1.272 κατὰ διάκρισίν τινα ὑφεστώτων. Οὐδὲ τούτων ἄρα τι ἐνδείξεται͵ οὐ μόνον ἓν εἶναι φαμέν͵ ἀλλ΄ οὐδὲ οὐδέν. Ἔτι εἰ ἐν τῷ πάντων ἐξῃρῆσθαι καὶ πάντων εἶναι κοινὴν ἀρχὴν ἔχει τὸ εἶναι͵ πῶς μὲν ἔτι κοινὴ ἡ φύσις ἐκείνη͵ εἴπερ ἴδιός ἐστιν οἷον μονὰς τοῦ ὑφ΄ ἑαυτῆς ἀμεθέκτου πλήθους͵ πῶς δὲ ἀσύντακτος αὐτῆς ἡ φύσις͵ εἴπερ ἔχει μεθεκτὸν πλῆθος· πᾶν δὲ τὸ τοιοῦτον συντάττεται τοῖς αὐτοῦ μετέχουσι. Περὶ μὲν δὴ τῆς πρώτης αἰτίας τί δεῖ ἀπομηκύνειν͵ οὐδὲν ἄλλο κοινὸν πρὸς τὰ ἄλλα πάντα ἐχούσης; ἢ τοῦτο μόνον ὅτι πάντων ἐξῄρηται͵ καὶ πάντων αἰτία ἐστίν͵ οὐδὲ τὸ αἰτία διωρισμένον ἔχουσα παρὰ τὸ ἕν. Ἀλλὰ διὰ τί τὸ ἡνωμένον οὐκ ἂν προέλθοι εἰς διττὸν ἀφ΄ ἑαυτοῦ παραγόμενον πλῆθος͵ ἀμέθεκτόν τε καὶ μεθεκτόν; μᾶλλον δὲ τὸ μὲν ἀμέθεκτον ὁμολογοῦμεν· εἶναι γὰρ πολλὰ τὸ νοητόν· τριαδικὸν γὰρ αὐτὸ διατελοῦμεν θεωροῦντες͵ ἵνα μὴ καὶ τριπλασιάσω τὴν τριάδα ταύτην εἰς ἐννεάδα. Ἔδει οὖν καὶ τὸ μεθεκτὸν προϊέναι μετὰ τὸ ἀμέθεκτον; ἢ τάχα ἀληθέστερον εἰπεῖν ὅτι οὐδὲ τὸ ἀμέθεκτον πρόεισιν· οὐ γὰρ μόνον τὸ ἓν ἀναίνεται τὸ διακρινόμενον πλῆθος͵ ἀλλὰ καὶ τὸ ἡνωμένον συννεῦον ὅλον πρὸς τὸ ἕν͵ καὶ κατὰ τὴν ἐκείνου φύσιν οἷον εἰδοποιούμενον καὶ μηδαμῆ μηδαμῶς αὐτοῦ ὑφίστασθαι βουλόμενον. Ἐν τούτῳ γὰρ ἔχει τὸ εἶναι τὸ πρῶτον ἡνωμένον. Ὡς οὖν τὸ πρῶτον ἕκαστον ἀληθέστατον εἶναι ἀνάγκη (τί γὰρ ἂν εἴη πρὸ αὐτοῦ͵ πρὸ τοῦ ὄντος;) οὕτω καὶ τοῦτο πάντως ὅτι ἀληθέστατά ἐστιν ἡνωμένον. Οὐδαμῆ ἄρα οὐδεμίαν οὐδὲ τὸ ἡνωμένον ἐπιδέχεται διάκρισιν͵ οὐδὲ ἄρα πρόοδον οὐδὲ ἡντιναοῦν· τοιοῦτον γὰρ εἴη ἂν κατὰ τὸ δικαιότατον οἷα καὶ τὰ δοκοῦντα αὐτοῦ στοιχεῖα