ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.283-1.285)


1.283 πάντα ἕν· μετὰ δὲ τὸ ἁπλῶς ἓν καὶ τὸ ἁπλῶς ὂν αἱ τινὲς ἑνάδες καὶ αἱ τινὲς οὐσίαι χωρίζονταί τε καὶ συντάττονται πάλιν ὡς ὀχοῦν καὶ ὀχούμενον͵ ἢ μετ έχον καὶ μετεχόμενον· ἄνω δὲ καὶ ταῦτα ἀδιάκριτα ἦν ἐν τῷ νοητῷ. Τί οὖν; τὸ ἁπλῶς ἓν ἐκεῖνο οἷον μονάς ἐστι τῶν κάτω πολλῶν ἑνάδων͵ καὶ τὸ ἁπλῶς ὂν τῶν οὐσιῶν; ἀλλ΄ ἑκάτερον πάντων ἦν αἴτιον͵ καὶ οὐ τὸ μὲν ἓν μόνων τῶν ἑνάδων͵ τὸ δὲ ὂν μόνων τῶν οὐσιῶν; δεησόμεθα γὰρ ἄλλης οὐσίας͵ τῆς κοινῆς τῶν πάντων· ἢ τὸ μὲν ἁπλῶς ἓν οὔτε ὑποστάσει οὔτε ἰδιότητι ὂν εἶναι θετέον͵ τὸ δὲ ἁπλῶς ὂν οὔτε ἰδιότητι οὔτε ὑποστάσει θετέον ἕν͵ ἀλλὰ μόνον κατὰ τὴν ὅλην ὕπαρξιν͵ τὸ μὲν ἔστω ἕν͵ τὸ δὲ ὄν. Διόπερ ἐν δίκῃ τὸ μὲν ἁπλῶς ἕν͵ τὸ δὲ ἁπλῶς ὂν ὑμνητέον͵ καὶ τοῦτό ἐστι τὸ ἓν ἁπλῶς ὅπερ ἐπιποθοῦσιν ἡμῶν αἱ ἔννοιαι πρὸ τῶν πολλῶν ἑνάδων. Καὶ τοῦτό γε τὸ ἁπλῶς ὂν ὃ πρὸ παντὸς ὄντος ἀξιοῦμεν εἶναι· μετὰ δὲ ταῦτα φανεῖσα ἡ ἑτερότης ἐχώρισεν ταῦτα καὶ ὑπέστησε τὰ τοιάδε καί τινα μετὰ τὰ ἁπλῶς͵ οὐκ ἐκείνης ὄντα τῆς φύσεως͵ ἀλλ΄ οἷον ἐκείνης εἰκόνας. Ὑπερούσιον μὲν γὰρ καὶ τὸ μετεχόμενον͵ ἀλλ΄ ὡς ὑπὲρ τὴν μετέχουσαν αὐτοῦ οὐσίαν τὴν καθ΄ ὑπόστασιν ἀντιδιῃρημένην πρὸς τὴν κατ΄ ἰδιότητα μόνην ἑνιαίαν οὐσίαν· ὑπερούσιον δὲ καὶ τὸ ἡνωμένον͵ ἀλλ΄ ὑπὲρ ἑκατέραν οὐσίαν τήν τε κατ΄ ἰδιότητα καὶ τὴν ὑπόστασιν· ὑπερούσιον δὲ καὶ τὸ ἓν καὶ τὰ τούτου πολλά͵ αἱ δύο ἀρχαί͵ ἀλλ΄ ὑπὲρ τὴν ἁπλῶς οὐσίαν τὴν πρὸ ἀμφοῖν· διὸ τὸ ἁπλῶς ἓν τοῦτό ἐστι καὶ τὸ ἁπλῶς ὑπερούσιον. Ἀλλὰ γὰρ καὶ τὸ ἕν͵ τὸ μὲν ὡς ὑπὲρ τὸ μικτὸν ἡνωμένον͵ ὅπερ οὐσίαν καλοῦμεν καθ΄ ὑπόστασιν͵ τὸ δὲ ὡς ὑπὲρ ἑκάτερον μικτόν͵ τό τε καθ΄ ὑπόστασιν καὶ τὸ κατ΄ ἰδιότητα ὃ προείληφεν ἡ οὐσιώδης ἑνάς· πρὸ ἀμφοῖν γὰρ ἐκεῖνο ἕν͵ καὶ παντὸς ἑνὸς τοῦ συζυγοῦντος τῷ μετέχοντι μικτῷ ἑνικώτερόν τε καὶ ἁπλούστερον· οὐδὲ γὰρ ἁπλοῦν ὡς πρὸς ἄλλο σύνθετον͵ οὐδὲ μὴν οὐδὲ κατ΄ ἰδιότητα σύνθετον͵ ἀλλὰ πρὸ ἀμφοῖν ἁπλοῦν καὶ ἀσύνθετον· ἓν δὲ ἡ μία ἀρχὴ κυριώτατα πάντων͵ ὅτι καὶ ὑπὲρ τὸ πρὸ ἀμφοῖν κατὰ τὸ συναμφότερον ἡνωμένον͵ ἐπεὶ καὶ ἡνωμένον τοῦτο μὲν πρώτως καὶ μάλιστα͵ δεύτερον δὲ τὸ κατ΄ ἰδιότητα μικτόν͵ τρίτον δὲ καθ΄ ὑπόστασιν͵ ὃ μᾶλλον σύγκρατον ἐκ στοιχείων ῥητέον͵ εἴπερ ἡνωμένον αὐτό τε καὶ τὸ πρὸ αὐτοῦ ἑνιαῖον μικτόν͵ οὗπερ ἐξήρτηται ὥσπερ ὅλον τὸ μετὰ τοῦτο͵ καὶ τὸ μετὰ τοῦτο πάλιν μονάδα· ἀεὶ γὰρ συνωνυμεῖ τῷ μετεχομένῳ τὸ μετέχον κατὰ τὴν ἰδιότητα ἑκάστην.

1.284 Εἰ τοίνυν τολμήσαντα χρὴ ἀποφήνασθαι ἅμα μὲν πρὸς ἔνδειξιν ἀκριβεστέραν ἧς λέγομεν περὶ φύσεώς τε καὶ ἀναλογίας͵ ἅμα δὲ πρὸς ἀποπλήρωσιν τῆς πολυπράγμονος ἡμῶν ὄντως ἐννοίας͵ εἴποιμι αὐτοῦ ἁπλῶς ἑνὸς καὶ πρώτου τῶν πάντων αἰτίου συγγενὲς ἀποφύεσθαι πλῆθος τὸ ἀμέθεκτον͵ καὶ ὅτι μάλιστα αὐτῷ παρωμοιωμένον τὸ νοητὸν τῶν θεῶν γένος͵ ἐν τῇ ἐκείνου μένον ἑνότητι͵ καὶ διὰ τοῦτο ἡνωμένον πρὸς ἑαυτό τε καὶ πρὸς ἐκεῖνο͵ καὶ τὸν κρύφιον διάκοσμον ἡμῖν παρεχόμενον͵ ἐν οἷς ἀδιάκριτον καὶ ὑπὲρ πᾶσαν κοσμικὴν εὐταξίαν τεταγμένον ὑπερκόσμον οἱ θεοὶ ἀνυμνήκασιν͵ μεθεκτὸν δὲ οὐκέτι πλῆθος παράγειν· οὐδὲ γὰρ τὸν οὐρανὸν τοῦτον τὸν αἰσ θητόν͵ καίτοι παράγοντα τὸν ὑπουράνιον κόσμον͵ ὅπως ἀμέθεκτον μὴ παράγειν τὸ τῶν θεῶν πλῆθος͵ ἀλλὰ μόνον μεθεκτόν τε καὶ ὑποσέληνον. Οὐδὲ γὰρ αὐτὸς ὁ γεννῶν ὁ μεθεκτὸς ἦν· ἡ τοίνυν ἀντίστροφος ἀρχὴ πρώτη γεννῶσα πάντα μὲν γεννᾷ͵ μόνην δὲ ἐξῆψεν ἑαυτῆς τὴν ἀμέθεκτον τῶν θεῶν γενεάν͵ εἰς μίαν ἕνωσίν τε καὶ φύσιν αὐτὴν συνέλουσα. Καὶ ἄλλως δὲ ἐχρῆν τῆς πάντη καὶ πάντων ἐξῃρημένης ἀρχῆς καὶ τῆς ἐχούσης δὴ τὸ ἀποφυόμενον πλῆθος ἀμέθεκτόν τε καὶ μεθεκτόν͵ εἶναι τὴν νοητὴν ἀρχήν͵ ᾗ συνέζευκται πλῆθος ἓν μόνον καὶ τὸ ἀμέθεκτον͵ οἷον τὸ τῶν νοητῶν θεῶν γένος εἶναί φαμεν· ἓν γὰρ τὸ νοητόν͵ καὶ αὖ τριχῆ θεωρούμενον͵ αὐτὸ μὲν ἐν ἑαυτῷ μένον κατὰ τὸ ἕν͵ αὐτὸ δὲ ἐν ἑαυτῷ καὶ ἀφ΄ ἑαυτοῦ προϊόν πως κατὰ τὴν τριάδα· καὶ ἡ τριὰς αὐτοῦ ἐστιν οὐ διάκρισις τῶν αὐτοῦ οὐσιῶν͵ ἀλλ΄ ἔνδειξις μόνη τοῦ πλήθους͵ ὅσον καὶ οἷον ἐν τῷ νοητῷ συνήνωται. Ἀλλ΄ ἐπειδὴ ταῦτα μόλις ποτὲ διεπερανάμεθα͵ φέρε καὶ τὰς τῶν παλαιῶν θεολόγων ὑποθέσεις ἐπισκοπήσωμεν͵ ὅπως ἄν τις νοήσειεν κατὰ

