ιη περὶ τῶν σκεπτικῶν φωνῶν.
Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους
μηνυτικάς͵ οἷον λέγοντες οὐ μᾶλλον οὐδὲν ὁριστέον καὶ ἄλλας τινάς͵ ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώμεθα δὲ ἀπὸ τῆς οὐ μᾶλλον.
ιθ περὶ τῆς οὐ μᾶλλον φωνῆς.
Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα͵ ὁτὲ δὲ οὕτως οὐδὲν μᾶλλον· οὐ γὰρ ὥς τινες ὑπολαμβάνουσι͵ τὴν μὲν οὐ μᾶλλον ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν͵ τὴν δὲ οὐδὲν μᾶλλον ἐν ταῖς γενικαῖς͵ ἀλλ΄ ἀδιαφόρως τήν τε οὐ μᾶλλον καὶ τὴν οὐδὲν μᾶλλον προφερόμεθα͵ καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν διπλῆ͵ δυνάμει φαμὲν ἑστία διπλῆ͵ καὶ ὅταν λέγωμεν πλατεῖα͵ δυνάμει λέγομεν πλατεῖα ὁδός͵ οὕτως ὅταν εἴπωμεν οὐ μᾶλλον͵ δυνάμει φαμὲν οὐ μᾶλλον τόδε ἢ τόδε͵ ἄνω κάτω. τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνου
σιν ἀντὶπύσματος τὸ οὐ (ἀντὶ τοῦ τί μᾶλλον τόδε ἢ τόδε͵ τὸ τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας)͵ ἵν΄ ᾖ τὸ λεγόμενον διὰ τί μᾶλλον τόδε ἢ τόδε; σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι͵ οἷον τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδε βροτῶν; καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων͵ οἷον ζητῶ ποῦ οἰκεῖ Δίων καὶ πυνθάνομαι τίνος
ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν. ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ τί
παραλαμβάνεται παρὰ Μενάνδρῳ· τί γὰρ ἐγὼ κατελειπόμην; δηλοῖ δὲ τὸ οὐ μᾶλλον τόδε ἢ τόδε καὶ πάθος ἡμέτερον͵ καθ΄ ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν
καταλήγομεν͵ ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν ἰσότητα τὴν κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν͵ ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα͵ ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν. ἡ γοῦν οὐδὲν μᾶλλον φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως͵ ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα͵ ἀλλ΄ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν
καὶ κατα χρηστικῶς͵ ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι͵ τίνι δὲ μὴ [συγ κατατίθεσθαι]. πρόκειται γὰρ ἡμῖν δηλῶσαι τὸ φαινόμενον ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι΄ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφοροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν͵ ὅτι προφερόμεθα τὴν οὐδὲν μᾶλλον φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν͵ ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες.
κ περὶ ἀφασίας.
Περὶ δὲ τῆς ἀφασίας λέγομεν τάδε. φάσις καλεῖται διχῶς͵ κοινῶς καὶ ἰδίως͵ κοινῶς μὲν ἡ δηλοῦσα θέσιν ἢ ἄρσιν φωνή͵ οἷον ἡμέρα ἔστιν͵ οὐχ ἡμέρα ἔστιν͵ ἰδίως δὲ ἡ δηλοῦσα θέσιν μόνον͵ καθ΄ ὃ ση μαινόμενον τὰ ἀποφατικὰ οὐ καλοῦσι φάσεις. ἡ οὖν ἀφασία ἀπόστασίς ἐστι τῆς κοινῶς λεγομένης φάσεως͵ ᾗ ὑποτάσσεσθαι λέγομεν τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν͵ ὡς εἶναι ἀφασίαν πάθος ἡμέτερον δι΄ ὃ οὔτε τιθέναι τι οὔτε ἀναιρεῖν φαμεν. ὅθεν δῆλόν ἐστιν͵ ὅτι καὶ τὴν ἀφασίαν παραλαμβάνομεν οὐχ ὡς πρὸς τὴν φύσιν τοιούτων ὄντων τῶν πραγμάτων ὥστε πάντως ἀφασίαν κινεῖν͵ ἀλλὰ δηλοῦντες ὅτι ἡμεῖς νῦν͵ ὅτε προφερόμεθα αὐτήν͵ ἐπὶ τῶνδε τῶν ζητουμένων τοῦτο πεπόνθαμεν. κἀκεῖνο χρὴ μνημονεύειν͵ ὅτι μηδὲν τιθέναι μηδὲ ἀναιρεῖν φαμεν τῶν κατὰ τὸ ἄδηλον δογματικῶς λεγομένων· τοῖς γὰρ κινοῦσιν ἡμᾶς παθητικῶς καὶ ἀναγκαστικῶς ἄγουσιν εἰς συγκατάθεσιν εἴκομεν.
