Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 14η συνέχεια


ὅ τε Μενέλαος συνεώρα ὅτι ἀπολέλοιπεν ἐν τῇ νηὶ φυλαττομένην τὴν Ἑλένην͵ καὶ οὐκ ἀπίθανον μέν ἐστιν Ἑλένην μὴ εἶναι τὴν ἐπὶ τῆς Φάρου εὑρεθεῖσαν͵ φάντασμα δέ τι καὶ δαιμόνιον. ἐνθένδε οὐχ ἁπλῶς κριτήριον γίνεται τῆς ἀληθείας ἡ καταληπτικὴ φαντασία͵ ἀλλ΄ ὅταν μηδὲν ἔνστημα ἔχῃ. αὕτη γὰρ ἐναργὴς οὖσα καὶ πληκτικὴ μόνον οὐχὶ τῶν τριχῶν͵ φασί͵ λαμβάνεται͵ κατασπῶσα ἡμᾶς εἰς συγκατάθεσιν͵ καὶ ἄλλου μηδενὸς δεομένη εἰς τὸ τοιαύτη προσπίπτειν ἢ εἰς τὸ τὴν πρὸς τὰς ἄλλας διαφορὰν ὑποβάλλειν. διὸ δὴ καὶ πᾶς ἄνθρωπος͵ ὅταν τι σπουδάζῃ μετὰ ἀκριβείας καταλαμβάνεσθαι͵ τὴν τοιαύτην φαντασίαν ἐξ ἑαυτοῦ μεταδιώκειν φαίνεται͵ οἷον ἐπὶ τῶν ὁρατῶν͵ ὅταν ἀμυδρὰν λαμβάνῃ τοῦ ὑποκειμένου φαντασίαν. ἐντείνει γὰρ τὴν ὄψιν καὶ σύνεγγυς ἔρχεται τοῦ ὁρωμένου ὡς τέλεον μὴ πλανᾶσθαι͵ παρατρίβει τε τοὺς ὀφθαλμοὺς καὶ καθόλου πάντα ποιεῖ͵ μέχρις ἂν τρανὴν καὶ πληκτικὴν σπάσῃ τοῦ κρινομένου φαντασίαν͵ ὡς ἐν ταύτῃ κειμένην θεωρῶν τὴν τῆς καταλήψεως πίστιν. καὶ γὰρ ἄλλως τοὐναντίον ἀδύνατόν ἐστι λέγειν͵ καὶ ἀνάγκη τὸν ἀφιστάμενον τοῦ ἀξιοῦν ὅτι φαντασία κριτήριόν ἐστι͵ καθ΄ ἑτέρας φαντασίας ὑπόστασιν τοῦτο πάσχοντα βεβαιοῦν τὸ φαντασίαν εἶναι κριτήριον͵ τῆς φύσεως οἱονεὶ φέγγος ἡμῖν πρὸς ἐπίγνωσιν τῆς ἀληθείας τὴν αἰσθητικὴν δύναμιν ἀναδούσης καὶ τὴν δι΄ αὐτῆς γινομένην φαντασίαν. ἄτοπον οὖν ἐστι τοσαύτην δύναμιν ἀθετεῖν καὶ τὸ ὥσπερ φῶς αὑτῶν ἀφαιρεῖσθαι. ὃν γὰρ τρόπον ὁ χρώματα μὲν ἀπολείπων καὶ τὰς ἐν τούτοις διαφοράς͵ τὴν δὲ ὅρασιν ἀναιρῶν ὡς ἀνύπαρκτον ἢ ἄπιστον͵ καὶ φωνὰς μὲν εἶναι λέγων͵ ἀκοὴν δὲ μὴ ὑπάρχειν ἀξιῶν͵ σφόδρα ἐστὶν ἄτοπος (δι΄ ὧν γὰρ ἐνοήσαμεν χρώματα καὶ φωνάς͵ ἐκείνων ἀπόντων οὐδὲ χρῆσθαι δυνατοὶ χρώμασιν ἢ φωναῖς)͵ οὕτω καὶ ὁ τὰ πράγματα μὲν ὁμολογῶν͵ τὴν δὲ φαντασίαν τῆς αἰσθήσεως͵ δι΄ ἧς τῶν πραγμάτων ἀντιλαμβάνεται͵ διαβάλλων τελέως ἐστὶν ἐμβρόντητος͵ καὶ τοῖς ἀψύχοις ἴσον αὑτὸν ποιῶν. Τοιοῦτο μὲν καὶ τὸ τῶν Στωικῶν ἐστὶ δόγμα· πάσης δὲ σχεδὸν τῆς περὶ κριτηρίου διαφωνίας ὑπ΄ ὄψιν κειμένης͵ καιρὸς ἂν εἴη τῆς ἀντιρρήσεως ἐφάπτεσθαι καὶ ἐπὶ τὸ κριτήριον ἐπανάγειν. καθὼς οὖν προεῖπον͵ οἱ μὲν ἐν τῷ λόγῳ οἱ δὲ ἐν ταῖς ἀλόγοις αἰσθήσεσιν οἱ δὲ ἐν ἀμφοτέροις τοῦτο ἀπέλιπον͵ καὶ οἱ μὲν τὸ ὑφ΄ οὗ ὡς τὸν ἄνθρωπον͵ οἱ δὲ τὸ δι΄ οὗ ὡς τὴν αἴσθησιν καὶ διάνοιαν͵ οἱ δὲ τὸ ὡς προσβολὴν καθάπερ τὴν φαντασίαν. Πειρασόμεθα οὖν κατὰ τὸ δυνατὸν ἑκάστῃ τῶν τοιούτων στάσεων τὰς ἀπορίας ἐφαρμόττειν͵ ἵνα μὴ κατ΄ ἄνδρα πάντας τοὺς κατηριθμημένους φιλοσόφους ἐπιόντες ταυτολογεῖν ἀναγκαζώμεθα.

