ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.286-1.288)


1.286 ἔδει ποιεῖν· τοὐναντίον δὲ οἱ θεολογοῦντες͵ ὧν ποιοῦνται τὰς ἐξαιτήσεις͵ οὐ τῶν ὀχημάτων͵ οὐδὲ τῶν ἀπὸ θεῶν προελθόντων͵ ἀλλ΄ αὐτῶν τῶν θεῶν τὰς γενεὰς ἡμῖν καὶ τὰς τάξεις παραδιδόασιν. Εἰ τοίνυν τὰς νοητὰς καὶ τὰς νοερὰς καὶ τὰς ὑπερκοσμίους καὶ τὰς ἐγκοσμίους͵ ὡς θεῶν παραδιδομένων ἀκούομεν͵ τί δήποτε ἐπὶ μόνων τῶν νοητῶν παραμίγνυσθαι τὰ ἀπὸ τῶν θεῶν ἀξιοῦμεν αὐτοῖς τοῖς θεοῖς͵ καὶ ἐὰν μὲν πατέρα ἢ δύναμιν εἴπωσιν͵ ὡς ἑνάδας ἀκούομεν͵ ἐὰν δὲ νοῦν πατρικόν͵ ἐπὶ ἄλλο μετερχόμεθα γένος; Καίτοι τί ποιήσομεν ὅταν ὁ πατρικὸς νοῦς παράγειν λέγηται τὰς τριαδικὰς διακοσμήσεις͵ ἴυγγας͵ συνοχέας͵ τελετάρχας͵ τὰς νοερὰς τριχῆ διαιρέσεις͵ τὰς κοσμικὰς ἁπάσας; Ἆρα ἀπὸ τοῦ μικτοῦ καὶ συνθέτου νοῦ παράξομεν τὰς ἑνάδας͵ καὶ τὸ διάφορον ποιήσομεν; ἢ εἴ τις ἀπὸ σωμάτων παράγοι τὰς ψυχάς͵ ἢ ἀπὸ ψυχῶν τοὺς νόας͵ ἀλλὰ τὰς ἴυγγας καὶ τοὺς συνοχέας καὶ τοὺς ἄλλους θεοὺς οὐχὶ ἑνιαίους͵ ἀλλ΄ οὐσι ώδεις ὑποθησόμεθα· ἀλλ΄ ἡμῖν τε αὐτοῖς καὶ τοῖς θεοῖς ἀντιφθεγξόμεθα. Εἰ δὲ ὁ παρ΄ Ὀρφεῖ πρωτόγονος θεὸς ὁ πάντων σπέρμα φέρων τῶν θεῶν ἀπὸ τοῦ ὠοῦ πρῶτος ἐξέθορε καὶ ἀνέδραμε͵ τίς μηχανὴ τὸ μὲν ὠὸν ἐξηγεῖσθαι τὸ ὄν͵ τὸν δὲ ἀπὸ τοῦ ὄντος ἐκθορόντα πρωτόγονον θεὸν ἀνυμνεῖν; πῶς δὲ ἔχει λόγον οὐσίας μὲν διττὰς ὑποτίθεσθαι͵ καὶ ζωὰς ὁμοίως͵ εἰ δὲ μή͵ νόας τε καὶ ψυχάς͵ τοὺς μὲν ἀμεθέκτους͵ τοὺς δὲ μεθεκτούς͵ ἑνάδας δὲ πάσας μεθεκτάς͵ ἐν αἷς μάλιστα τὸ ἀμέθεκτον ἔπρεπεν; Ἀλλ΄ οὕτω μὲν οὐ ποιήσομεν τὰς τριάδας͵ ἀλλ΄ εἶναι τριῶν ἑνάδων ἑκάστην͵

1.287 ὧν τῆς ἐσχάτης τὴν οὐσίαν ἐξαρτήσομεν͵ ὥς ποτε ἐδόκει καὶ τῷ ἡμετέρῳ καθηγεμόνι͵ ἐπειδὴ ταύτας πρὸς αὐτὸν τὰς ἐπιστάσεις περὶ τοῦ τρίτου ἐκοινωσάμην͵ ὡς εἶναι καὶ ἑκάστην τριάδα μόνην ἑνιαίαν͵ καὶ τὰς δύο πρὸ τῆς τρίτης ἀμεθέκτους ἑνάδας͵ ἐκείνην δὲ μεθεκτὴν ἐν