Τοιοῦτοι μὲν καὶ οἱ παρὰ τοῖς νεωτέροις
παραδιδόμενοι πέντε τρόποι· οὓς ἐκτίθενται οὐκ ἐκβάλλοντες τοὺς δέκα τρόπους͵ ἀλλ΄ ὑπὲρ τοῦ ποικιλώτερον καὶ διὰ τούτων σὺν ἐκείνοις ἐλέγχειν τὴν τῶν δογματικῶν προπέτειαν.
ιστ τίνες οἱ δύο τρόποι.
Παραδιδόασι δὲ καὶ δύο τρόπους ἐποχῆς ἑτέρους· ἐπεὶ γὰρ πᾶν τὸ καταλαμβανόμενον ἤτοι ἐξ ἑαυτοῦ καταλαμβάνεσθαι δοκεῖ ἢ ἐξ ἑτέρου͵ ὑπομιμνῄσκοντες ὅτι οὔτε ἐξ ἑαυτοῦ τι οὔτε ἐξ ἑτέρου καταλαμβάνεται͵ τὴν περὶ πάντων ἀπορίαν εἰσάγειν δοκοῦσιν. καὶ ὅτι μὲν οὐδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεται͵ φασί͵ δῆλον ἐκ τῆς γεγενημένης παρὰ τοῖς φυσικοῖς περί τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν ἁπάντων οἶμαι διαφωνίας͵ ἣ δὴ ἀνεπίκριτός ἐστι μὴ δυναμένων ἡμῶν μήτε αἰσθητῷ μήτε νοητῷ κριτηρίῳ χρῆσθαι διὰ τὸ πᾶν͵ ὅπερ ἂν λάβωμεν διαπεφωνημένον͵ εἶναι ἄπιστον͵ διὰ δὲ τοῦτο οὐδ΄ ἐξ ἑτέρου τι καταλαμβάνεσθαι συγχωροῦσιν. εἰ μὲν γὰρ τὸ ἐξ οὗ τι καταλαμβάνεται ἀεὶ ἐξ ἑτέρου καταλαμβάνεσθαι δεήσει͵ εἰς τὸν διάλληλον ἢ τὸν ἄπειρον ἐμβάλλουσι τρόπον. εἰ δὲ βούλοιτό τις λαβεῖν ὡς ἐξ ἑαυτοῦ καταλαμβανόμενόν τι ἐξ οὗ καταλαμβάνεται ἕτερον͵ ἀντιπίπτει τὸ μηδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεσθαι διὰ τὰ προειρημένα. τὸ δὲ μαχόμενον πῶς ἂν δύναιτο καταληφθῆναι ἢ ἀφ΄ ἑαυτοῦ ἢ ἀφ΄ ἑτέρου͵ ἀποροῦμεν͵ τοῦ κριτηρίου τῆς ἀληθείας ἢ τῆς καταλήψεως μὴ φαινομένου͵ σημείων δὲ καὶ δίχα ἀποδείξεως
διατρεπομένων͵ καθάπερ ἐν τοῖς ἑξῆς εἰσόμεθα. τοσαῦτα μὲν οὖν καὶ περὶ τῶν τρόπων τῆς ἐποχῆς ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.
ιζ τίνες τρόποι τῆς τῶν αἰτιολογικῶν ἀνατροπῆς.
