1.277 Οὐκοῦν οὐδὲ τὸ εἴσω πλῆθος εἰδῶν ἐστιν ἢ μερῶν ἢ στοιχείων͵ ὅ γε οὐδὲ πλῆθος οὕτως ἐστὶν ὥς τινων͵ ἀλλὰ μόνον πλῆθος͵ οὐδὲ ταὐτὸν ὡς διῃρημένων καὶ ἔκ τινων ἁπλῶς συγκειμένων͵ οὐχὶ τοιῶνδε͵ ἀλλ΄ ἡνωμένων καὶ τῆς γενεᾶς ἐκείνης͵ τοῦ ἀπείρου καὶ πολλοῦ καὶ χαώδους· διὸ καὶ ἀπείρητον εἴρηται πλῆθος͵ ὡς ἐν Παρμενίδῃ͵ ὡς εἰ ἔλεγεν καὶ τὸ ἓν εἶδος αὐτοῦ͵ ἓν πεπερασμένον. Ὡς γὰρ διήλλαξεν τῆς πρώτης ἀρχῆς͵ ἀντὶ ἑνὸς ἡνωμένον γεγονός͵ τούτῳ παρήλλαξε καὶ τῆς δευτέρας͵ ἀντὶ ἀπειρίας ἄπειρον͵ καί͵ ἀντὶ πολλῆς ἓν εἶδος͵ πλῆθος γενόμενον. Ὡς γὰρ ἡνωμένον ἀπὸ τοῦ ἑνός͵ οὕτω πεπληθυσμένον ἀπὸ τῶν ἁπλῶς πολλῶν ἐγένετο· τὸ δὲ ἓν αὐτοῦ καὶ πολλὰ συνῄρηκεν εἰς μίαν φύσιν τὴν συνῃρημένην μὲν ἐκ τῶν δυεῖν ἀρχῶν͵ συνῃρηκυῖαν δὲ ἐν ἑαυτῇ καὶ τῶν μεθ΄ ἑαυτὴν καὶ ἀπ΄ αὐτῆς ὑποστάντων τὴν ὅλην πρόοδον͵ καὶ μάλιστα κατὰ τὴν γενικωτάτην αὐτῶν διάκρισιν ἐκφανεῖσαν οὐσίαν καὶ ζωὴν καὶ νοῦν͵ ὧν βουλόμενοι τὴν ἐκεῖ συναίρεσιν ἰδεῖν͵ ἀντ΄ ἐκείνης͵ τὴν ἐκεῖθεν ὁρῶμεν διάκρισιν. Δεῖ οὖν μὴ ἐπιμένειν αὐτῇ͵ ἀλλὰ φεύγειν προτροπάδην͵ οὐ νοῦν τιθέμενοι ἐκεῖνον͵ ἀλλ΄ οἷον νοῦν͵ οὐδὲ ζωήν͵ ἀλλ΄ οἷον ζωήν͵ οὐδὲ οὐσίαν͵ ἀλλ΄ οἷον οὐσίαν͵ οὐδὲ ὅλως πρόοδον͵ ἀλλ΄ οἷον πρόοδον. Καὶ μήποτε συνακτέον τὴν φανταζομένην ὁπωσοῦν πρόοδον εἰς μίαν ὡς οὖσαν τὴν αὐτὴν εἴσω τε καὶ ἔξω· τὸ γὰρ νοητὸν καὶ ἡνωμένον κατὰ μίαν φύσιν μονάς τέ ἐστιν͵ εἰ προσήκει μονάδα καλεῖν τὴν ἀπερίγραφον ἕνωσιν τοῦ νοητοῦ͵ καὶ αὖ κόσμος͵ εἰ δεῖ κόσμον ὀνομάζειν τὸ ἡνωμένον καὶ ὑπέρ κοσμον τῷ ὄντι βυθόν. Οὐ γὰρ ὡς ἐπὶ νοῦ καὶ ζωῆς καὶ οὐσίας ἄλλη μὲν ἡ πρώτη οὐσία͵ ἄλλη δὲ τὸ πλῆθος τὸ ἀπ΄ αὐτῆς διακρινόμενον. Καλεῖται δὲ κόσμος οὐσιώδης τὸ συναμφότερον͵ καὶ ζωὴ μία͵ καὶ πολλαὶ μετὰ τὴν μίαν· κόσμος δέ ἐστιν ἅμα τῇ μιᾷ αἱ πολλαί· καὶ νοῦς ὁμοίως͵ ὁ μὲν πρῶτος͵ οἱ δὲ μεριζόμενοι ἀπὸ τοῦ πρώτου. Νοερὸς δὲ κόσμος ἐστὶν ὁ εἷς ἅμα καὶ οἱ πολλοί· οὐχ οὕτως ἔχει καὶ τὸ ἧττον ἐκεῖνο καὶ ἡνωμένον͵ ἀλλ΄ ἐν ἑαυτῷ συνεσπαρμένον καὶ οὐ διαστὰν εἰς μονάδα καὶ ἀριθμόν͵ τὸ αὐτὸ κατέστη μονάς τε καὶ ἀριθμός͵ ὥστε ταὐτὸν ἂν εἴη͵ καὶ κόσμος ὁμοῦ πᾶς καὶ ὅλος· οὐδὲ εἰς ὅλον καὶ πᾶν διακριθείς͵ ἀλλὰ καὶ ταῦτα ὡς ἕν· καὶ ταὐτὸν ἂν εἴη καὶ ἕν͵ εἴσω τε καὶ ἔξω πλῆθος εἶναι δοκοῦν· ὡς δὲ μονάδος τὸ εἴσω͵ ταὐτὸν δὲ εἴσω τε καὶ ἔξω·
1.278 ταὐτὸν γὰρ ἐκεῖ μονάς τε καὶ κόσμος· οὕτω δὲ ταὐτὸν εἴδη καὶ μέρη καὶ στοιχεῖα ἐκεῖ· ταὐτὸν γὰρ ὅλον καὶ πᾶν καὶ τὸ κρᾶμα τῶν στοιχείων· οὐδὲν γὰρ ἐκεῖ τούτων διώρισται οὐδ΄ ἄλλο τι ὅλως͵ ἀλλὰ τὸ ἓν ὂν μόνον͵ καὶ τοῦτο ἡνωμένον͵ ἀλλ΄ ὅπου μὲν ἀδιάκριτον ἕν τε καὶ ὄν͵ ἓν ὄνομα μόνον εἶναι καὶ ἓν δήλωμα βουλόμενον͵ ὅπου δὲ διακρινόμενον͵ μέρη γοῦν αὐτοῦ τὸ ἓν καὶ τὸ ὂν εἶναί φησιν͵ ὅπου δὲ διακεκριμένον͵ ἄπειρον πλῆθος͵ εἰ καὶ ἀεὶ τῷ ἑτέρῳ τὸ ἕτερον σύνδρομον· εἰς γὰρ ἑνώματα ἡ διάκρισις ἐγένετο τοῦ ἡνωμένου κατὰ τὸ αὐτοῦ πέρας· ὥστε οὐκ ἐδυνήθη παραλῦσαι τὴν τοῦ ἡνωμένου φύσιν οὐδὲ ἡ ἐκεῖ φανεῖσα διάκρισις͵ ἀλλὰ καὶ ἐπιχειρήσασα τῷ λόγῳ διήλεγξεν ἑαυτὴν οὐκ οὖσαν διάκρισιν· ἡνώθη γὰρ μᾶλλον ἢ διέκρινεν· μᾶλλον δὲ ἥνωσεν τὸ πλέον ἢ διέκρινεν. Τὰ γοῦν κέρματα τοῦ ἡνωμένου ἡνωμένα ἀπέφηνεν͵ ὥστε οὐ κέρματα͵ οὐδὲ διάκρισις ἄρα͵ ἧς τε οὐδὲν ἔργον ἐφάνη ἐν τῷ νοητῷ͵ πλὴν ἡ βεβαίωσις τῆς