1.289 ἢ ἐκ στοιχείων ἐκεῖνο θετέον· πλὴν κατὰ ἀναλογίαν τινὰ σαφηνείας χάριν καί τινος ἐνδείξεως ἀμυδρότατα ἀντιλαβέσθαι ἐφιεμένης τῆς ἀμηχάνου καὶ ὑπερφυοῦς ὄντως ἀληθείας. Ἀλλ΄ ἔστιν ἁπλῶς ἡνωμένον καὶ ἁπλοῦν παντελῶς· τὸ μὲν γὰρ ἓν ὑπέκειτο ὡς αὐτὴ ἡ ἀπὸ πάντων ἀναχώρησις͵ τὰ δὲ πολλὰ ὡς τὰ τοῦ ἑνὸς πάντα͵ τὸ δὲ ἡνωμένον͵ ὃ ἄν τις εἰκότως καλήσειε τε καὶ ὑπο νοήσειε πρῶτον ἓν πάντα͵ οἷον τέως μὲν ἦν τὸ ἕν͵ εἶτα τοῦτο διέστη εἰς τὴν ἑαυτοῦ ἀπειρίαν ὥσπερ τι χάος· ἦν γὰρ πέρας μόνον καὶ ὁ πάντων αἰθήρ͵ συστὰν δὲ τὸ χάος καὶ ἓν προελθὸν ὡς ἅμα πεπερασμένον καὶ ἄπειρον κατὰ μίαν ἁπλότητα καὶ ταύτην ἐνδεικνύμενον τὴν φύσιν͵ ποιὸν ἓν ἀμφιλαφὲς γεγονὸς ἀντὶ τῶν ἀλήπτων ἀρχῶν. Τοῦτο οὖν τὸ τρίτον ἓν μετὰ τὸ τέταρτον καὶ τὸ πρῶτον καλοῦμεν ἡνωμένον͵ ὡς ἐπιστραφεῖσαν ἀπειρίαν εἰς τὸ πέρας͵ καὶ οἷον παγεῖσαν͵ μᾶλλον δὲ τρίτην ἀρχὴν κατὰ τὸ ἐξ ἀμφοῖν τι στᾶσαν͵ καὶ πρὸ ἀμφοῖν͵ τῶν μὲν κάτω δυεῖν ἀρχῶν πρὸ ἀμφοῖν͵ ὡς ὂν κατὰ τὸ ἁπλῶς͵ τῶν δὲ ἄνωθεν ἐξ ἀμφοῖν͵ ὡς πάλιν ὂν κατὰ τὸ ἁπλῶς. Ὥστε ταὐτὸν πρὸς ἑκατέρας͵ ἀλλὰ πρὸς τὰς μὲν ὡς τρίτον͵ τὰς ἄνω͵ πρὸς δὲ κάτω καὶ διωρισμένας ὡς πρῶτον· γίγνεται τοίνυν ἡ τριὰς αὕτη τὸ ἓν ὡς πατήρ͵ καὶ τὰ πολλὰ ὡς δύναμις͵ καὶ τὸ ἡνωμένον ὡς πατρικὸς νοῦς. Ἀλλ΄ εἴ τις οὕτως ὑποθοῖτο͵ πῶς τὰς τρεῖς τριάδας ἀπεργάσεται; δεήσει γὰρ καὶ τὸ ἓν ἁπλῶς τριπλασιάσαι καὶ τὰ πολλὰ ἁπλῶς· οὐκ ἄρα ἁπλῶς οὐδέτερα· τὸ γὰρ ἁπλῶς ἓν πανταχοῦ· τὸ μὲν γὰρ ἡνωμένον ἔστω τριπλοῦν ἐν τῷ μονοειδεῖ· πῶς δὲ τὸ ἁπλῶς ἓν ἔσται καὶ τριπλοῦν͵ χαλεπὸν καὶ πλάσαι· ἀλλὰ καὶ τὸ ἡνωμένον εἴ τις ποιήσει μονάδας͵ διεσπασμένον ἔσται ἀφ΄ ἑαυτοῦ· καὶ τρεῖς γὰρ αἱ δυνάμεις͵ καὶ τρεῖς οἱ πατέρες. Χωρὶς δὲ τούτων͵ ἡ πρώτη καὶ ἡ δευτέρα καὶ ἡ τρίτη πῶς ταχθήσονται; ἔσται γὰρ μετὰ τῆς ὅλης τριάδος καὶ τὸ ἡνωμένον πρὸ τοῦ δευτέρου καὶ τρίτου πατρός. Πῶς δὲ ἄν τις εἴη καὶ ἀριθμὸς ἐν ἐκείνοις; ἢ ἐν τῷ παντελῶς ἡνωμένῳ ἢ ἔτι δυσκολώτερον ἐν τοῖς πρὸ τοῦ ἡνωμένου. Οὐκ ἄρα οὐδὲ ἓν ἐννεὰς οὐδὲ τριάς ἐστι· τοίνυν ἐξ ἀνομοειδῶν ἔσται πάλιν ὁ ἀριθμός͵ εἴπερ ἐκ πέρατος καὶ ἀπείρου καὶ μικτοῦ ἢ ὄντος ἐστίν͵ ἢ ἐκ πατρὸς καὶ δυνάμεως καὶ νοῦ
