1.292 οὐσίαν͵ καὶ οὔτε ἑνιαίαν οὔτε μικτήν͵ ἀλλὰ μόνον οὐσίαν μίαν πρὸ ἑκατέρας. Εἴ τις οὖν θεῶν͵ ἢ εἴ τις ἀνδρῶν ἐν οὐσίᾳ τὸν νοητὸν ὑπεστήσατο κόσμον͵ ἐν τῇ ἡνωμένῃ ταύτῃ͵ πᾶς ἀκουέτω συνομολογῶν μὲν τοῖς εἰποῦσι κατὰ τοσοῦτον͵ διακαθαίρων δὲ τὴν οὐσίαν εἰς τὴν ἁπλῶς ἐκείνην καὶ ἡνωμένην καὶ παντελῶς ἀδιάκριτον. Καὶ γὰρ αὐτοὶ πάντες οἱ ταῦτα λέγοντες ἐν τῇ πάντων ἀδιακρίτῳ ἑνώσει τὸν νοητὸν ὑπέθεντο͵ καὶ οὐδεὶς ἀμφισβητεῖ περὶ τούτου͵ καὶ μάρτυς ὁ Ἰάμβλιχος δευτέραν τῷ νοητῷ μετὰ τὴν μίαν τῶν ὅλων ἀρχὴν παρεχόμενος ἕνωσιν͵ καὶ περὶ τὸ ἓν ὑφεστάναι αὐτὸ πανταχοῦ διατεινόμενος͵ καὶ ἀναπόσπαστον εἶναι πάντη τοῦ ἑνὸς καὶ πᾶσαν ἐπ΄ αὐτοῦ διαίρεσιν ἢ διπλόην ἢ διάστασιν παραιτούμενος͵ καὶ πρὸς τὸν Πρεσβύτην πολλὰς τοιαύτας ἀντιρρήσεις ποιούμενος. Εἰ δὴ τὸ νοητὸν ὡς ἀληθῶς ἡνωμένον ἐστί͵ τίς μηχανὴ τὴν διωρισμένην οὐσίαν ἀπὸ τοῦ ἑνὸς καὶ ἑτερότητι συνοῦσαν καὶ στοιχείων διορισμὸν ὁπωσοῦν πεπονθυῖαν τῷ νοητῷ διακόσμῳ συνάπτειν; οὐ λίνον λίνῳ τὸ λεγόμενον͵ ἀλλά τινα ποιητικὴν μισγάγκειαν τῷ λόγῳ συνάγοντας ἐπὶ τῶν ἁγιωτάτων ἀτεχνῶς θεαμάτων. Τὸ μὲν δὴ νοητὸν ἐκεῖνο ἡμῖν ὑποκείσθω καὶ νῦν ὥσπερ καὶ ἐξ ἀρχῆς ἐν τῷ ἀδιακρίτῳ πάντη καὶ πάντως͵ ἐν δὲ τῷ δια κρινομένῳ τὸ νοητὸν ἔστω καὶ νοερόν͵ ὡς τότε ἐλέγετο͵ καὶ νῦν ὁμοίως· ἄρχεται δὲ ἐν αὐτῷ ἡ ἑτερότης͵ καὶ πρώτην ποιεῖται διάστασιν ὄντος τε καὶ ἑνός͵ τούτου μὲν κατὰ τὴν ἁπλότητα στάντος͵ ἥ τις ἦν καὶ ἄνω͵ ἐκείνου δὲ κατὰ τὴν περιοχὴν πάντων ἐρημωθεῖσαν τῆς ἁπλότητος͵ κατά γε τὸ μὴ μεῖναι ἁπλότης͵ μετέχειν δὲ ὅμως αὐτῆς. Ὅθεν καὶ τὸ πρῶτον στοιχειωτὸν ἡ οὐσία ἐκείνη͵ καὶ ἐν αὐτῇ τὰ πρῶτα στοιχεῖα͵ καὶ ὁ πρῶτος ἀριθμὸς ἐκεῖ͵ ὅτι καὶ ὁ πρῶτος διορισμός. Ταῦτα δὲ καὶ ὑφ΄ ἡμῶν εἰρημένα πολλάκις καὶ ὑπὸ τοῦ Πλάτωνος καὶ ὑπ΄ αὐτῶν τῶν λογίων πῶς ἂν προσήκοι τῷ νοητῷ; εἰ δὲ ἡ ὄντως οὐσία ἐνταῦθα͵ καὶ τὴν οὐσίαν ταύτην ὡς οὖσαν γνωρίζομεν͵ αἰτία μὲν καὶ ἡ ἀκρότης τοῦ διακρινομένου γειτονοῦσα τῷ διακρίτῳ καὶ οὐσίας ἔτι διασώζουσα συνηρημένην ἰδέαν͵
