ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.280-1.282)


1.280 Εἰ γάρ εἰσιν αἱ πολλαὶ ἑνάδες͵ ἀναγκαῖον εἶναι μίαν πρὸ τῶν πολλῶν͵ τὴν ἁπλῶς ἑνάδα τοιαύτην· τὸ μὲν γὰρ ἡνωμένον οὐχ ἑνὰς μόνον͵ ἀλλὰ καὶ οὐσία͵ εἰ καὶ πρὸ ἀμφοῖν· τὸ δὲ ἐπέκεινα τοῦ ἡνωμένου καλούμενον ἓν τοιοῦτόν ἐστιν ἕν͵ οἷον ἐκεῖνο ἡνωμένον· ἀρχὴ γὰρ τοῦτο καὶ ἑνάδων καὶ οὐσιῶν ἁπασῶν. Ζητοῦμεν δὲ ἁπλῶς ἓν τὸ μόνων ἑνάδων ἡγούμενον͵ ὡς ἔχομεν οὐσίαν ἁπλῶς τὴν ἡγουμένην τῶν οὐσιῶν͵ καὶ ζωὴν ὁμοίως ἀρχὴν οὖσαν τὴν πρώτην ἁπασῶν τῶν ζωῶν͵ καὶ τὸν ἁπλῶς νοῦν μονάδα τῶν πολλῶν νόων ἐπεὶ καί͵ εἰ ἔστιν ἡ μὲν οὐσιώδης ἑνάς͵ ἡ δὲ ζωτική͵ ἡ δὲ νοερά͵ τὸ μὲν ἰδιόν ἐστιν ἑκάστης͵ τὸ δὲ κοινόν τι· ὅθεν οὖν τὸ κοινὸν ἓν τοῦτο ἁπάσαις͵ ἢ ἀπὸ τοῦ κοινοῦ αἰτίου· τοῦτο δὲ ἁπλῶς ἓν ἐξ ἀνάγκης ὑποτεθήσεται. Ἔτι δὲ ἡ ἁπλῶς ψυχὴ νοῦ τινός ἐστιν ἐξημμένη͵ καὶ οὐ τοῦ ἁπλῶς͵ καὶ ὁ ἁπλῶς νοῦς τῆς τινὸς ζωῆς͵ ἀλλ΄ οὐ τῆς ἁπλῶς͵ καὶ ἡ ἁπλῶς ἄρα ζωὴ τῆς τινὸς οὐσίας͵ ἀλλ΄ οὐχὶ τῆς πρώτης. Οὕτως ἄρα καὶ ἡ ἁπλῶς οὐσία τινὸς ἑνάδος͵ ἀλλ΄ οὐ τῆς ἁπλῶς ὄχημα φανεῖται· δεῖ δὲ πρὸ τῆς τινὸς εἶναι τὴν ἁπλῶς ἑνάδα· ἀεὶ γὰρ ἁπλῶς ἀμέθεκτόν ἐστι͵ τὸ δὲ μεθεκτὸν οὐδέποτε ἁπλῶς. Εἰ δὲ καὶ τὸ ἡνωμένον͵ διακρινόμενον͵ δύο ποιεῖ͵ τὸ ἁπλῶς ὂν ἔδει ποιεῖν καὶ τὸ ἁπλῶς ἕν͵ ἤ τι ἑκάτερον· ὁμοταγῆ γὰρ ἐν τῇ ἑνώσει τυγχάνει ὄντα. Εἰ δὲ τὸ ἓν ἁπλῶς εἶναί φαμεν͵ πάντως ὅτι καὶ τόδε ἁπλῶς γεννήσεται. Πιθανὴ μὲν οὖν ἡ συνηγορία τῆς ὑποθέσεως· οὐ μὴν οὕτως ἔχειν ἡγοῦμαι τὸ πρᾶγμα· πολλὴ γὰρ καὶ ἡ ἀντίξους ὑπόνοια͵ θεὸς δέ τις ἡμᾶς ἐλεήσας κυβερνήσειεν τὴν τοῦ λόγου ὁρμὴν εἰς αὐτὴν τὴν ἀλήθειαν.

Πρῶτον μὲν οὖν τῷ Πλάτωνι βέλτιον συγκινδυνεύειν ποιοῦντι μετὰ τὸ ἓν ὂν εὐθὺς τὸ ἓν καὶ τὴν οὐσίαν͵ ἀντιπαρατεταγμένα κατὰ δύο στίχους. Ἀλλ΄ ἴσως τῇ ἁπλῶς οὐσίᾳ τὸ ἁπλῶς ἓν ἀντιτίθησιν͵ εἰ καὶ τὸ τὶ ἓν αὐτῇ συζεύγνυσιν· ἀλλὰ τοσαῦτα κατακεκερματίσθαι τὴν οὐσίαν φησίν͵ ὅσα τὸ ἕν. Εἶτα δὲ τὸ ἁπλῶς προτάξομεν ἓν πρὸ τῆς ἁπλῶς οὐσίας. Ἔτι δὲ καὶ τὸ ἀμέθεκτον πλῆθος

1.281 ἐκεῖνο συνηρτημένον οὐκ ἔσται ἴσα τὰ κέρματα τῆς οὐσίας καὶ τοῦ ἑνός· τὸ δὲ μεῖζον τεκμήριον͵ ἐν τῷ ἡνωμένῳ κατὰ τὴν ἀρχὴν εὐθὺς τῆς δευτέρας ὑποθέσεως τό τε ἓν ὑποτίθεται μετέχειν τοῦ ἑνός͵ καὶ τὸ ἓν τοῦ ὄντος. Εἰ δὲ ἐν τῷ ἡνωμένῳ ἀντιμετέχει ἀλλήλων͵ ὡς δοκεῖ͵ πάντως ὅτι καὶ διακριθέντα ἀντιμετέχει ἀλλήλων͵ ὡς λέγεσθαι τὸ ἓν οὐσιῶδες͵ καὶ τὸ ὂν ὁμοειδές. Ὅτι μὲν οὖν οὐ κατὰ τὴν Πλάτωνος γνώμην εἴρηται τὰ πρότερα͵ φανερὸν ἐκ τούτων. Φέρε δὲ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων ἐπιχειρήσωμεν τῷ ἐναντίῳ λόγῳ συνηγορεῖν. Πρῶτον μὲν οὖν τὸ ἁπλῶς ἓν ποῦ θησόμεθα εἶναι; οὔτε γὰρ ἐν τῷ νοητῷ͵ τοῦτο γὰρ ἦν τὸ ἡνωμένον͵ οὔτε ἐν τῷ νοητῷ καὶ νοερῷ· τούτου γὰρ ἡ ὄντως οὐσία τὸν τόπον ἐπέχει κατὰ τὸν ἐν Φαίδρῳ Σωκράτη. Διὸ καὶ ἐπιστῆσαι δοκεῖ μοι πολλάκις͵ οὐχ ἁπλῶς οὐσίαν λέγων͵ ἀλλὰ τὴν ὄντως͵ καὶ ᾗ ἐστιν ὄντως͵ δεικνύμενος͵ τὴν ἀντιδιῃρημένην τῷ ἑνὶ οὐσίαν. Ἀλλ΄ ἴσως εἴποι τις ἂν ὅτι͵ καθάπερ ὁ νοερὸς διάκοσμος καὶ ὁ ψυχικὸς ἑκάτερον περιέχει πλῆθος μετὰ τοῦ ἁπλῶς͵ τό τε μεθεκτὸν καὶ τὸ ἀμέθεκτον͵ οὕτω καὶ ὁ νοητὸς καὶ νοερὸς τὴν ἑαυτοῦ ἀκρότητα στήσεται μετὰ τοῦ ἁπλῶς καὶ τοῦ ἀμεθέκτου πλήθους· ἀλλ΄ οὐκ ἔχομεν πρὸ τῆς ἑτερότητος ὑποθέσθαι πολλοὺς θεούς· ἡ δὲ ἑτερότης ἅμα τῇ ἑνάδι τὴν οὐσίαν ἐξέφηνεν. Εἰ δὲ καὶ αὐτὴ ἡ ἑτερότης πρὸ τῆς μεθεκτῆς ἔσται ἀμέθεκτος͵ καὶ πλῆθος ἀμέθεκτον ἔχουσα πολλῷ πλειόνων θεῶν ἔσται πρὸ τῆς οὐσίας συναγερμός. Εἰ δὲ καὶ μὴ μόνον τὸ ἓν ἁπλῶς͵ ἀλλὰ καὶ τὰ πολλὰ ἁπλῶς τούτῳ ἀντιθήσωμεν͵ ἔσται καὶ τῶν πολλῶν τούτων ἀμέθεκτος πρόοδος͵ οἷον πολλαί τινες μετὰ τὴν μίαν πολλότητες. Πῶς δὲ οὐκ ἀνάγκη τῷ ἁπλῶς ἑνὶ ἀντιθεῖναι τὰ ἁπλῶς πολλά; ἀλλ΄ ἔστω τὰ πολλὰ ταῦτα τοῦ ἑνὸς οἷον δύναμις ἢ γονιμότης· ἀλλ΄ ἤδη χωρὶς τέτακται τὰ ἐκεῖ͵ ὥστε καὶ τὰ πολλὰ ἄλλη ἑνὰς οἷον πολλοποιός. Καὶ μήποτε ἡ ἑτερότης ἐκείνη ὑμνηθεῖσα αὕτη ἐστὶν ἡ ἀρχὴ ἀντικειμένη τῷ ἑνί· ἀλλ΄ αὕτη καὶ τῇ οὐσίᾳ ἀντίκειται· τρεῖς γὰρ φανεῖσαι ὁμοῦ μονάδες͵ τὸ ἕν͵ ἡ ἑτερότης͵ ἡ οὐσία.

Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἔστι πάρεργον ὁδοῦ ἀκριβοῦντι τῷ λόγῳ·

1.282 πλὴν ἐκεῖνο ἀπαιτήσει ὁ λόγος͵ ὡς ἀπὸ τοῦ ἑνός͵ οὕτω καὶ ἀπὸ τῆς πολλότητος προϊέναι πολλοὺς θεούς͵ καὶ ἀμεθέκτους καὶ μεθεκτούς͵ εἴπερ ἐστὶ πολλὰ ἁπλῶς. Πῶς δὲ οὐκ ἔστιν͵ εἴπερ τὸ ἁπλῶς ἕν; καὶ πῶς γεννήσει τὸ ἓν πλῆθος εἰς τὸ ἔξω͵ μηδὲν ἔχον ἐν ἑαυτῷ πεπληθυσμένον͵ ἅτε ἁπλῶς ὂν ἕν; ἀλλ΄ οὐδὲ τὰ πολλὰ διώρισταί πως ἐν ἑαυτοῖς͵ ὡς δέδεικται πρότερον͵ ἀλλ΄ ἔστιν ἓν καὶ αὐτὸ πολλοποιόν. Εἰ δὲ καὶ λέγει τις τοῦ ἑνὸς εἶναι τὰ πολλά͵ ὡς τοῦ στοιχειωτοῦ τὰ στοιχεῖα͵ οὐδὲ οὕτω κατὰ τὰ πολλὰ γεννήσει τὸ ἕν· ἀδιόριστον γὰρ ἑκάτερον καὶ ἀπλήθυντον͵ εἴσω μέν τε καὶ ἔξω ἀπρόοδον͵ ὡς φάναι ὁμοειδῆ πρόοδον καὶ οἰκείου πλήθους. Χωρὶς δὲ τούτων͵ ἡ μὲν οὐσία ἐστὶ σύνθετος͵ ἡ δὲ ἁπλῆ͵ καὶ ἑνιαία μὲν αὕτη͵ ἐκείνη δὲ ἡνωμένη πως ὡς κατὰ σύγκρισιν. Εἰ δὲ ἑκατέρα τοιάδε οὐσία͵ τίς ἄρα οὐσία ἑκατέρα; ἁπλῶς ἄρα οὐσία ἡ πρὸ ἀμφοῖν συναμφότερος. Καὶ ζωὴ ὁμοίως ἁπλῶς ἐκείνη ἡ ἡνωμένη͵ καὶ νοῦς ὡσαύτως. Ἆρα οὖν καὶ ψυχὴ ἡ μὲν ἑνιαία͵ ἡ δὲ οὐσιώδης͵ ἑκατέρα τοιάδε καί τις; Καὶ σῶμα ὁμοίως͵ τὸ μὲν ἑνιαῖον͵ ὃ ποιεῖ τὸν ἐγκόσμιον θεόν͵ τὸ δὲ οὐσιῶδες͵ ἐξημμένον τοῦ σωματοειδοῦς ἑνὸς λεγομένου κατὰ πρόληψιν τῆς σωματικῆς ἰδιότητος; καὶ τί ἑκάτερον ὅπερ οὖν ἢ ἀέρων͵ εἰ καὶ τούτων ἡ ἁπλῶς ὑπόστασις προϋπάρχει κατὰ τὸ πρὸ ἀμφοῖν συναμφότερον ἐν τῷ νοητῷ; ἢ οὐδὲν θαυμαστόν· πάντα γάρ ἐστιν ἐκεῖνο͵ ἀλλὰ νοητῶς͵ τοῦτο δέ ἐστι κατὰ μίαν ἕνωσιν· διὸ τὸ νοητὸν ἡ ἁπλῶς οὐσία λέγεται εἶναι καὶ πρὸς τῶν φιλοσόφων· καὶ ὥσπερ ἀπὸ τοῦ ἁπλῶς ἑνὸς καὶ πρὸ πάντων ἀπογεννᾶται͵ οὕτω καὶ ἀπὸ τοῦ νοητοῦ πάντα ἐκμηρύεται· πανταχοῦ ἄρα τὸ ἓν καὶ τὸ ἐφ΄ ᾧ ὀχεῖται͵ τὸ ἕν τι ἑκάτερον͵ καὶ τοιόνδε ἑκάτερον͵ ἁπλῶς δὲ τὸ συναμφότερον. Εἰ δὲ ταῦτα καλῶς εἴρηται͵ τὸ μὲν ἁπλῶς ὂν ἔσται τὸ ἡνωμένον͵ ὃ καὶ πάντα ὄν ἐστι͵ τὸ δὲ ἁπλῶς ἓν ὑπὲρ τὸ ἡνωμένον· καὶ αὐτὸ γὰρ ὑπόκειται