1.290 πατρικοῦ. Ἀλλ΄ ἵνα ταῦτα πάντα καταλείψω͵ τοῦ νοητοῦ τοῦ κόσμου ἐν τούτοις συνισταμένου͵ τίς ἔσται μετὰ τοῦτον ὁ νοητὸς καὶ νοερός; καὶ τίς ὁ νοερός; δεῖ μὲν γὰρ τοῦτον εἶναι κατὰ τὸν ἐν ὑποστάσει νοῦν͵ τὸν δὲ πρὸ τούτου κατὰ τὴν ἐν ὑποστάσει ζωήν. Τὸν ἄρα νοητὸν θησόμεθα κατὰ τὴν οὐσίαν ἣν καθ΄ ὑπόστασιν λέγομεν οὐσίαν· ὁ ἄρα κατὰ τὸ ἡνωμένον τὸ πρὸ τῆς οὐσίας καὶ τῆς ζωῆς καὶ τοῦ νοῦ οὐκ ἂν εἴη νοητός͵ ἀλλ΄ ὑπὲρ τὸν νοητόν. Τίς οὖν ἂν ἐκεῖνος εἴη κεκλημένος; ἀλλ΄ ἴσως ὁ ἁπλῶς κόσμος καὶ ἀδιάφορος καὶ τοὺς ἄλλους κοινῇ συνελών. Ἀλλ΄ εἰ καὶ τοῦτο δοίη τις͵ ὁ νοητὸς τίς ἂν εἴη; ἢ δῆλον ὅτι περὶ τὴν ὄντως οὖσαν͵ ὥς φησιν͵ οὐσίαν͵ καὶ ἣν ἐλέγομεν ἐν τοῖς πρόσθεν ἀκρότητα τῶν νοητῶν καὶ νοερῶν. Ἀλλ΄ ἦν αὕτη ἀρχὴ τοῦ διακρινομένου͵ τὸ δὲ διακρινόμενον ἦν ἡ ζωή· ζωῆς ἄρα αὕτη ἀρχή͵ καὶ οὐ τῆς οὐσίας οὐδὲ τοῦ ἀδιακρίτου͵ ὅπερ ἐλέγομεν εἶναι τὸ νοητόν͵ ἀλλὰ τοῦ διακρινομένου͵ ὅπερ ἡμῖν ἦν νοητὸν καὶ νοερόν. Ἀλλ΄ εἰ καὶ ταῦτα ἀφῇ τις͵ ἐκεῖνο πῶς͵ ἐροῦμεν͵ τὸ νοητὸν καὶ νοερὸν ὁριοῦμεν καὶ μέχρι τίνος; Ὁ μὲν γὰρ καθαρὸς νοῦς ὅστις ἐστὶ φανερόν͵ καὶ ὅτι ἀπ΄ αὐτοῦ ἄρχεται τὰ νοερά· λείπεται ἄρα τὸν συνοχικὸν διάκοσμον ἅμα τῷ τελεταρχικῷ ποιεῖν τὸν μέσον. Καὶ τίς ἡ τοῦ μέσου τριάς; ἢ οἱ μὲν τελετάρχαι συνείληπται τοῖς συνοχεῦσι͵ κατὰ τὸ λόγιον· αὐτοὶ δὲ οἱ συνοχεῖς τρεῖς εἰσιν͵ ὥσπερ καὶ πρὸ τῶν συνοχέων αἱ ἴυγγες ἐπέχουσαι τὴν νοητὴν οὐσίαν͵ ὡς εἴρηται͵ καὶ τάχα ἂν πρέψειεν ταύταις μὲν τὸν νοητὸν καὶ ἡ ὄντως οὐσία διὰ τὸ συναγωγὸν καὶ ὅτι μάλιστα συναιρούμενον͵ τοῖς δὲ συνοχεῦσι τὸ νοητὸν καὶ νοερὸν καὶ ἡ πρώτη ζωή· τῆς γὰρ ζωῆς ἴδιον τὸ συνέχειν τηροῦσαν τὴν διακεκριμένην ὑπόστασιν καὶ εἰδητικὴν καὶ ἅμα συμ προϊοῦσάν πως αὐτῶν τῇ διακρίσει· τὸ γὰρ συνεχὲς καὶ διάστασιν δηλοῖ καὶ μερισμὸν καὶ ἅμα συνοχήν τε καὶ ἕνωσιν τῶν μερῶν͵ ἄλλως τε καὶ κατὰ τὴν συνήθη τοῖς φιλοσόφοις ὑπόθεσιν͵ τὴν ἀκμὴν τῆς ζωῆς οὗτος ὁ τρόπος ἀναφαίνειν ὁμολογεῖται. Καὶ ἴσως ὁ τῷ οὐρανῷ τούτῳ συνὼν χρόνος εἰκών
