εἰ σκότος ἐστίν͵ ἡμέρα ἐστίν. πιθαναὶ δὲ καὶ ἀπίθανοι
καθεστᾶσιν αἱ κατὰ τὴν πρός τι σχέσιν ὁτὲ μὲν τοῖαι γινόμεναι ὁτὲ δὲ τοῖαι͵ οἷον
αἱ τῶν ἀπόρων λόγων͵ οὔτε δὲ πιθαναὶ οὔτε ἀπίθανοι καθάπερ αἱ τῶν τοιούτων
πραγμάτων ἄρτιοί εἰσιν οἱ ἀστέρες· περισσοί εἰσιν οἱ ἀστέρες. τῶν δὲ πιθανῶν [ἢ
ἀπιθάνων] φαντασιῶν αἱ μέν εἰσιν ἀληθεῖς͵ αἱ δὲ ψευδεῖς͵ αἱ δὲ ἀληθεῖς καὶ
ψευδεῖς͵ αἱ δὲ οὔτε ἀληθεῖς οὔτε ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσιν ὧν ἔστιν ἀληθῆ κατηγορίαν
ποιήσασθαι͵ ὡς τοῦ ἡμέρα ἐστίν ἐπὶ τοῦ παρόντος ἢ τοῦ φῶς ἐστι͵ ψευδεῖς δὲ ὧν ἔστι
ψευδῆ κατηγορίαν ποιήσασθαι͵ ὡς τοῦ κεκλάσθαι τὴν κατὰ βυθοῦ κώπην ἢ μείουρον εἶναι
τὴν στοάν͵ ἀληθεῖς δὲ καὶ ψευδεῖς͵ ὁποία προσέπιπτεν Ὀρέστῃ κατὰ μανίαν ἀπὸ τῆς
Ἠλέκτρας (καθὸ μὲν γὰρ ὡς ἀπὸ ὑπάρχοντός τινος προσέπιπτεν͵ ἦν ἀληθής͵ ὑπῆρχε γὰρ
Ἠλέκτρα͵ καθὸ δ΄ ὡς ἀπὸ Ἐρινύος͵ ψευδής͵ οὐκ ἦν γὰρ Ἐρινύς)͵ καὶ πάλιν εἴ τις ἀπὸ
Δίωνος ζῶντος κατὰ τοὺς ὕπνους ὡς ἀπὸ παρεστῶτος ὀνειροπολεῖται ψευδῆ καὶ
διάκενον ἑλκυσμόν. οὔτε δὲ ἀληθεῖς οὔτε ψευδεῖς ἦσαν αἱ γενικαί· ὧν γὰρ τὰ εἴδη
τοῖα ἢ τοῖα͵ τούτων τὰ γένη οὔτε τοῖα οὔτε τοῖα͵ οἷον τῶν ἀνθρώπων οἱ μέν εἰσιν
Ἕλληνες οἱ δὲ βάρβαροι͵ ἀλλ΄ ὁ γενικὸς ἄνθρωπος οὔτε Ἕλλην ἐστίν͵ ἐπεὶ πάντες ἂν
οἱ ἐπ΄ εἴδους ἦσαν Ἕλληνες͵ οὔτε βάρβαρος διὰ τὴν αὐτὴν αἰτίαν. τῶν δὲ ἀληθῶν αἱ
μέν εἰσι καταληπτικαὶ αἱ δὲ οὔ͵ οὐ καταληπτικαὶ μὲν αἱ προσπίπτουσαί τισι κατὰ
πάθος· μυρίοι γὰρ φρενιτίζοντες καὶ μελαγχολῶντες ἀληθῆ μὲν ἕλκουσι φαντασίαν͵
οὐ καταληπτικὴν δὲ ἀλλ΄ ἔξωθεν καὶ ἐκ τύχης οὕτω συμπεσοῦσαν͵ ὅθεν οὐδὲ
διαβεβαιοῦνται περὶ αὐτῆς πολλάκις͵ οὐδὲ συγκατατίθενται αὐτῇ. καταληπτικὴ δέ ἐστιν
ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ΄ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη͵ ὁποία
οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος. ἄκρως γὰρ πιστούμενοι ἀντιληπτικὴν εἶναι τῶν ὑποκειμένων
τήνδε τὴν φαντασίαν καὶ πάντα τεχνικῶς τὰ περὶ αὐτοῖς ἰδιώματα ἀναμεμαγμένην͵ ἕκαστον
τούτων φασὶν ἔχειν συμβεβηκός. ὧν πρῶτον μὲν τὸ ἀπὸ ὑπάρχοντος γίνεσθαι· πολλαὶ
γὰρ τῶν φαντασιῶν προσπίπτουσιν ἀπὸ μὴ ὑπάρχοντος ὥσπερ ἐπὶ τῶν μεμηνότων͵ αἵτινες
οὐκ ἂν εἶεν καταληπτικαί. δεύτερον δὲ τὸ καὶ ἀπὸ ὑπάρχοντος εἶναι καὶ κατ΄ αὐτὸ
τὸ ὑπάρχον· ἔνιαι γὰρ πάλιν ἀπὸ ὑπάρχοντος μέν εἰσιν͵ οὐκ αὐτὸ δὲ τὸ ὑπάρχον ἰνδάλλονται͵
ὡς ἐπὶ τοῦ μεμηνότος Ὀρέστου μικρῷ πρότερον ἐδείκνυμεν. εἷλκε μὲν γὰρ φαντασίαν