ἑκάστῃ. Ἆρα οὖν οὕτω μᾶλλον; ἢ πρῶτον μὲν ὅλη ἐξηγεῖται ἀεὶ τῆς δευτέρας ὅλης ἡ προτέρα τριάς. Διεσκορπισμένον ἄρα ἔσται τὸ ἀμέθεκτον πλῆθος͵ ἀλλ΄ οὐ συνεχὲς ἑαυτῷ καθ άπερ ἐπὶ τῶν ἄλλων· οὐ γὰρ ἂν εὕροιμεν ψυχὴν μεθεκτῶν ἐν τῷ μέσῳ τῶν ἀμεθέκτων͵ οἷον ἐγκόσμιον μεταξὺ τῶν ὑπερκοσμίων͵ οὐδὲ νοῦν μεθεκτὸν ἐν μέσῳ τῶν ἀμεθέκτων͵ οἷον ὑπερκοσμίον ἐν τοῖς νοεροῖς. Πῶς οὖν μετὰ τὴν τρίτην ἑνάδα μεθεκτὴν οὖσαν τῆς πρώτης τριάδος ἡ πρώτη ἑνὰς τῆς δευτέρας τετάξεται; ὅλη γὰρ μετὰ ὅλην͵ ἡ δευτέρα μετὰ τὴν πρώτην͵ καὶ δὴ καὶ ἡ τρίτη μετὰ τὴν δευτέραν. Ἔπειτα συνδιασπασθήσεται καὶ τὸ οὐσιῶδες νοητὸν καὶ οὐκ ἔσται ὅλον πρὸς ὅλον αὐτὸ πρὸς ἑαυτὸ συννενευκός τε καὶ ἡνωμένον͵ εἴπερ οὐδὲ τὰς ἑπομένας ἑνάδας ἀλλήλαις ὁμοῦ τάξομεν͵ ἀλλὰ διειλημμένας ὑπὸ τῶν ἀμεθέκτων· ἐκ δὲ αὖ τριῶν πῶς μίαν τριάδα ποιοῦμεν ἐκ μονάδων τριῶν ἀνομοειδῶν͵ τῶν μὲν ἀμεθέκτων͵ τῶν δὲ μεθεκτῶν; ὅμοιον ὡς εἴ τις ἕνα ποιοῖ ἀριθμὸν ἀπὸ μέν τινων ὑπερκοσμίων͵ ἀπὸ ἐνίων δὲ ἐγκοσμίων͵ ἢ τῶν μὲν ἀρχικῶν͵ τῶν δὲ ἀρχαγγελικῶν͵ ἢ τούτων τε καὶ τῶν ἀζώνων. Πρὸς δὲ τούτοις ἐπεὶ κόσμον τὸ τῶν ἀμεθέκτων͵ ὡς ἐπὶ ψυχῶν͵ ὡς ἐπὶ τῶν νόων͵ δῆλον ὡς καὶ ἐκείνων τὸ μὲν ἀμέθεκτον ἄλλον͵ ἄλλον δὲ τὸ μεθεκτὸν ἀποπληρώσει διάκοσμον. Τίς οὖν ὁ νοητός; πότερον ὁ ἀμέθεκτος; καὶ τίς ἔσται ὁ μεθεκτὸς ἀριθμός; οὐσίας μὲν γάρ͵ ὁ δὲ μετὰ τὸν νοητόν͵ ζωῆς͵ ὥς φαμεν· ἢ ὁ μεθεκτός ἐστιν ὁ νοητός. Καὶ τίς ἂν εἴη ὁ πρὸ τούτου καὶ

1.288 ἀμέθεκτος; πρῶτος γὰρ κόσμος ὁ νοητός͵ ὥς φαμεν· εἰ δὲ ὁ συναμφότερος νοητός͵ διὰ τί μὴ καὶ οἱ ἄλλοι κόσμοι κατὰ τὸ συναμφότερον πλῆθος ὁ νοητὸς καὶ νοερός͵ ὁ νοερός͵ ὁ ὑπερκόσμιος͵ ὁ ἐγκόσμιος; Ἔτι τοίνυν εἰ ἡ αὐτὴ ἰδιότης ἔν τε τῇ ἑνάδι καὶ τῇ ἐξημμένῃ αὐτῆς οὐσίᾳ͵ νοῦς δὲ πατρικὸς ἐκείνη͵ καὶ αὕτη ἄρα νοῦς πατρικός. Εἰ δὴ ἐκείνη συμπληροῖ τὴν τριάδα κατὰ ταύτην τὴν ἰδιότητα͵ σαφὲς ὅτι καὶ ἡ οὐσία