτὸν εἰπεῖν τοῦ ἑνὸς νοῦ τὸ ἡλιακὸν μέρος ἢ σεληναῖον͵ καὶ τὸν ἡλιακὸν νοῦν ἢ σεληναῖον͵ οὐδὲ γὰρ τὸ φαινόμενον ἀκίνητον τῆς ὅλης ψυχῆς ταὐτὸν καὶ τὸ ἐν μέρει αὐτῆς διειλημμένον ἡλιακὸν ἢ σεληναῖον͵ καὶ τὸ τῆς καθ΄ αὑτὴν ἡλιακῆς ψυχῆς ἢ σεληναίας· οὐδὲ γὰρ τὸ ἐμοῦ ψυχικὸν ἀκίνητον φαινόμενον ταὐτὸν καὶ τὸ ἐν τῇ ὅλῃ προειλημμένον κατὰ τὸ αἴτιον τῆς ἐμῆς ψυχῆς. Ἐπεὶ οὖν εἴδει διαφέρουσιν ἡ μὲν ἐμὴ ψυχὴ τῆς ἐν Κρόνῳ͵ εἰ τύχοι͵ προλήψεως͵ τῆς ἐμῆς ὡς μέρους ἐκεῖ θεωρουμένης͵ ἡ δὲ Κρόνου τῆς ἐν τῇ ὅλῃ ψυχῇ προειλημμένης κρονίας ψυχικῆς αἰτίας͵ δῆλον ὅτι ὡς καὶ τὰ φαινόμενα αὐτῶν ἀκίνητα κατ΄ εἶδος ἀλλήλων διοίσει͵ ὥστε καὶ ἐπὶ διαφέροντα κατ΄ εἶδος αἰτίας τὰ ἀληθῶς ἀκίνητα ἡμᾶς ἀνοίσει τὸν τεκμηριώδη τρόπον. Οὐκ ἄρα ταὐτὸν ἀκίνητον ἀναφανήσεται ἔκ τε τῆς ἐν τῇ ὅλῃ προλήψεως τῆς Κρόνου ψυχῆς καὶ αὐτῆς τῆς τοῦ Κρόνου ψυχῆς. Ἐκ μὲν ἄρα ταύτης ἐπὶ

1.267 κρόνιον ἴδιον ἀκίνητον νοῦν͵ ἐκ δὲ ἐκείνης ἐπὶ μέρος τὸ ἐν τῷ ὅλῳ νῷ καὶ τοῦτο κρόνιον. Τῷ ἄρα πολλὰς εἶναι ψυχὰς αὐτοτελεῖς μετὰ τὴν καὶ ἀπ΄ αὐτῆς προελθοῦσαν ἕπεται πολλοὺς εἶναι νόας αὐτοτελεῖς μετὰ τὸν ἕνα προελθόντας. Διὸ καὶ χρὴ ζητεῖν εἰ͵ κατὰ πᾶν φαινόμενον ἀκίνητον͵ καὶ ἀληθὲς ὑποθησόμεθα. Οὕτω γὰρ ἔσται καὶ τῆς ἐμῆς ψυχῆς ἴδιος νοῦς αὐτοτελής. Καὶ τί γὰρ οὐχί͵ φαίη τις ἄν͵ εἴπερ καὶ κατὰ ἔμψυχον ἕκαστον͵ λέγω δὲ καθ΄ ἕκαστον φαινόμενον αὐτοκίνητον͵ ἔστι ψυχή τις αὐτοτελὴς ἴδιος; Ἀλλὰ τοῦτο μὲν ἡμᾶς περιμενέτω ἐζητημένον. Νῦν δὲ πάλιν ἐκεῖνα προσεξετάσωμεν͵ εἰ μὴ μόνον δείκνυσιν ὁ λόγος πολλοὺς νόας ἁπλῶς͵ ἀλλὰ καὶ συντεταγμένους ταῖς πολλαῖς ψυχαῖς͵ ὡς ὀργάνοις ἢ ὡς ὀχήμασιν; Ὅτι μὲν δὴ τὸ ἡλιακὸν φαινόμενον ἀκίνητον ἡλιακὸν αὐτοτελῆ νοῦν ἡμῖν ἀποδείκνυσι͵ καὶ πᾶν σεληναῖον αὖ σεληνιακόν͵ φανερόν. Εἰ δὲ ὁ μέν ἐστιν ἡλιακὸς μερικός͵ ὁ δὲ σεληνιακός͵ ὁ μὲν ἐνδώσει τῇ σελήνῃ͵ ὁ δὲ τῇ ἡλίου ψυχῇ τὸ φαινόμενον ἀκίνητον͵ καὶ διὰ τῆς ἑτέρας ὁ ἕτερος τοῖς φυσικοῖς εἴδεσι τὸ ἐπιβάλλον καὶ τούτοις ἴχνος ἢ εἴδωλον τοῦ ἀκινήτου· συντάξεται ἄρα κατὰ οἰκειότητα ὁ μὲν τῇ ἡλίου͵ ὁ δὲ τῆς σελήνης͵ καὶ χρήσεται ὡς ὀργάνῳ πρὸς τὴν τῶν τριῶν τελείωσιν͵ ὁ ἕτερος τῇ ἑτέρᾳ͵ δῆλον δὲ ποτέρᾳ πότερος. Οὗτος ἄρα ὁ τρόπος τῆς ἀποδείξεως οὐκ ἐπὶ τοὺς ἀμεθέκτους πολλοὺς νόας ἀνάγει͵ ὡς ἄρτι ἔδοξεν͵ ἀλλὰ πᾶν τοὐναντίον ἐπὶ τοὺς μεθεκτούς. Καὶ γὰρ ἀπὸ τῶν ἐμψύχων ἀνηγόμεθα κατὰ λόγον ἐπὶ τὰς συντεταγμένας τούτοις καὶ μετεχομένας ὑπὸ τούτων ψυχάς· καὶ πῶς γὰρ εἰκὸς ἦν ἀπὸ τῶν ἐνδιδομένων ἀνιόντας μὴ ἐπὶ τούτοις ἀνελθεῖν τοὺς ἐνδιδόντας; ἐνδιδόασι δὲ τὸ μὲν ἔμψυχον τοῖς φυσικοῖς εἴδεσιν αἱ συνηρτημέναι ψυχαί͵ καὶ προσεχῶς αὐτῶν ἐπιβατεύουσαι͵ τὸ δὲ ἔννουν ταῖς ψυχαῖς οἱ συνεζευγμένοι αὐταῖς ὁμότροποι νοῖ καὶ ὁμοειδεῖς· συνάπτει γὰρ τὰ μεθεκτὰ τοῖς μεθεκτικοῖς ἥ τε ὁμοιότης τῶν ἰδιοτήτων καὶ ἡ συμμετρία τῶν ἴσων μέτρων τοῦ ἀπὸ τῶν ὅλων μερισμοῦ. Ἆρα οὖν ἓν τὸ μεθεκτόν͵ τὰ δὲ πολλὰ πανταχοῦ μεθεκτά; ἢ καὶ ψυχὰς οἱ

1.268 φιλόσοφοι γιγνώσκουσι πρὸ τῶν ἐγκοσμίων ὑπερκοσμίους͵ καὶ νόας ὑπὸ τῶν ὑπερκοσμίων καὶ μεθεκτῶν τοὺς νοεροὺς καὶ ἀμεθέκτους. Τίς οὖν ἡ κάτωθεν ἐπὶ τὸ ἀμέθεκτον πλήθους ἀνάβασις; ἢ τρόπος ὁ αὐτὸς μεθόδου προδιωρίσθω μόνον ἐκεῖνο͵ ὅτι͵ ὥσπερ ἡ ἐποχουμένη τῷ νῷ θεότης προείληφε τὴν τοῦ νοῦ ἰδιότητα καὶ ἔστι νοῦς ἑνιαῖος͵ οὕτω καὶ νοῦς ὁ ἐποχούμενος τῇ ψυχῇ προειληφὼς ἂν εἴη τὴν τῆς ψυχῆς ἰδιότητα͵ καὶ εἴη ἂν ψυχὴ νοερά· νοῦς μὲν γὰρ καθ΄ ὑπόστασιν͵ ψυχὴ δὲ τῇ ἰδιότητι. Καὶ γὰρ ἡ τοιαύτη ἑνὰς ἡ τούτων προκαθημένη πρώτη