ἀπὸ ὑπάρχοντος͵ τῆς Ἠλέκτρας͵ οὐ κατ΄ αὐτὸ δὲ τὸ ὑπάρχον· μίαν γὰρ τῶν Ἐρινύων ὑπελάμβανεν
αὐτὴν εἶναι͵ καθὸ καὶ προσιοῦσαν καὶ τημελεῖν αὐτὸν σπουδάζουσαν ἀπωθεῖται
λέγων μέθες· μί΄ οὖσα τῶν ἐμῶν Ἐρινύων. καὶ ὁ Ἡρακλῆς ἀπὸ ὑπάρχοντος μὲν ἐκινεῖτο
τῶν Θηβῶν͵ οὐ κατ΄ αὐτὸ δὲ τὸ ὑπάρχον· καὶ γὰρ κατ΄ αὐτὸ τὸ ὑπάρχον δεῖ
γίνεσθαι τὴν καταληπτικὴν φαντασίαν. οὐ μὴν ἀλλὰ καὶ ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην
τυγχάνειν͵ ἵνα πάντα τεχνικῶς τὰ ἰδιώματα τῶν φανταστῶν ἀναμάττηται. ὡς γὰρ οἱ
γλυφεῖς πᾶσι τοῖς μέρεσι συμβάλλουσι τῶν τελουμένων͵ καὶ ὃν τρόπον αἱ διὰ τῶν
δακτυλίων σφραγῖδες ἀεὶ πάντας ἐπ΄ ἀκριβὲς τοὺς χαρακτῆρας ἐναπομάττονται τῷ
κηρῷ͵ οὕτω καὶ οἱ κατάληψιν ποιούμενοι τῶν ὑποκειμένων πᾶσιν ὀφείλουσιν αὐτῶν
τοῖς ἰδιώμασιν ἐπιβάλλειν. τὸ δὲ οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος
προσέθεσαν͵ ἐπεὶ οὐχ ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἀδύνατον ὑπειλήφασι κατὰ πάντα ἀπαράλλακτόν
τινα εὑρεθήσεσθαι͵ οὕτω καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας. ἐκεῖνοι μὲν γάρ φασιν ὅτι ὁ ἔχων
τὴν καταληπτικὴν φαντασίαν τεχνικῶς προσβάλλει τῇ ὑπούσῃ τῶν πραγμάτων διαφορᾷ͵
ἐπείπερ καὶ εἶχέ τι τοιοῦτον ἰδίωμα ἡ τοιαύτη φαντασία παρὰ τὰς ἄλλας φαντασίας
καθάπερ οἱ κεράσται παρὰ τοὺς ἄλλους ὄφεις· οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας τοὐναντίον
φασὶ δύνασθαι τῇ καταληπτικῇ φαντασίᾳ ἀπαράλλακτον εὑρεθήσεσθαι ψεῦδος. Ἀλλὰ γὰρ
οἱ μὲν ἀρχαιότεροι τῶν Στωικῶν κριτήριόν φασιν εἶναι τῆς ἀληθείας τὴν
καταληπτικὴν ταύτην φαντασίαν͵ οἱ δὲ νεώτεροι προσετίθεσαν καὶ τὸ μηδὲν ἔχουσαν
ἔνστημα. ἔσθ΄ ὅτε γὰρ καταληπτικὴ μὲν προσπίπτει φαντασία͵ ἄπιστος δὲ διὰ τὴν ἔξωθεν
περίστασιν. οἷον ὅτε Ἀδμήτῳ ὁ Ἡρακλῆς τὴν Ἄλκηστιν γῆθεν ἀναγαγὼν παρέστησε͵
τότε ὁ Ἄδμητος ἔσπασε μὲν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς Ἀλκήστιδος͵ ἠπίστει δ΄
αὐτῇ· καὶ ὅτε ἀπὸ Τροίας ὁ Μενέλαος ἀνακομισθεὶς ἑώρα τὴν ἀληθῆ Ἑλένην παρὰ τῷ
Πρωτεῖ͵ [καὶ] καταλιπὼν ἐπὶ τῆς νεὼς τὸ ἐκείνης εἴδωλον͵ περὶ οὗ δεκαετὴς
συνέστη πόλεμος͵ ἀπὸ ὑπάρχοντος μὲν καὶ κατ΄ αὐτὸ τὸ ὑπάρχον καὶ ἐναπομεμαγμένην
καὶ ἐναπεσφραγισμένην ἐλάμβανε φαντασίαν͵ οὐκ εἶχε δὲ αὐτήν ..... ὥσθ΄ ἡ μὲν
καταληπτικὴ φαντασία κριτήριόν ἐστι μηδὲν ἔχουσα ἔνστημα͵ αὗται δὲ καταληπτικαὶ
μὲν ἦσαν͵ εἶχον δὲ ἐνστάσεις· ὅ τε γὰρ Ἄδμητος ἐλογίζετο ὅτι τέθνηκεν ἡ Ἄλκηστις
καὶ ὅτι ὁ ἀποθανὼν οὐκέτι ἀνίσταται͵ ἀλλὰ δαιμόνιά τινά ποτε ἐπι φοιτᾷ·