εἶναι δικαίως ἂν ὑποτεθείη· τὸ γὰρ ἡνωμένως μὲν κάτωθεν εἰπεῖν ἀπὸ τῶν μετ΄ αὐτό͵ καὶ ἀπ΄ αὐτοῦ προϊόντων͵ ἓν ὄν ἐστιν ἁπλοῦν προτεταγμένον τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος. Εἰ τοίνυν ταῦτα προόδους ποιεῖται ἀφ΄ ἑαυτῶν͵ ὅ γε μηδέτερόν ἐστιν͵ ἀλλὰ πρὸ ἀμφοῖν͵ πῶς οὐκ ἂν εἴη καὶ τῆς προοδικῆς ἀνάγκης ὑπέρτερον; αὕτη δέ ἐστιν ἡ διακρίνουσα τὸ ἓν καὶ τὸ ὂν ἀπ΄ ἀλλήλων· πρώτη γὰρ αὕτη διάκρισις ἀναπέφηνεν. Ὡς δὲ ἄνωθεν ἀπὸ τῶν δυεῖν ἀρχῶν αὐτὸ θεάσασθαι͵ ἓν ἅμα ἐστὶ καὶ πολλὰ κατὰ μέθεξιν͵ ὡς ἐκεῖνα ἦν κατ΄ αἰτίαν.
1.273 Ἀλλὰ τὸ ἓν καὶ τὰ πολλὰ οὐ πρόεισιν· οὐδὲ γὰρ τὰ πολλά͵ προόδων γάρ ἐστιν αἰτίον͵ ἀλλ΄ οὐ προϊὸν αὐτό· οὐδὲ γὰρ οὕτω πολλὰ ὡς ἓν πλήθει͵ ἀλλ΄ ὡς ἓν τοιονδὶ οἷον ἐκτένεια τοῦ ἑνός· διὸ καὶ δύναμις αὐτοῦ ὑμνεῖται͵ καὶ τὸ πάμφορον αὐτοῦ καὶ πάντων αἴτιον· ᾗ γὰρ ἕν͵ οὐδὲ αἴτιον πάντων͵ ἀλλὰ μόνον πρὸ πάντων. Ὡς οὖν ἐκ τοιούτων οὐσῶν τῶν δυεῖν ἀρχῶν προϊὸν τὸ ἡνωμένον͵ καθὸ μὲν ἔχει τι τοῦ ἑνὸς ἡνωμένον͵ καθὸ δὲ ἐπιφαίνει τι καὶ τῶν πολλῶν͵ οὐχ ἓν μεῖναν͵ ἀλλ΄ ἡνωμένον γενόμενον ἀνθ΄ ἑνός͵ καὶ οὐχ ἕκαστον͵ καὶ ταύτῃ τὸ πολλὸν ἐμφαῖνον (τοῦτο ἦν ἡ δευτέρα ἀρχή)͵ ἀλλ΄ οὐχ ὃ διακρίνεται ὁπωσοῦν. Τοιοῦτον δὴ οὖν τὸ ἡνωμένον τοῦτο ὄν͵ πῶς ἂν εἰς πρόοδόν τινα διακρίνοιτο; ἢ ἐν ἑαυτῷ ἢ ἀφ΄ ἑαυτοῦ͵ ἢ ἀμέθεκτον͵ ἢ μεθεκτόν; ἢ πόθεν ἕξει τὰς τοιαύτας διαφοράς͵ μηδενὸς ἐκεῖ στάντος καθ΄ ἑαυτό; μὴ τοίνυν μηδὲ διαφορᾶς ἢ ἑτερότητος ἢ διακρίσεως͵ ἢ προόδου͵ ἢ ὑφέσεως ἢ ὑπεροχῆς͵ ἢ γεννῶντος ἢ γεννωμένου͵ ἢ ἄλλου ὁτουοῦν πρὸς ἄλλο διακριθέντος ἢ διακρινο μένου͵ ἢ μένοντος ἐν ἑαυτῷ͵ ἢ ὁπώσποτε ἄλλως