τὸ ψυχικὸν ἰδίωμα προὐβάλετο͵ καὶ ἔστι ψυχὴ ἑνιαία κατὰ τὸν αὐτὸν λόγον· καὶ γὰρ οὐσίαν ἑνιαίαν τὸν ἐποχούμενον τῇ καθ΄ ὑπόστασιν οὐσίᾳ καλοῦμεν θεόν͵ καὶ ζωὴν ἑνιαίαν τὸν τῇ ζωῇ ἐποχούμενον· ὥστε καὶ φύσιν ἢ εἶδος ὅλον φυσικόν τε καὶ σωματοειδές͵ ἢ εἶδος ἁπλῶς ἔνυλον͵ ἢ εἶδος ἐγκόσμιον͵ ἥ τε ψυχὴ ἂν εἴη δικαίως ἡ ἐποχουμένη τῷ τοιούτῳ ζῴῳ͵ καὶ πρὸ ταύτης ὁ νοῦς· καὶ ἔστι πρὸ πάντων ἡ ἑνάς. Ἀμέλει θεοὺς ἐγκοσμίους καὶ θεοὺς αἰσθητοὺς καὶ θεοὺς ἐνύλους τρόπον δή τινα καλοῦμεν τοὺς ἐσχάτους θεούς͵ οὐ δήπου ὡς οἱ φιλόσοφοι δοκοῦσι λέγειν͵ ἀπὸ τῶν ἐσχάτων ὀχημάτων εἰδοποιουμένους· οὐδὲν γὰρ ἀπὸ τοῦ χείρονος οὔτε χαρακτηρίζεται οὔτε ὀνομάζεται κατὰ δίκην· ἀλλ΄ ὅτι πανταχοῦ πρὸ τῶν ἄλλων αἱ ἑνάδες τὰς ἰδιότητας προβαλλόμεναι μεταδιδόασι τούτων καὶ τοῖς οἰκείοις ὀχήμασιν· ὥστε πρῶτοι οἱ θεοὶ γεγόνασιν ἐγκόσμιοί τε καὶ ἔνυλοι καὶ αἰσθητοὶ καὶ σωματικοὶ τὸν ἑνιαῖον τρόπον͵ εἶτα μετ΄ αὐτοὺς οἱ νοῖ τὸν νοερόν͵ καὶ μετὰ τοὺς νόας αἱ ψυχαὶ τὸν αὐτοκίνητον͵ ἐφ΄ οἷς καὶ αὐτὸ προῆλθε καὶ ἀφ΄ ὧν ἐγεννήθη τὸ τοιοῦτον εἶδος͵ οὐ κατὰ μόνην ἰδιότητα͵ ὥς φαμεν͵ ἀλλ΄ ἤδη καὶ καθ΄ ὑπόστασιν τὴν ἐσχάτην͵ ἣν ἑτεροκίνητον καὶ σῶμα αὐτόθεν καὶ αἰσθήσει περίληπτον εἶναι ἀξιοῦμεν· τοῦτο γάρ ἐστιν ὃ καὶ πάλαι πρὸ τῶν φιλοσόφων διατεθρύληται καὶ δέδεικται͵ ὥσπερ ἰδιότης ἀγαθότης οὖσα ἀπὸ θεῶν ἄρχεται. Τί γὰρ οὐκ ἂν εἴη γέννημα θεοῦ καὶ ἑνός; Τοῦτο μὲν τοίνυν οὕτως ἡμῖν κείσθω διωρισμένον͵ καὶ πρὸς τὰ παρελθόντα καὶ πρὸς τὰ μέλλοντα χρήσιμον φαινόμενον. Εἰ δὴ δεῖ ἀπὸ τοῦ φαινομένου αὐτοκινήτου εἰς τὸ ἀληθινὸν αὐτοκίνητον ἀναδραμεῖν͵ πότερον ἔσται ἀληθέστερον τὸ συγκεκραμένον τῇ ἰδιότητι τοῦ ἑτεροκινήτου͵ καὶ εἰ καθ΄ ὑπόστασίν ἐστιν αὐτοκίνητον; ἢ τὸ κατ΄ ἄμφω