1.285 τὰς φιλοσόφους ταύτας ἐννοίας ἀποπεφρασμένας· καὶ πρώτην γε τὴν πασῶν μυστικωτάτην εἶναι ὁμολογουμένην τὴν χαλδαϊκήν. Ἀτεχνῶς γὰρ αὕτη καὶ ἀντιφθέγγεσθαι δοκεῖ μάλιστα πασῶν ταῖς ἡμετέραις ὑπονοίαις͵ ὡς ἔνι μάλιστα καὶ συναιρεῖν εἰς μίαν ἕνωσιν γλιχομέναις τὸ νοητόν. Τρεῖς γὰρ ἐκεῖ τριάδας ἡμῖν παραδιδόασιν οἱ θεουργοί͵ παρ΄ αὐτῶν τῶν θεῶν διδαχθέντες· ἀλλὰ καὶ Αἰγύπτιοι͵ ἀλλὰ καὶ Φοίνικες πολλὴν γενεὰν θεῶν ἐν τῷ νοητῷ παράγουσιν͵ ὡς μικρὸν ὕστερον ἱστορήσομεν. Τί δέ; ὁ θεῖος Ὀρφεὺς οὐ πολλοὺς θεοὺς ὑφίστησιν ἀπὸ τοῦ Χρόνου μέχρι τοῦ πρωτογόνον Φάνητος; αὐτὸς δὲ ὁ πολυτίμητος ἡμῖν φιλόσοφος ὁ Πλάτων οὐχὶ τρία συμπεράσματα συμπεραίνεται ἐπὶ τοῦ ἑνὸς ὄντος· ταὐτὸν δὲ εἰπεῖν͵ οὐ τρεῖς νοητὰς παραδίδωσι θείας τάξεις ἀλλήλων διαφερούσας; ὥστε ζητητέον ὅπως ταῦτα νοοῦντες οἵ τε θεοὶ καὶ οἱ θεῶν ἀγχίσποροι ἄνδρες παραδεδώκασιν· αὐτίκα τοῖς θεουργοῖς οἱ θεοὶ πῶς τὰς νοητὰς ἐκδεδώκασιν τριάδας; τρεῖς ἄρα͵ ὡς οἱ νεώτεροι φιλόσοφοι τεχνολογοῦσιν ἑκάστης τριάδος͵ πέρας μὲν τὸ ἄκρον͵ οὐσία δὲ ἡ ζωή͵ νοῦς τὸ ἔσχατον͵ ἄπειρον δὲ τὸ μέσον͵ ὡς εἶναι δύο μὲν ἑνάδας͵ μίαν δὲ μονάδα τῆς τριάδος οὐσιώδη καὶ σύνθετον. Ἀλλὰ πρῶτον μὲν θαυμαστὸν ὅτι δύο μὲν ἑνάδες μετέχονται͵ τὸ δὲ μετέχον ἐν ᾗ οὐσίωται κλύειν͵ ἔπειτα διὰ τί τὸ μὲν πέρας ἑνάς͵ καὶ τὸ ἄπειρον πάλιν ἑνὰς ἑτέρα͵ αὕτη μὲν δύναμις͵ ἐκείνη δὲ πατήρ͵ τὸ δὲ τρίτον ὁ πατρικὸς νοῦς οὐχὶ καὶ αὐτὸς ἑνὰς τρίτη· ἔδει γὰρ καὶ τὸν νοῦν ἀπὸ ἑνάδος ἄρχεσθαι͵ καὶ ζωὴν δὲ ἢ καὶ οὐσίαν. Ἀμέλει καὶ αὐτοὶ ἐν τοῖς νοεροῖς τὸν νοῦν προτάττουσιν τὸν ἑνιαῖον τοῦ οὐσιώδους· τὸ αὐτὸ ἄρα καὶ πολὺ δικαιότερον ἐπὶ τῶν νοητῶν