1.291 ἐστι τοῦ συνόντος ἐκείνῳ τῷ οὐρανῷ καὶ τὴν περιφορὰν αὐτοῦ μετροῦντος αἰῶνος͵ ἐπειδὴ καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ πάντως ὅτι ἀληθέστατον ἄγαλμα· δῆλον δὲ ποτέρου πότερος· καὶ διὰ τοῦτο͵ ὡς ἔοικεν͵ ὁ νοερὸς πρῶτος νοῦς οὗτός τε διακρίνει ἑαυτὸν ἀπὸ τοῦ πατρὸς καὶ ἐκεῖνον μερίζει πρὸς ἑαυτόν͵ ὅτι καὶ ἡ ζωὴ μερίζεται ὑπὸ τῆς τῶν εἰδῶν διακρίσεως. Εἴποι δ΄ ἄν τις ᾧ ταῦτα λέγειν ἀρέσκει τὸ μὲν νοητὸν ἐν μονάδι θεωρεῖ σθαι μόνῃ τῆς ἰυγγικῆς φύσεως͵ τὸ δὲ νοερὸν φῦλον ἐν τριάδι τῇ τῶν κοσμ αγῶν͵ ἢ ὡς οἱ φιλόσοφοι διαιροῦσιν͵ τοῦ καθαροῦ νοῦ καὶ τοῦ ζωογόνου καὶ τοῦ δημιουργικοῦ͵ τὸ δὲ μέσον πλήρωμα τὸ νοητὸν καὶ νοερὸν οἰκείως ἐν δυάδι· ζωτικὴ γὰρ ἡ δυὰς καὶ προόδοις χαίρουσα ταῖς ἐπ΄ ἐλάχιστον ἐκβαινούσαις ἀπὸ τῆς οἰκείας μονάδος. Καὶ τίς ἡ μέση δυάς; ἡ συνοχικὴ φύσις καὶ ἡ τελεταρχική͵ αὕτη μὲν διορίζουσα τὴν συνοχὴν εἰς ἀρχὴν καὶ τέρμα͵ καὶ αἷς μετατάξει ἀνάγκης͵ ἐκείνη δὲ συνεχίζουσα καὶ σφίγγουσα πρὸς ἓν πρῶτα καὶ μέσα καὶ τελευταῖα. Τάχα μὲν οὖν͵ ὅπερ ἔφην͵ καὶ οὕτως ἄν τις διατάξαιτο τοιούτοις λογισμοῖς κεχρημένος. Ἐγὼ δὲ εὐλαβοῦμαι παραχαράττειν τὴν πάτριον ὑπόθεσιν͵ οὐ μόνον ἀνθρώπων ἀρέσασαν τοῖς κλεινοτάτοις (οὐδεὶς γὰρ ἄχρι τοῦδε ὑπέθετο τῶν φιλοσόφων)͵ ἀλλὰ καὶ τοῖς θεοῖς αὐτοῖς. Ὅ τε γὰρ Ἑλλήνων θεολόγος Ὀρφεὺς πρῶτον ἐποίησε τὸν Φάνητα καθορώμενον ὑπὸ τῶν θεῶν͵ ἄλλως τε καὶ τῶν νοερῶν͵ ὧν ἐστι καὶ ὁ δημιουργός͵ οἵ τε ἐκδεδωκότες θεοὶ τὰ πολυτίμητα λόγια τὰς πρώτας ἡμῖν τριάδας παραδεδώκασι ταύτας ὡς νοητάς͵ ὧν τὸν ὑπερκόσμιον βυθὸν εἰδέναι νοοῦντα ἀπαγγέλλουσι τοὺς νοεροὺς θεούς· αἰσχυναίμην δ΄ ἂν καὶ τὸν θεῖον Ἰάμβλιχον͵ εἴ τι περὶ ταῦτα καινοτομοίην͵ ἄνδρα τῶν θείων πραγμάτων ἄλλων τε καὶ τῶν νοερῶν ἄριστον ἐξηγητήν. Δοκεῖ τοίνυν ἐμοίγε κατὰ ἴχνη τῆς ἐκείνου πολυθεάμονος γνώμης τὸν μὲν νοητὸν κόσμον ὑποτίθεσθαι τὸν ἡνωμένον ἐκεῖνον βυθὸν οὐκ ὄντως οὖσαν οὐσίαν περιέχοντα τὴν διωρισμένην πρὸς τὸ ὀχούμενον ἕν͵ ἀλλὰ τὴν ἁπλῶς