ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.275-1.276)


1.275 μεριστὸν νοῦν σπαραττόμενον͵ ἀλλ΄ ἀνοσίως καὶ θρασύτατα περὶ τὸ πάντη πάντως ἀμέριστον͵ ἀγαπητῶς ἀντελαβόμεθα τῆς τριάδος͵ ὑποσυρῆναι κινδυνεύσαντες εἰς τὸν ἔσχατον μερισμόν͵ καὶ ἀρκούμενοι ταύτῃ τῇ πτώσει ἐτολμήσαμεν κατηγορῆσαι τοῦ νοητοῦ τὴν τριχῆ διαίρεσιν͵ ἀναπαῦσαι βουλόμενοι τὰς ἡμετέρας ἐπιπλέον συναιρηθῆναι μὴ δυναμένας͵ ἀλλὰ μηδὲ ἀπαλλαγῆναι δυναμένας τῆς περὶ τὸ νοητὸν θεωρίας͵ πόθῳ τῶν ἀρχαίων αἰτίων τῆς ὅλης φύσεως. Οὐ μέντοι ἀλλὰ διακαθαίροντες αὐτὰς καὶ συναιροῦντες εἰς τὸ δυνατόν͵ πρῶτον μὲν οὐκ ἀπὸ τῶν τυχόντων ἐκεῖσε ἐπιχειροῦμεν ἀναβαίνειν͵ ἀλλ΄ ἀπὸ τῶν ἐκεῖ προελθόντων͵ οὐσίας͵ καὶ ζωῆς καὶ νοῦ· δεύτερον δὲ οὐκ ἀπὸ τῶν κεχωρισμένων ἰδιοτήτων͵ οἷον ἀπὸ τῆς συνθέτου ἢ ἀπὸ τῆς ἑνιαίας͵ ἀλλ΄ ἀπὸ τῆς πρὸ τοῦ χωρισμοῦ μιᾶς πρὸ ἀμφοῖν. Ὡς γὰρ ἁπλῶς τὸ ἡνωμένον πρὸ ἑνὸς καὶ ὄντος ἐλέγομεν͵ οὕτω καὶ ἡ ἐκείνων οὔτε σύνθετός ἐστιν͵ οὔτε ἁπλῆ͵ ἀλλ΄ ἡνωμένη πρὸ ἀμφοῖν. Οὕτω γὰρ καὶ ἡ ζωὴ ἣν λέγομεν νοητήν͵ ἡνωμένη ἐστὶ ζωὴ πρὸ τῆς ἑνιαίας καὶ τῆς οἷον μικτῆς. Οὕτω δὲ καὶ νοῦς ὁ νοητὸς οὔτε ἑνιαῖός ἐστιν͵ οὔτε ὁ πρὸς τοῦτον ἀντιδιῃρημένος ὡς ὄχημα πρὸς ὀχούμενον͵ ἢ οὐσιώδης καὶ σύνθετος πρὸς ἑνιαῖόν τε καὶ ἁπλοῦν͵ ὁ δὲ πρὸ ἀμφοῖν καὶ πρὸ τῆς διακρίσεως. Διόπερ ὁ μὲν κεχωρισμένος ἑκάτερός τίς ἐστι νοῦς· ὁ μὲν γὰρ ἑνιαῖος͵ ὁ δὲ οὐσιώδης. Καλείσθω γὰρ οὐσία κοινότερον τὸ ἀντικεί μενον τῇ μονάδι κατὰ τὸν Παρμενίδην· ἁπλῶς δὲ οὐδέτερος͵ ἀλλ΄ ὁ νοητὸς ἁπλῶς νοῦς· καὶ γὰρ ἐκεῖνος ὁ πρῶτος νοῦς͵ ἀφ΄ οὗ διεκρίθησαν ὅ τε πρῶτος ἑνιαῖος καὶ ὁ πρῶτος οὐσιώδης͵ πρῶτος μὲν ὤν͵ πρός τι δὲ ὅμως ἑκάτερος͵ ὁ δὲ ἦν ἁπλῶς πρῶτος. Οὕτω δὲ καὶ ἡ ἁπλῶς ζωὴ πρὸς ἑκατέραν τὴν κεχωρισμένην εἰς τὸ ἑνιαῖον καὶ οὐσιῶδες ἁπλῶς οὖσα καὶ πρώτη ζωή· καὶ ἡ οὐσία δὴ τὸν αὐτὸν τρόπον πρὸ ἑκατέρας τινὸς οὔσης ἁπλῶς οὖσα οὐσία· κατὰ γὰρ τὸ συναμφότερον ὁ πρὸ ἑκατέρου πάντως ἐστί͵ καὶ οὐ ταῦτα μόνα͵ ἀλλὰ καὶ τὰ ἐν τούτοις͵ καὶ ἀπὸ τούτων διακρινόμενα πάντα ἐκεῖ συνήρτηται κατὰ τὸ συναμφότερον· πάντα ἐστὶ γάρ͵ ἀλλὰ νοητῶς͵ φησὶ τὸ λόγιον. Διὰ τί οὖν μὴ καὶ εἰς πάντα διαιρεῖται ἀναλόγως; ἢ ὅτι οὐδ΄ εἰς ταῦτα κατὰ ἀλήθειαν͵ ἔστι δὲ ὅμως πάντα ἐκεῖ τὸν ἀδιάκριτον τρόπον· εἰ δὲ ἀναγκαῖον ἐκφαίνεσθαι ἐκεῖ͵ τὰ πρῶτα ἂν μᾶλλον ἐκφαίνοιτο. Καὶ ταῦτα ἂν εἴη πρὸς γοῦν τὴν ἀναλογίαν ἕτοιμα͵ ὅσα γενικώτατα καὶ ἁπλούστατα καὶ θειότατα καὶ πρῶτα