1.293 αἰτία δὲ καὶ ἡ πρὸς τὸ ἐναντίον παραβολή͵ γνωριμωτέραν παρεχομένη τὴν σύγκρασιν τῶν στοιχείων πρὸς τὴν ἐκείνου ἁπλότητα ὡς οὐκ οὖσαν ἕν͵ ἀλλὰ μᾶλλον ἡνωμένον. Ὡς γὰρ τὸ ἓν τοῦτο μιμεῖται τὸ ἁπλῶς ἕν͵ οὐσίας ὂν ἕν͵ πάντα ἓν ἐκεῖνο͵ οὕτω καὶ ἡ οὐσία πρὸς τοῦτο οὖσα ἡνωμένη μίμημά ἐστι τοῦ ἁπλῶς ἡνωμένου καὶ πάντα ἡνωμένου ῥηθέντος· ταύτης εἰς οὐσίαν μόνην ἑνωθεῖσαν͵ κάλλιον δὲ ἴσως εἰπεῖν͵ συγκραθεῖσαν. Ἐπὶ δὲ τούτοις τῇ οὐσιώδει γνώσει καταλαμβάνεται αὐτῇ͵ ὥσπερ τῇ ἑνιαίᾳ τὸ ἕν͵ τῇ δὲ ὑπὲρ ἑκατέραν τὸ νοητὸν ἁπλῶς· ἡμεῖς δέ͵ νῦν ὡς ἔχομεν͵ οὐδὲ ἀκριβεῖ τῇ οὐσιώδει χρώμεθα͵ οὐδὲ ὅσον ἥκει πρὸς λογικήν τε καὶ ἀνθρω πίνην ψυχήν͵ ἀλλ΄ ἔτι καὶ τούτου ἀμυδρότερον καὶ ἔτι πόρρωθεν μειζόνως. Εἰκότως ἄρα τὸ νοητὸν ἡμῖν οὐ προσβάλλει· οὐδὲ γὰρ τὸ ἑνιαῖον͵ ὃ τῆς οὐσίας ὑπερίδρυται· θείας γὰρ καὶ τοῦτο γνώσεως ἰδεῖν ὅθεν τὸ ἀκρότατον τῶν ἡμῖν νοουμένων ὡς νοητὸν ἀπαγγέλλομεν καὶ ὡς οὐσίαν τὴν ὄντως οὖσαν. Καὶ γὰρ ὁ Πλάτων ἄχρι τούτου τοῦ τόπου τὰς ψυχὰς ἀνάγων ἐν τούτῳ τὴν οὖσαν οὐσίαν καὶ τῷ κυβερνήτῃ μόνῳ θεατὴν τῆς ψυχῆς ὑποτίθεται͵ εἰ μὴ ἄρα ἐφίστησιν ἡμᾶς διὰ τοῦ ὄντως φάναι καὶ οὖσαν οὐσίαν͵ ὅτι μετέχει καὶ ἄλλης νοητῆς οὐσίας ὑπερκειμένης͵ ὡς καὶ ὁ Πρόκλος ἠξίωσεν ἀκούειν. Καθάπερ οὖν οὐχ ἁπλῶς ἐστι νοητόν͵ ἀλλὰ πρός τι (δοκεῖ γὰρ καὶ τοῦτο τοῖς φιλοσόφοις)͵ οὕτω καὶ οὐσία ἐστὶν οὐχ ἁπλῶς͵ ἀλλὰ πρός τι ἐν οὐσίας λόγῳ πρωτεύουσα τοῦ ζωτικοῦ διακόσμου. Ἔστι γὰρ οὐσία σύγκρατος ἐκ στοιχείων͵ πᾶσα δὲ κράσις ζωτική πώς ἐστιν͵ ὅτι καὶ φυσική ἐστιν͵ εἰ καὶ φύσει εἴη͵ ἢ γίγνεται μετέπειτα͵ εἰ κατὰ τέχνην συσταίη τὴν πρώτην. Εἰ δὲ καὶ ζωῆς ἴδιον ἐλέγομεν τὸ ἐγείρεσθαι πρὸς διάκρισιν͵ εἴη μὲν ἂν ζωὴ καὶ αὕτη τις ἡ οὐσία κατὰ τὸν ὁσονοῦν διορισμὸν τῶν στοιχείων͵ πάλιν δὲ αὐτῶν στοιχείων εἰς ἕνωσιν ἐπιγινομένων καὶ συγχεῖν τρόπον τινὰ τὸν διορισμὸν σπουδα ζόντων· τοιαύτη γὰρ ἡ στοιχειώδης ἅπασα φύσις. Διὰ δὴ ταῦτα πάλιν εἰς οὐσίαν καθίσταται· τόδ΄ οὖν͵ ἀληθέστερον εἰπεῖν͵ ἀκρότης ἐστὶ τῆς ζωῆς͵