κα περὶ τοῦ τάχα· καὶ τοῦ ἔξεστι· καὶ τοῦ ἐνδέχεται
Τὸ δὲ τάχα καὶ οὐ τάχα καὶ ἔξεστι καὶ οὐκ ἔξεστι καὶ ἐνδέχεται καὶ οὐκ ἐνδέχεται
παραλαμβάνομεν ἀντὶ τοῦ τάχα μὲν ἔστιν τάχα δ΄ οὐκ ἔστιν͵ καὶ ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι͵ καὶ ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι͵ ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ μὴ ἐξεῖναι ἀντὶ τοῦ ἐξεῖναι μὴ εἶναι͵ καὶ τὸ μὴ ἐνδέχεσθαι ἀντὶ τοῦ ἐνδέχεσθαι μὴ εἶναι͵ καὶ τὸ οὐ τάχα ἀντὶ τοῦ τάχα μὴ εἶναι. πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦ μεν͵ οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί͵ ζητοῦμεν͵ ἀλλ΄ ἀδιαφόρως αὐτάς͵ ὡς εἶπον͵ παραλαμβάνομεν. ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί͵ πρόδηλον͵ οἶμαι. ὁ γοῦν λέγων τάχα ἔστιν δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ͵ τὸ τάχα μὴ εἶναι͵ τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει.
κβ περὶ τοῦ ἐπέχω.
Τὸ δὲ ἐπέχω
παραλαμβάνομεν ἀντὶ τοῦ οὐκ ἔχω εἰπεῖν τίνι χρὴ τῶν προκειμένων πιστεῦσαι ἢ τίνι ἀπιστῆ σαι͵ δηλοῦντες ὅτι ἴσα ἡμῖν φαίνεται τὰ πράγματα πρὸς πίστιν καὶ ἀπιστίαν. καὶ εἰ μὲν ἴσα ἐστίν͵ οὐ διαβεβαιούμεθα· τὸ δὲ φαινόμενον ἡμῖν περὶ αὐτῶν͵ ὅτε ἡμῖν ὑποπίπτει͵ λέγομεν. καὶ ἡ ἐποχὴ δὲ εἴρηται ἀπὸ τοῦ ἐπέχεσθαι τὴν διάνοιαν ὡς μήτε τιθέναι τι μήτε ἀναιρεῖν διὰ τὴν ἰσοσθένειαν τῶν ζητουμένων.
κγ περὶ τοῦ οὐδὲν ὁρίζω.
Περὶ δὲ τοῦ οὐδὲν ὁρίζω ταῦτα φαμέν. ὁρίζειν εἶναι νομίζομεν οὐχὶ τὸ ἁπλῶς λέγειν τι͵ ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐ δὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται͵ οὐδὲ αὐτὸ τὸ οὐδὲν ὁρίζω· οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις͵ τουτέστιν ἀδήλῳ συγκατάθεσις͵ ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλωτική. ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς οὐδὲν ὁρίζω͵ τοῦτό φησιν ἐγὼ οὕτω πέπονθα νῦν ὡς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι
δογματικῶς ἢ ἀναιρεῖν. τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προκειμένων ἀπαγγελτικῶς͵ οὐ δογματικῶς μετὰ πεποιθήσεως ἀποφαινόμενος͵ ἀλλ΄ ὃ πάσχει διηγούμενος.