διοριζομένων τῶν τοιούτων· πάντα γὰρ καταπέπωκεν ἡ τοῦ ἡνωμένου φύσις εἰς μίαν τῶν πάντων ἕνωσιν͵ ὥσπερ͵ εἰ θεμιτὸν εἰπεῖν͵ αὐτὸ τὸ ἓν εἰς μίαν τῶν ἁπάντων ἁπλότητα. Τὸ μὲν οὖν ἀληθὲς ὧδε ἔχειν πείθομαι παντὸς μᾶλλον͵ καὶ ὁ Ἰάμβλιχος πολλαχοῦ πολὺς ἀναγκάζων ἡμῖν τὰς πολλὰς νοήσεις οἷον εἰς ἓν κέντρον συνερείδεσθαι͵ καὶ τὴν περιφορὰν κέντρον ποιεῖν͵ καὶ οὕτω προσιέναι τῷ ἡνωμένῳ καὶ νοητῷ ἡνωμένως καὶ νοητῶς μιᾷ μεγάλῃ νοήσει καὶ ἀδιακρίτῳ καὶ νοητῇ. Ἐπειδὴ δὲ οὐ ῥᾴδιον τὴν τοιάνδε νόησιν ἄνθρωπον ὄντα προβάλλεσθαι͵ ἄλλως τε καὶ ἐπὶ γῆς ἔτι διαιτώμενον͵ ἐθέλομεν δὲ ἀμηγέπη καὶ τὰ ἐκεῖ θεωρεῖν ἐν βάθει τῷ ἐκεῖ κεκρυμμένα͵ καὶ οἷον συγκεχυμένα͵ πρός γε τὴν ἡμετέραν ἐπιβολήν͵ ἐπιχειρήσαντες οὖν τὴν φύσιν ἐκείνην συνελεῖν οὕτως ὡς ἔχομεν͵ οὔπω συνῃρημένοι κατὰ τὴν μίαν νόησιν͵ ἣν κέντρον ἐλέγομεν πασῶν τῶν νοήσεων͵ διχῆ τὴν πρώτην διέστημεν περὶ τὴν ἀδιάστατον ἕνωσιν͵ πῶς μὲν αὐτὴν ἡνωμένην͵ πῶς δὲ πεπληθυσμένην ἰδόντες͵ οὐχ οὕτω δέον· οὐδὲ γὰρ ἄλλο μὲν αὐτῆς τὸ ἡνωμένον͵ ἄλλο δὲ τὸ πεπληθυσμένον͵ ἀλλὰ καὶ ταῦτα ἄμφω κατὰ τὸ ἡνωμένον συνέπτυκται· ἀλλ΄ ὅμως ἡμεῖς ἀγαπῶμεν καὶ οὕτω
1.274 νοεῖν τε καὶ ὀνομάζειν͵ ᾗ μὲν οὐκ αὐτὸ τὸ ἓν πεπληθυσμένον καλοῦντες͵ ᾗ δὲ αὖ πεπονθὸς τὸ ἓν ἡνωμένον ἀνευφημοῦντες· ἔστι δὲ μία ἡ φύσις ἐκείνη ἣν ὡς μίαν ἑλεῖν οὐ δυνηθέντες διχῆ ἐννοοῦμεν͵ ἢ ὡς ἓν καὶ οὐχ ἕν͵ ἢ ὡς οὔτε ἓν οὔτε οὐχ ἕν͵ ἢ ὡς ἓν καὶ πολλά. Τί οὖν; ψευδόμεθα ταῦτα περὶ αὐτῆς; ἢ τῇ μὲν διακρίσει ψευδόμεθα͵ τῇ δὲ καὶ τούτων ἑνώσει ἀληθεύομεν· καὶ μήπω τῇ ἀληθείᾳ ταύτῃ δυνάμεθα ἐντυχεῖν. Ἔπειτα κόσμους πάντας ὁρῶντες