Ὥσπερ δὲ τοὺς τρόπους τῆς ἐποχῆς παραδίδομεν͵ οὕτω καὶ τρόπους ἐκτίθενταί τινες͵ καθ΄ οὓς ἐν ταῖς κατὰ μέρος αἰτιολογίαις διαποροῦντες ἐφιστῶμεν τοὺς δογματικοὺς διὰ τὸ μάλιστα ἐπὶ ταύταις αὐτοὺς μέγα φρονεῖν. καὶ δὴ Αἰνη σίδημος ὀκτὼ τρόπους παραδίδωσι καθ΄ οὓς οἴεται πᾶσαν δογματικὴν αἰτιολογίαν ὡς μοχθηρὰν ἐλέγχων ἀποφήνασθαι͵ ὧν πρῶτον μὲν εἶναί φησι καθ΄ ὃν [τρόπον] τὸ τῆς αἰτιολογίας γένος ἐν ἀφανέσιν ἀναστρεφόμενον οὐχ ὁμολογουμένην ἔχει τὴν ἐκ τῶν φαινομένων ἐπιμαρτύρησιν· δεύτερον δὲ καθ΄ ὃν πολλάκις εὐεπιφορίας οὔσης δαψιλοῦς ὥστε πολυτρόπως αἰτιολογῆσαι τὸ ζητούμενον͵ καθ΄ ἕνα μόνον τρόπον τοῦτό τινες αἰτιολογοῦσιν· τρίτον καθ΄ ὃν τῶν τεταγμένως
γινομένων αἰτίας ἀποδιδόασιν οὐδεμίαν τάξιν ἐπιφαινούσας· τέταρτον καθ΄ ὃν τὰ φαινόμενα λαβόντες ὡς γίνεται͵ καὶ τὰ μὴ φαινόμενα νομίζουσιν ὡς γίνεται κατειληφέναι͵ τάχα μὲν ὁμοίως τοῖς φαινομένοις τῶν ἀφανῶν ἐπιτελουμένων͵ τάχα δ΄ οὐχ ὁμοίως ἀλλ΄ ἰδιαζόντως· πέμπτον καθ΄ ὃν πάντες ὡς ἔπος εἰπεῖν κατὰ τὰς ἰδίας τῶν στοιχείων ὑποθέσεις ἀλλ΄ οὐ κατά τινας κοινὰς καὶ ὁμολογουμένας ἐφόδους αἰτιολογοῦσιν· ἕκτον καθ΄ ὃν πολλάκις τὰ μὲν φωρατὰ ταῖς ἰδίαις ὑποθέσεσι
παραλαμβάνουσιν͵ τὰ δὲ ἀντιπίπτοντα καὶ τὴν ἴσην ἔχοντα πιθανότητα παραπέμπουσιν· ἕβδομον καθ΄ ὃν πολλάκις ἀποδιδόασιν αἰτίας οὐ μόνον τοῖς φαινομένοις ἀλλὰ καὶ ταῖς ἰδίαις ὑποθέσεσι
μαχομένας· ὄγδοον καθ΄ ὃν πολλάκις ὄντων ἀπόρων ὁμοίως τῶν τε φαίνεσθαι δοκούντων καὶ τῶν ἐπιζητουμένων͵ ἐκ τῶν ὁμοίως ἀπόρων περὶ τῶν ὁμοίως ἀπόρων ποιοῦνται τὰς διδασκαλίας. οὐκ ἀδύνατον δέ φησι
καὶ κατά τινας ἐπιμίκτους τρόπους͵ ἠρτημένους ἐκ τῶν προειρημένων͵ διαπίπτειν ἐνίους ἐν ταῖς αἰτιολογίαις. τάχα δ΄ ἂν καὶ οἱ πέντε τρόποι τῆς ἐποχῆς ἀπαρκοῖεν πρὸς τὰς αἰτιολογίας. ἤτοι γὰρ σύμφωνον πάσαις
ταῖς κατὰ φιλοσοφίαν αἱρέσεσι καὶ τῇ σκέψει καὶ τοῖς φαινομένοις αἰτίαν ἐρεῖ τις ἢ οὔ. καὶ σύμφωνον μὲν ἴσως οὐκ ἐνδέχεται· τά τε γὰρ φαινόμενα καὶ τὰ ἄδηλα πάντα
διαπεφώνηται. εἰ δὲ διάφωνον͵ ἀπαιτηθήσεται καὶ ταύτης τὴν αἰτίαν͵ καὶ φαινομένην μὲν φαινομένης ἢ ἄδηλον ἀδήλου λαμβάνων εἰς ἄπειρον ἐκπεσεῖται͵ ἐναλλὰξ δὲ αἰτιολογῶν εἰς τὸν διάλληλον. ἱστάμενος δέ που͵ ἢ ὅσον ἐπὶ τοῖς εἰρημένοις λέξει τὴν αἰτίαν συνεστάναι͵ καὶ εἰσάγει τὸ πρός τι͵ ἀναιρῶν τὸ πρὸς τὴν φύσιν͵ ἢ ἐξ ὑποθέσεώς τι λαμβάνων ἐπισχεθήσεται. ἔστιν οὖν καὶ διὰ τούτων ἐλέγχειν ἴσως τὴν τῶν δογματικῶν ἐν ταῖς αἰτιολογίαις προπέτειαν.