1.269 τοιοῦτον κατά τε ἰδιότητα καὶ ὑπόστασιν αὐτοκίνητον͵ καὶ ὃ μόνον αὐτοκί νητον͵ ἄλλο δὲ οὐδέν· ἢ ἐφ΄ ἑκάτερον μὲν ἡ μετάβασις͵ ἀλλὰ προσεχῶς μὲν διὰ τὸ συγγενέστερον εἰς τὸ μεθεκτόν͵ πορρωτέρω δὲ διὰ τὸ ἀληθέστερον εἰς τὸ ἀμέθεκτον. Οὕτως ἄρα καὶ ἀπὸ τοῦ φαινομένου ἀκινήτου ἀναβησόμεθα πρῶτον μὲν ἐπὶ τὸν ψυχικὸν νοῦν͵ τὸν κατὰ ἰδιότητα μόνην αὐτοκίνητον͵ ἀκίνητον δὲ καθ΄ ὑπόστασιν͵ δεύτερον δὲ εἰς τὸν πάντη ἀκίνητον καὶ ὡς ἀληθῶς τοιοῦτον· οὗτος δέ ἐστιν ὁ ἀμέθεκτος νοῦς. Καὶ δῆλον ὅτι πλῆθος νόων τοιοῦτον͵ καὶ πλῆθος ψυχῶν. Ὡς γὰρ πολλὰ μετεχόμενα͵ οὕτω καὶ ἀμέθεκτα πολλὰ ἀναγκαῖον εἶναι. Ἑκάστη γὰρ μεθεκτὴ ἰδιότης οἰκείαν ἕξει διακάθαρσιν ἐν τῷ οἰκείῳ ἀληθέστερον καὶ πάντη τοιοῦτον οἷον βούλεται εἶναι τὸ ἀληθινὸν ἀπὸ τοῦ φαινομένου λαμβανόμενον. Εἰ δὲ μή͵ ἀπὸ παντὸς φαινομένου ἡ ἀνάβασις ἐπὶ τὸ ἀμέθεκτον πάντως· οὐ γὰρ δὴ ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς ἐπὶ τὴν ἀμέθεκτον ἥξομεν ψυχήν͵ ὡς εἶναι Πλάτωνος͵ εἰ τύχοι͵ ψυχὴν καὶ ὑπερκόσμιον καὶ ἀμέθεκτον͵ οὐδὲ ἀπὸ τοῦ δαιμονίου νοῦ ἐπὶ τὸν ἀμέθεκτον νοῦν. Πᾶς γὰρ δαίμων ἐγκόσμιος͵ ὥστε οὐδὲ ψυχὴν ὑπερκόσμιον θησόμεθα κατὰ δαίμονα ἕκαστον· οὐδὲ γὰρ πᾶς θεὸς ἐγκόσμιος εἴη ἂν πρότερον ὑπερκόσμιος͵ οὐδὲ πᾶς ὑπερκόσμιος ἤδη καὶ νοερὸς προϋφέστηκεν· οὐδὲ γὰρ ὁ νοερὸς καὶ νοητὸς εἴη ἄν· ἢ οὕτω γε πάντα ποιήσομεν πανταχοῦ διωρισμένα͵ καὶ εὐθὺς ἐν τῷ νοητῷ τὸ τῶν θεῶν ἅπαν πλῆθος διακριθῆναι· λέγω δὲ τὸ τῶν ὅλων ἰδιοτήτων͵ καὶ τὸ τῶν μερικῶν· καὶ οὐκ ἄρα τὰ ἄνω πρὸς τὰ κάτω παραβαλλόμενα τῷ μὲν ποσῷ συνῄρηται͵ τῷ δὲ ποιῷ τῆς ἀξίας ὑπερφέρει. Ταῦτα δ΄ οὖν εἴ τις ἀποροῖ πρὸς τὸν ῥηθέντα λόγον καὶ ἀπαιτοῖ διορίζειν ἀπὸ τίνων μέν ἐστιν ἀνάβασις εἰς τὸ ὑπέρτερον͵ ἀπὸ τίνων δὲ οὐκ ἔστιν͵ ἠπόρηται καὶ τοῦτο πρό τερον καὶ ἐπιλυσόμεθα αὖθις ὡς δυνατὸν τὴν ἀπορίαν. Νῦν δὲ τοσοῦτον μόνον ἀπαιτεῖν ὑπολαμβάνω τὸν λόγον εἶναί τι καὶ πλῆθος ἀμέθεκτον πρὸ τῶν μετεχομένων καὶ ψυχῶν καὶ νόων͵ διὰ τὸ καὶ συναπτὸν εἶναι τὸ ἁπλῶς ἀμέθεκτον πρὸς τὸ πλῆθος τῶν μετεχομένων͵ καὶ ὡς ἓν πρὸς πλῆθος ἀντικείμενον͵ καὶ ὡς ἀμέθεκτον πρὸς μετεχόμενα; μέσον
1.270 γὰρ ἂν εἴη τὸ ἀμέθεκτον μέν͵ πλῆθος δὲ ὄν. Εἰ δέ ἐστι καὶ πρῶτον μεθεκτόν͵ ἡγεῖται δὲ οἰκείου πλήθους τὸ πρῶτον μεθεκτόν͵ ἡγήσεται ἄρα καὶ τὸ πρῶτον ἀμέθεκτον πλήθους ἰδίου· πᾶς γὰρ ὁμοειδὴς ἀριθμὸς τῇ οἰκείᾳ μονάδι· οὕτως ἄρα καὶ τὸ ἀκίνητον διελοῦμεν τριχῆ. Ἐπεὶ γὰρ ὁ νοῦς διακεκριμένον τί ἐστι καὶ περιγεγραμμένον αὐτός τε καὶ τὰ ἐν αὐτῷ͵ οὐ μὴν διαπεφορημένον ἀτεχνῶς͵ ἀλλά πη συναγόμενον͵ ἐν τῷ διακρίνεσθαι ἔχων τὸ εἶναι͵ καί͵ ἵνα σαφέστερον εἴπω͵ ἐπειδὴ νοῦς ὢν ἔχει ζωήν͵ ἡ δὲ ζωὴ νοερά πώς ἐστι καὶ οὐ μόνον ζωὴ ἀκραιφνής͵ δεῖ πρὸ τῆς ἐν ἄλλῳ οὔσης καὶ ἄλλῃ ἰδιότητι τῇ εἰδητικῇ συγκεκραμένης εἶναι τὴν ὑπερείδεον ζωὴν καὶ μόνην ζωὴν καθ΄ ἑαυτὴν ὑφεστῶσαν͵ ἐν τῷ διακρίνεσθαι μόνῳ οὐσιωμένην͵ ἀλλ΄ οὐχὶ καὶ τὸ διακεκρίσθαι προβαλλομένην. Ἀλλ΄ ἐπειδὴ καὶ ἡ ζωὴ οὐσίαν ἔχει͵ ζωτικὴ δὲ αὐτὴ ἡ οὐσία͵ ἀλλ΄ οὐχὶ ἁπλῶς οὐσία καὶ διακρινομένη͵ ἀλλ΄ οὐχὶ ἁπλῶς ἡνωμένη͵ δεῖ καὶ πρὸ ταύτης εἶναι τὴν ἀληθῶς οὐσίαν͵ καὶ μόνην οὐσίαν͵ καὶ τελέως ἡνωμένην. Καὶ δῆλον ὅτι οὐ μόνον τὰς μονάδας οὕτως ἔχειν τάξεως πρὸς ἀλλήλας͵ ἀλλὰ καὶ τὰ πλήθη͵ καὶ οὐ μόνον τὸ μεθεκτὸν ἀναβαίνοντι ἀπὸ τῶν πολλῶν νόων ἐπὶ τὸ τῶν μεθεκτῶν ζῴων πλῆθος͵ ἀλλὰ καὶ ἀπὸ τούτων ἐπὶ τὸ ἀμέθεκτον πλῆθος. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν οὐσιῶν· ὁ γὰρ αὐτὸς ἐπὶ πάντων λόγος ἁρμόσει. Οὐκοῦν φαίη τις ἂν καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό͵ καὶ ἐπὶ ἄρα τοῦ ἡνωμένου μηδὲν κωλύειν τὴν αὐτὴν ἐπάγειν τοῦ λόγου ἀνάγκην. Ἔσονται ἄρα πρὸ τῶν μεθεκτῶν πολλῶν πολλαὶ ἑνάδες μεθεκτοί· ἀλλ΄ ᾗ μὲν εἰς οὐσίαν προελθοῦσαι͵ οὐσιώδεις εἰσί͵ καὶ εἰς ζωήν͵ ζωτικαί· καὶ γὰρ αἱ νοῦν ἐξάψασαι ἑαυτῶν νοεραί. Ἀνάγκη ἄρα πρὸ τῶν οὐσιωδῶν θεῶν εἶναι θεοὺς ἀμεθέκτους πολλούς͵ ἀλλ΄ οὐχ ἕνα μόνον͵ εἶναι δὲ καὶ ἕνα πρὸ τῶν πολλῶν͵ τὸν ἁπλῶς θεόν. Τίς οὖν οὗτος ἂν εἴη; καὶ τίνες ἀμέθεκτοι μετ΄ αὐτόν; δεῖ μὲν γὰρ αὐτοὺς ἑνιαίους εἶναι καὶ οὐσιώδεις͵ οὐ μήν γε τοιούτους οἵους φαμὲν τοὺς πρὸ ἑνὸς καὶ οὐσίας ἀδιακρίτους͵ κατὰ τὸ ἓν ὂν τὸ Πλάτωνος ἡνωμένους. Ἐκεῖνοι γὰρ οὐκ ἦσαν ἑνάδες ἑστῶσαι κατὰ τὸ ἓν μόνον ἀντιδιῃρημένον πρὸς τὸ ὄν͵ κατὰ τὴν πρώτην ἑτερότητα φανεῖσαν. Ἔοικε γὰρ ἡ ἑτερότης αὕτη͵ χωρίσασα τὸ ἓν ἀπὸ τῆς οὐσίας͵ ὀφείλειν τὸ ἓν ἁπλῶς προτάξαι ἁπάντων͵ εἶτα τὰς πολλὰς
1.271 ἀμεθέκτους ἑνάδας͵ μεθ΄ ἃς ἐφεξῆς τὰς μετεχομένας ὑπὸ οὐσιῶν καὶ ζῴων͵ καὶ νόων͵ καὶ ψυχῶν͵ καὶ σωματοειδῶν φυσικῶν εἰδῶν. Ἀλλ΄ ὁ Πλάτων μετὰ τὸ ἀδιάκριτον ἓν ὂν τοὺς δύο στίχους ἀντέθηκεν τῶν μεθεκτῶν ἑνάδων καὶ τῶν μεθεκτικῶν οὐσιῶν͵ καί͵ ὅλως εἰπεῖν͵ ὑποστάσεων. Ὅλως δὲ εἰ ἀπὸ τοῦ ἁπλῶς ἑνὸς ἀληθὲς εἰπεῖν διττὸν παράγεσθαι πλῆθος͵ ὡς ἀπὸ τῆς ἁπλῶς οὐσίας καὶ τῆς ἁπλῶς ζωῆς καὶ τοῦ ἁπλῶς νοῦ καὶ τῆς ἁπλῶς͵ εἰ βούλει͵ ψυχῆς͵ τὸ μὲν ἀμέθεκτον͵ τὸ δὲ μεθεκτόν͵ (πῶς δὲ οὐκ ἂν λέγοι τις ἐν δίκῃ;) σαφὲς ὅτι καὶ ἀπὸ τοῦ ἁπλῶς ἡνωμένου διττὸν φανεῖται πλῆθος ἡνωμένων͵ τὸ μὲν ἀμέθεκτον͵ καὶ οὐ συμπαρατεινόμενον τοῖς μετέχουσιν ἕως τῶν ἐγκοσμίων ζῴων͵ τὸ δὲ μεθεκτὸν ἄχρι τούτων͵ καθάπερ τῶν ὅλων ἕκαστον͵ ὥστε γίγνεται καὶ τοῦ ἡνωμένου πρόοδος ἔξω κατὰ τὰ εἴσω πολλὰ τῶν ἔξω διχῆ προϊόντων. Εἰ δὲ θέμις ἀποροῦντας καὶ περὶ τοῦ ἁπλῶς καὶ ὑπὲρ τοῦ ἡνωμένου ἑνὸς τὰ αὐτὰ συλλογίζεσθαι͵ τάχα ἂν εἴη καὶ περὶ ἐκείνου τὰ αὐτὰ διαπορεῖν. Διὰ τί γὰρ οὐκ ἔστι καὶ τοῦ ὑπὲρ τὸ ἡνωμένον ἑνὸς ἴδιος πρόοδος ὑπὲρ τὸ ἡνωμένον͵ ἡ μὲν ἀμέθεκτος͵ ἡ δὲ ὑπὸ τοῦ ἡνωμένου μετεχομένη; ἢ οὔπω ἐκεῖ διεκρίθη τὸ μετέχον καὶ μετεχόμενον͵ οὐδὲ τὸ μεθεκτὸν καὶ ἀμέθεκτον͵ οὐδὲ τὰ πολλὰ καὶ τὸ ἕν· ἓν γὰρ μόνον ἦν ἡ φύσις ἐκείνη͵ καὶ ἡ δευτέρα ἀρχὴ πολλὰ ἐλέγετο ὡς μία φύσις͵ αἰτία τῶν κατὰ πάντα τρόπον διακρινομένων͵ δύναμις οὖσα αὐτόθεν τοῦ ἑνὸς διακριτικὴ καὶ γόνιμος. Οὐκ ἄρα πέφυκεν ἡ τοιαύτη φύσις ὑπομένειν τὰς κατὰ διάκρισιν ἡντιναοῦν γιγνομένας ἀφ΄ ἑνὸς προόδους· ἓν γὰρ εἶναι βούλεται μόνον καὶ ἓν τὸ παντοῖον καὶ πρὸ πάντων͵ ἀφ΄ οὗ δεύτερα ἢ τρίτα φαίνεται τὰ τοιαῦτα γιγνόμενα. Ἔτι δὲ ὅπου πάντα ἕν͵ οὐ δήπου ἐνταῦθα ἂν συσταίη διαφορά τις͵ οὐδὲ μία· οὐκ ἄρα τὸ μὲν ἔσται ἓν ἁπλῶς͵ τὸ δὲ ἀμέθεκτον ἕν͵ τὸ δὲ μεθεκτὸν ἕν· διαφοραὶ γὰρ αὗται ἔσονται͵ τῆς τοῦ ἑνὸς φύσεως ἀδιαφόρου παντάπασιν οὔσης· οὐδὲ ἄρα δεκτική ἐστιν͵ οὐδὲ ὁπωστιοῦν͵ οὔτε κατὰ ἔμφασιν͵ οὔτε κατὰ ἀναλογίαν τοῦ μένειν καὶ προ ϊέναι καὶ ἐπιστρέφειν͵ ἢ τοῦ γεννῶντος καὶ γεννωμένου· διαφοραὶ γὰρ καὶ αὗταί τινες. Ἔτι ἐπειδὴ πρὸ πάντων ἐκείνη ἐστίν͵ ἔστι καὶ πάντων ἀρχή͵ οὐδὲν ἂν ὑπομένοι τῶν ἀπ΄ αὐτῆς προϊόντων· οὐδὲ ἄρα τούτων τι ὑπομείνειεν ἂν ἡ ἀρχικὴ τῶν πάντων φύσις. Καὶ ταῦτα δὲ τῶν πάντων ἐστὶ καὶ ἤδη τῶν