προερχομένους ἀπὸ τοῦ ὡς ἀληθῶς ὑπερκόσμου βυθοῦ͵ καὶ τὸν βυθὸν ἐκεῖνον κρύφιον κόσμον κεκλήκαμεν͵ συν ηρηκότα ἐν αὐτῷ πάντας τοὺς κόσμους͵ οἷον κόσμον ὄντα τῶν κόσμων ἁπάντων͵ ἢ μᾶλλον ὠδῖνα αὐτῶν ἀδιάκριτον͵ οὔπω μὲν ἀνεχομένην τῆς κοσμικῆς ἰδέας͵ ὅμως δὲ προωδίνουσαν αὐτὴν ἀτεχνῶς· ἔστι γάρ͵ εἰ θέμις εἰπεῖν͵ τοῦ πάντων αἰτίου͵ καὶ πρὸ πάντων ὠδὶς μία κοινὴ καὶ ἀδιάκριτος τῶν ἀπ΄ αὐτῆς ὅλων καὶ πάντων τόκων προτεταγμένη τῶν νοητῶν͵ ὃ δή φαμεν καὶ ἡνωμένον μεθόριον τῶν κόσμων͵ ὅσοι ποτέ εἰσι͵ καὶ τῶν ἐν αὐτοῖς περιεχομένων πληρωμάτων͵ καὶ ἄνωθεν τῆς μιᾶς ἐξῃρημένης ἁπλότητος. Ἐπεὶ οὖν κατὰ τοσοῦτόν γε κόσμον ὑπενοήσαμεν εἶναι τὸν ὑπέρκοσμον βυθὸν ὄντα τῷ ὄντι͵ διὰ δὴ τοῦτο καὶ τάξις ἡμῶν τῇ ἐννοίᾳ ταύτῃ συνεισέδραμεν πρώτων καὶ μέσων καὶ τελευταίων͵ οὐκ οὔσης διακρίσεως οὐδὲ τοιαύτης ἐκεῖ ποθεν· οὐδὲ γὰρ ἐν τοῖς μετ΄ αὐτὸν κόσμοις ἅπασι τὸ τοιοῦτον ἔνεστιν͵ ἀλλ΄ ἀπὸ τοῦ πέρατος τῶν νοητῶν καὶ νοερῶν ἥδε προφαίνεται ἡ διάκρισις͵ ὡς Παρμενίδῃ λέγεται. Ἔστω δὲ καὶ ἐν τοῖς προτέροις ἄλλως πως ὁρωμένη ἡ τριαδικὴ πρόοδος͵ ἐν δὲ τῷ νοητῷ καὶ ταύτην ἀδύνατον ἐμφανῆναι· ἀλλὰ νόει μοι καὶ ταύτης ὠδῖνα͵ τὴν ἐκεῖ λεγομένην τριχῆ διαίρεσιν͵ καὶ εἴ τι τῆς ὠδῖνος ἑνοειδέστερον͵ οἷον σπερματικῶς͵ τὸ γὰρ δὴ σπέρμα τῆς ὠδῖνος ἀμερέστερον͵ ἢ καὶ τῆς σπερματικῆς ἀναλογίας ἐπέκεινα· καὶ γὰρ ἁπάσης τῆς ὁπωσοῦν διακρινομένης͵ ταύτης οὖν ἐπιλαβέσθαι βουλόμενοι τῆς ἀδιορίστου βυθίας ὄντως τῶν πάντων περιοχῆς ἐμερίσθημέν τε καὶ περὶ αὐτήν͵ καὶ φοβηθέντες τὸν τῶν ἡμετέρων ἐννοιῶν σπαραγμὸν δεινόν τε καὶ τιτανικὸν ὄντα ὡς ἀληθῶς͵ οὐ περί τινα