1.294 οὐσία μᾶλλον ἢ ζωὴ βουλομένη εἶναι͵ καθάπερ ἡ ἀποτελευτησίας νοῦ μᾶλλον εἶναι ἐσπούδακεν ἢ ζωή. Καὶ τί θαυμαστὸν εἰ ζωῆς ἡ ἀκρότης οὐσία μᾶλλον ἰνδάλλεται͵ ὅτε καὶ τῶν νοερῶν ἡ ἀκρότης τὴν νοερὰν οὐσίαν προφαίνει͵ καὶ ἔστι νοητὴ ὡς ἐν τῷ νοητῷ ὅλῳ διακόσμῳ; Τί οὖν; οὐχὶ καὶ ἐν τῷ νοητῷ ζωὴν ἀποτιθέμεθα τὸν ἁπλῶς νοῦν͵ καὶ δὴ πρώτην ἐκεῖ τὴν ἁπλῶς οὐσίαν͵ ὥστε οὐ μόνη ἡ ἁπλῶς οὐσία τὸ νοητόν͵ ὡς νῦν δὴ ἐλέγομεν; Ὅλως δὲ εἰ μετὰ τὸν ἁπλῶς ἐκεῖ ὄντα νοῦν νοητόν͵ ἔστιν οὗτος ὁ νοῦς ὁ νοῶν καὶ νοῦς ὢν καθ΄ ἑαυτόν· ὁμοίως δὲ καὶ μετὰ τὴν ἁπλῶς ζωὴν τὴν ἡνωμένην ἐστὶν ἡ καθ΄ ἑαυτὴν ἐνταῦθα ζωὴ ἀντιδιῃρημένη πρὸς νοῦν. Οὕτω δεῖ καὶ οὐσίαν εἶναι καθ΄ ἑαυτὴν ἀντι διῃρημένην πρὸς τὴν ζωήν͵ οὐχὶ τὸ ἄκρον οὖσαν τῆς ζωῆς͵ ἄλλ΄ ἕτερον γένος; ἢ ῥητέον πάλιν ὡς τὸ μέν ἐστιν ἀδιάκριτον͵ τὸ δὲ διακρινόμενον· καὶ ἐν μὲν τούτῳ πάντα διακεκριμένα κατέστη τά τε ἄλλα καὶ τὸ ἓν καὶ τὸ ὄν· εἶδος γὰρ οἷον ὅλον ἑκάτερον͵ τὸ μὲν ἑνιαῖον͵ τὸ δὲ οὐσιῶδες· εἶδος δὲ πᾶν οἰκείαν ἔχει περιγραφήν͵ ὡς ὁ νοῦς· ἐν δὲ τῷ μέσῳ διακρινόμενα πάντα ὑπέστη͵ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς καὶ τοῦ ὄντος· διόπερ οὐδὲν ἐνταῦθα περιγέγραπται͵ οὐ μέντοι οὐδὲ ἕνωται͵ ἀλλ΄ οἷόν τινα πέπονθε χύσιν οὔτε μένειν δυνηθεῖσαν͵ οὔτε ἐπι στραφῆναι εἰς περιγραφήν· ἐγένετο τοίνυν ῥοή τις καὶ ζέσις͵ ἣν καλοῦμεν ζωήν. Ἐν δὲ τῷ πάντη ἀδιάκριτα τά τε ἄλλα καὶ τὸ ἓν τοῦ ὄντος͵ ὅθεν ἀκίνητος πάντη καὶ ζέσιν οὐδεμίαν ἔχουσα οὐδὲ ῥύσιν͵ ὥστε οὐσία μόνον ἐστίν· ὥστε κατὰ μὲν ἀλήθειαν οὕτω διατέτακται ταῦτα͵ καὶ τοιούτοις ὅροις διέστηκεν.
Ἔστι δὲ ὅμως κατὰ ἀναλογίαν ἐν ἑκάστῳ πάντα͵ ὡς ἐν ἀδιακρίτῳ μὲν τῷ ὅλῳ τὸ μάλιστα ἀδιάκριτον͵ καὶ τὸ διακρινόμενον ὡς ἐν φύσει παντελῶς ἡνωμένῃ·διόπερ καὶ ἐν οὐσίᾳ τῇ ὅλῃ οὐσία τέ ἐστι τὸ ἄνθος αὐτὸ τῆς οὐσίας καὶ ζωὴ τῷ μέσῳ͵ καὶ νοῦς τὸ τρίτον͵ ἁπλῶς δὲ ζωὴ καὶ ἁπλῶς νοῦς͵ ὅτι ἐν τῷ ἡνωμένῳ μόνῳ ἀδιάκριτον ἀπὸ τοῦ ἑνὸς τὸ ὂν ὑφέστηκεν. Πάλιν δὲ αὖ ἐν τῷ διακρινομένῳ ὅλῳ ὄντι τοιούτῳ τὸ μὲν ἄκρον ὡς μάλιστα οὐσία͵ ἣν οὐσίαν πρὸς ἑνάδα ἀντιδιαιροῦντες καλοῦμεν͵ ἐμφαίνουσαν μέν τι καὶ ζωτικὸν κατὰ