1.276 τυγχάνει ὄντα τῶν ἀπὸ τοῦ νοητοῦ προϊόντων· οὐ γὰρ ἂν πρῶτα ἐφάνη͵ εἰ μὴ καὶ ἐκεῖ ἐν τῇ ὠδῖνι προεβέβλητο τῶν ἄλλων οὐ κατὰ τὴν πλείω διάκρισιν ἑαυτῶν͵ ἥνωται γὰρ μάλιστα πάντων͵ ἀλλὰ κατὰ τὴν ἄκραν ἑαυτῶν τελειότητα͵ καὶ τρόπον τινὰ νοητήν͵ καὶ διὰ τοῦτο ἀρκοῦσαν τῷ νοητῷ συνυφίστα σθαι καὶ ὃν συνεμφαίνεσθαι καὶ μὴ ἐγκρύπτεσθαι ὑπὸ τῆς ἐκείνου μαρμαρυγῆς͵ ἢ συγχεῖσθαι ὑπὸ τῆς ἐκείνου ἑνώσεως͵ ἅτε καὶ αὐτὰ ἐν τῷ σχεδὸν ἡνῶσθαι οὐσιωμένα͵ καὶ δι΄ ὁμοιότητα τὴν πρὸς αὐτὸ μὴ πάσχοντά τι ὑπὸ τοῦ νοητοῦ συναιρετικήν. Τρίτην δὲ τούτοις ἐπάγομεν διακάθαρσιν ἐννοιῶν͵ οὐσίαν τε ἐκεῖ καὶ ζωὴν καὶ νοῦν θεωροῦντες͵ οὐχ οὕτω μετὰ διακρίσεως ἐπὶ τῶν ὀνομάτων τούτων ἔχειν δοκεῖ͵ ἀλλὰ κατὰ τὴν μίαν τοῦ ἡνωμένου φύσιν͵ αὐτοῦ πρὸς ἑαυτὸ μόνον προβαλλομένου κατὰ τὴν δοκοῦσαν ὕφεσιν. Ἓν γὰρ ὂν πανταχοῦ ἑαυτοῦ͵ ὡς παρίστησιν ὁ Παρμενίδης͵ καὶ νοητὸν δι΄ ὅλου καὶ ἀδιάκριτον· ὡς δὲ ἐν ἀδιακρίτῳ τῷ παντὶ συνέστη τὸ πᾶν ἐκ πρώτου ὅρου καὶ μέσου καὶ τελευταίου τῆς αὐτῆς φύσεως͵ καθάπερ εἴ τις καὶ τῆς ἐν ὑποκειμένῳ σώματι φύσεως τὸ μὲν χωριστόν͵ τὸ δὲ ἀχώριστον ἐθεάσατο͵ τὸ δὲ μέσον ἀμφοῖν͵ μίαν δὲ ὅμως εἶναι τὴν φύσιν ὁμολογοῖ. Ὁ γὰρ νοητὸς οὐχ ὅτι νοεῖ λέγοιτο ἄν͵ ἀλλ΄ ὅτι τοῦ νοοῦντος αἴτιος. Καὶ γὰρ εἰ νοεῖ͵ καὶ ἡ νόησις οἷον αἰτιωδῶς͵ καὶ ἡ ζωὴ ὁμοίως͵ κάτω μὲν ἡ κυρίως͵ ἡ μὲν κατὰ ὑπόστασιν͵ ἡ σύνθετος͵ ἡ δὲ κατὰ ἰδιότητα προειλημμένη͵ ἡ ἑνιαία͵ ἡ μέντοι νοητὴ ζωὴ κατὰ οὐδέτερον (πρὸ ἀμφοῖν γάρ)͵ ἀλλ΄ ὡς τούτων ὠδίς. Οὕτω δὲ καὶ ἐπὶ τῆς οὐσίας ῥητέον ὡς κατὰ αἰτίαν ἢ ὠδῖνα ἢ ἕνωσιν ἀδιάκριτον ἐκεῖ͵ καὶ ταύτης προϋπαρχούσης· ἡ ἄρα διαίρεσις αὕτη ἔμφασίς ἐστι διαιρέσεως τῶν ἐκεῖθεν γεννωμένων· αὕτη δὲ τοῦ νοητοῦ ἡ ὕπαρξίς ἐστι τὸ ἡνωμένον καὶ ἀδιάκριτον͵ καὶ πᾶν εἴ τι τοιοῦτον. Περὶ μὲν δὴ τούτων καὶ μικρὸν ὕστερον. Ἀλλ΄ ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν͵ ὅτι τὸ νοητὸν οὐκ ἂν προέλθοι τὴν ἔξω πρόοδον͵ ὅ γε οὐδὲ τὴν εἴσω πρόεισιν· ὥστε οὔτε μεθεκτὸν πλῆθος͵ οὔτε ἀμέθεκτον πέφυκεν προάγειν͵ ὃ μονοειδές ἐστι καὶ ἀδιάκριτον.