τὴν αὐτὴν κατὰ τὴν αὐτήν· καὶ γὰρ ἐν τοῖς ἄλλοις κόσμοις ἀνάλογον τοῖς ἑνιαίοις τὰ οὐσιώδη συντέτακται. Πῶς οὖν τῆς τριάδος αἱ μὲν ἁπλαῖ δύο μονάδες͵ ἡ δὲ τρίτη διπλῆ ἐστιν͵ ἑνάς τε ἅμα καὶ οὐσία; Χωρὶς δὲ τούτων͵ εἰ ὁ μὲν πατρικὸς νοῦς ἑνάς͵ ἐξῆπται δέ τις αὐτοῦ οὐσία͵ καὶ ταῦτα ἑτερότητι κεχώρισται ἀλλήλων͵ φανερόν τε τὸ πρὸ ἀμφοῖν ἡνωμένον͵ εἰ μεταξὺ τῆς τριάδος ἐμπεσεῖται͵ καὶ διασπάσει αὐτήν; ἢ πρὸ τῆς τριάδος ἔσται͵ καὶ τῆς πρώτης λέγω· καὶ τὰς τριάδας οὐκέτι μετὰ τὴν μίαν ἀρχὴν τάξομεν͵ ὡς καὶ αὐτοὶ βούλονται λέγειν͵ καὶ τὰ λόγια μαρτύρονται͵ οὐχ οἱ νεώτεροι μόνοι͵ ἀλλὰ καὶ Ἰάμβλιχος καὶ Πορφύριος· καὶ φανοῦνται πρὸ τούτων ἄλλαι τριάδες συσταμέναι κατὰ τὸ ἡνωμένον͵ ὡς αὐτίκα μάλα ἐροῦμεν. Μήποτε οὖν καὶ ταύτης ἀφέμενοι τῆς ὑποθέσεως ἐκείνην μᾶλλον ὑποθετέον τὸ μὲν τρίτον εἶναι οὔτε τὸ ἓν οὔτε τὸ ὂν οὔτε τὸ ἓν μετὰ τοῦ συνεζευγμένου ὄντος͵ ἀλλὰ τὸ πρὸ ἀμφοῖν ἡνωμένον κατὰ τὸν πατρικὸν νοῦν τεταγμένον͵ εἰ δὲ βούλει͵ καὶ κατὰ μικτὸν τοῦ Πλάτωνος͵ ἀλλὰ τὸ νοητόν͵ καὶ ὑπερ ούσιον· εἰ δὲ αὖ βούλει͵ καὶ κατὰ τὸ ὂν τῶν φιλοσόφων τὸγε ἀδιόριστόν ἐστι πρὸς ἕν τε καὶ οἷον καὶ πρὸ ἀμφοῖν θεωρούμενον. Οὐσία μὲν γὰρ ἡ ἁπλῶς ἐκεῖνο͵ καθάπερ ἐλέγομεν͵ μικτὸν δὲ ἂν εἴη ἐκ τῶν πρὸ αὐτοῦ δυεῖν ἀρχῶν· ἓν γὰρ καὶ οὐχ ἓν τὸ ἡνωμένον͵ καὶ καθόσον οὐχ ἕν͵ πεπληθυσμένον. Οὐκοῦν τοῦτο μὲν αὐτῷ ἐκ τῆς δευτέρας ἥκει ἀρχῆς͵ ἐκεῖνο δέ͵ τὸ ἡνῶσθαι͵ ἐκ τῆς πρώτης· ἐξ ἀμφοῖν οὖν ἅμα προελθὸν σύγκρατόν ἐστι καὶ μικτόν. Ἀλλ΄ ἐπεὶ οὐκ εἰσὶν αἱ ἀρχαὶ διωρισμέναι ἀλλήλων͵ ἀλλὰ κρειττόνως ἢ κατὰ πάντα διορισμὸν ὑφεστήκασιν͵ καὶ γὰρ ἀπὸ τῆς δευτέρας ὁ διοριστικὸς καὶ διακριτικὸς ἀπορρεῖ τρόπος͵ οὐδὲ εὐθὺς μετ΄ αὐτήν͵ καὶ τὸ ἡνωμένον γὰρ ἀδιόριστον ἦν καθ΄ ἑαυτό τε καὶ πρὸς ἐκείνας (εἰ γὰρ ἡνωμένον͵ καὶ πάντη ἀδιάκριτον)͵ διὰ δὴ ταῦτα οὔτε σύνθετον οὔτε σύγκρατον͵ οὔτε στοιχειωτόν;