ἑνώσεως. Καὶ γὰρ ἅπερ ἔδοξεν διελεῖν͵ εἰς τὴν αὐτὴν ἐπαν ήγαγεν ἕνωσιν͵ οἷον εἴ τις τὸ χρυσοῦ εἶδος ἐθέλων διελεῖν εὕροι καὶ τὰ διαιρούμενα μηδὲν ἧττον χρυσὸν ὄντα· τοῦ ἄρα ποσοῦ μόνου γέγονεν͵ οὐ τοῦ χρυσοῦ κατὰ τὸ εἶδος· ἐκεῖ δὲ τοῦ ἡνωμένου μόνου ἐστίν· ποσὸν γὰρ οὐκ ἔστιν͵ οὐδὲ ἄλλο τι παρὰ ταύτην τὴν φύσιν. Ἀλλὰ δῆλον ὅτι ὁ Πλάτων͵ ἐνδείξασθαι βουληθεὶς ὅτι ἀδιαίρετός ἐστιν͵ ὑπέθετο διαίρεσιν καὶ εὗρεν αὐτὴν ἀνήνυτον͵ μᾶλλον δὲ μέγα τι ἀνύσασαν͵ ἐνδειξαμένην τοῦ ἡνωμένου τὸ ἀδιάκριτον͵ καὶ ἐπ΄ ἐσχάτῳ μένον ὡσαύτως͵ ὅπου δόξειεν ἂν αὐτὸ ἑαυτοῦ μάλιστα διακρίνεσθαι κατὰ τὴν προειλημμένην ἔμφασιν τὴν εἰς διάκρισιν͵ ἢ εἰς ἔνδειξιν͵ καὶ τὴν ψευδομένην ὑπόθεσιν ὑπεστήσατο. Τοιγαροῦν οὐδὲ εἴδη ῥητέον τὰ δόξαντα γεγονέναι κέρματα τοῦ ἡνωμένου͵ ἀλλ΄ οἷον εἴδη͵ οὐδὲ μέρη κυρίως͵ ἀλλ΄ οἷον μέρη. Τοῦτο μὲν οὖν καὶ σαφῶς ἐπέστησεν ἡμᾶς κάτω που μετὰ τὸ νοητὸν τὸ ὅλον καὶ τὰ μέρη πάλιν παραγαγὼν μετὰ τὸν ἀριθμόν͵ ἐκεῖνο διαδηλῶν͵ ὅτι τὰ ἄνω μέρη καὶ ὅλον· ἄλλως πως ἐλέγετο τὰ τοιαῦτα͵ καὶ τὸ πλῆθος πρὸ τοῦ ἀριθμοῦ θέμενος ἐν τῷ ἡνωμένῳ δῆλός ἐστι πρὸ παντὸς διορισμοῦ͵ τοῦτο νοῶν ἀδιόριστον. Οὐκ ἄρα οἷον
1.279 ἔκ τινων συγκείμενον͵ οὐ μὴν οὐδὲ συνεχές ἐστι τοῦτο τὸ πλῆθος· τὸ γὰρ συνεχὲς μετὰ τὸ διωρισμένον͵ ὥστε ἡνωμένον τὸ πλῆθος ἐκεῖνο͵ καὶ οὐδὲ εἰς τὰ πρῶτα πλήθη διαρούμενον͵ ἀλλ΄ ὅπερ ἔφην πολλάκις͵ ἄπειρόν ἐστι πλῆθος καὶ χαῶδες. Οὕτως ἄρα καὶ στοιχεῖα τὰ ἐκεῖ͵ οἷον ἑκάστους τοὺς ἀπὸ τῶν οἰκείων μονάδων διακρινομένους͵ καὶ οἷον στοιχεῖα· οὐ γὰρ διώρισταί πως εἰς μερικὰς καὶ στοιχειώδεις διαφοράς͵ οὐδὲ συγκέκραται͵ ἀλλ΄ ἥνωται πρὸ πάσης διακρίσεως͵ ὥστε καὶ τὸ πλάτος ἐκεῖ καὶ τὸ βάθος ἀδιάκριτον παντελῶς͵ ὡς κατ΄ ἐνέργειαν εἰπεῖν καὶ κατ΄ ἀλήθειαν· ὡς δὲ δυνάμει καὶ ὡς κατ΄ ἀναλογίαν ἔστω καὶ πλάτος καὶ βάθος ἑκάτερον ἐπίσης συνῃρημένον͵ οὐκ εἰς σύγκρασιν͵ ἀλλ΄ εἰς ἕνωσιν παντελῆ. Ὅπερ οὖν ἄρτι ἔλεγον͵ ταὐτὸν τὸ εἴσω καὶ τὸ ἔξω πλῆθος ἐν τῷ νοητῷ φαντάζεται· ὡς οὖν ἔξω τοῦ νοεροῦ διακόσμου παντός͵ οὐδεὶς ἂν προέλθοι νοῦς͵ πᾶς γὰρ ἐν αὐτῷ περιέχοιτο ἄν͵ καὶ ὡς ἔξω τοῦ ψυχικοῦ οὐδεμία ψυχή͵ περιέχοιτο γὰρ ἂν καὶ αὕτη ἐν τῷ οἰκείῳ διακόσμῳ͵ οὕτω καὶ τοῦ νοητοῦ διακόσμου ἐκτὸς οὐκ ἂν εἴη τὸ νοητόν. Οὐ τοίνυν ἄλλο μὲν τὸ μεθεκτόν͵ ἄλλο δὲ τὸ ἀμέθεκτον· συνῄρηται γὰρ καὶ αὐτά͵ δύο ὄντα πλήθη͵ εἰς ἓν τὸ ἀπλῶς τε καὶ ἡνωμένον͵ πλῆθος ὁπωσοῦν λεγόμενον. Τὸ γὰρ αὐτὸ καὶ πᾶσιν ἐποχεῖται καὶ πάντων ἐξῄρηται· οὐ γὰρ ἀντιδιῄρηται τὸ μεθεκτὸν τῷ ἀμεθέκτῳ͵ ἀλλὰ πρὸ τῆς ἀντιδιαιρέσεως τεταγμένον τὴν συναμφότερον ἔχει δύναμιν͵ πρὸ ἀμφοῖν͵ ὡς ταὐτὸν ὄν͵ καὶ μεθεκτὸν εἶναι καὶ ἀμέθεκτον. Καθόσον μὲν γὰρ ὑπὲρ τὸ μεθεκτόν͵ ἀμέθεκτον εἶναι φαντάζεται· καθόσον δὲ ἀποίου͵ καὶ μεθεκτὸν εἶναι δοκεῖ· περὶ μὲν δὴ μεθέξεως καὶ εἰσαῦθις. Νῦν δὲ πάλιν σκεψώμεθα περὶ τοῦ ἁπλῶς ἑνός͵ λέγω δὲ τοῦ κεχωρισμένου τῆς οὐσίας κατὰ τὴν ἐν μέσῳ φανεῖσαν ἑτερότητα͵ εἰ θετέον αὐτό͵ καὶ ἀπ΄ αὐτοῦ πλῆθος ἀμέθεκτον· τὸ μὲν γὰρ μεθεκτόν ἐστιν αἱ πολλαὶ ἑνάδες͵ ὧν ἐξημμέναι εἰσὶν αἱ πολλαὶ οὐσίαι λεγόμεναι κοινότερον. Τοσαῦτα γὰρ εἶναι κέρματα τῆς οὐσίας͵ ὅσα τοῦ ἑνὸς ὁ Παρμενίδης φησί· δεῖ δὲ πρὸ τούτου ἄλλο πλῆθος εἶναι͵ φαίη τις ἄν͵ τὸ ἀμέθεκτον καὶ τὸ ἁπλῶς ἓν πρὸ τοῦ πλήθους.