 

Περὶ ἀνθρώπου
Τάξει τοίνουν πρῶτον σκοπῶμεν τὸ ὑφ΄ οὗ͵ τουτέστι τὸν ἄνθρωπον· οἶμαι γὰρ ὡς τούτου προαπορηθέντος οὐδὲν ἔτι δεήσει περιττότερον περὶ τῶν ἄλλων κριτηρίων λέγειν· ταῦτα γὰρ ἢ μέρη ἐστὶν ἀνθρώπου ἢ ἐνεργήματα ἢ πάθη. εἴπερ οὖν καταληπτόν ἐστι τουτὶ τὸ κριτήριον͵ πολὺ πρότερον ὀφείλει ἐπινοεῖσθαι͵ παρόσον πάσης καταλήψεως ἐπίνοια προηγεῖται. μέχρι δὲ τοῦ δεῦρο ἀνεπινόητον εἶναι συμβέβηκε τὸν ἄνθρωπον͵ ὡς παραστήσομεν· οὐκ ἄρα καταληπτὸς πάντως ἐστὶν ὁ ἄνθρωπος· ᾧ ἕπεται τὴν τῆς ἀληθείας γνῶσιν ἀνεύρετον ὑπάρχειν͵ τοῦ γνωρίζοντος αὐτὴν ἀκαταλήπτου καθεστῶτος. εὐθέως γὰρ τῶν περὶ τῆς ἐπινοίας ζητησάντων Σωκράτης μὲν ἠπόρησε μείνας ἐν τῇ σκέψει καὶ εἰπὼν αὑτὸν ἀγνοεῖν τί τ΄ ἔστι καὶ πῶς ἔχει πρὸς τὸ σύμπαν· ἐγὼ γὰρ οὐκ οἶδα͵ φησίν͵ εἴτε ἄνθρωπός εἰμι εἴτε καὶ ἄλλο τι θηρίον Τυφῶνος πολυπλοκώτερον. Δημόκριτος δὲ ὁ τῇ Διὸς φωνῇ παρεικαζόμενος͵ καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων͵ ἐπεχείρησε μὲν τὴν ἐπίνοιαν ἐκθέσθαι͵ πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως οὐδὲν ἴσχυσεν͵ εἰπών. ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν. πρῶτον μὲν γὰρ καὶ κύνα πάντες ἴσμεν͵ ἀλλ΄ οὐκ ἔστιν ὁ κύων ἄνθρωπος· καὶ ἵππον πάντες ἴσμεν καὶ φυτόν͵ ἀλλ΄ οὐδὲν τούτων ἦν ἄνθρωπος. εἶτα καὶ τὸ ζητούμενον συνήρπασεν· οὐδεὶς γὰρ ἐκ προχείρου δώσει γινώσκεσθαι τὸν ἄνθρωπον ὁποῖός ἐστιν͵ εἴγε ὁ Πύθιος ὡς μέγιστον ζήτημα προύθηκεν αὐτῷ τὸ γνῶθι σαυτόν. εἰ δὲ καὶ δοίη͵ οὐ πᾶσιν ἀλλὰ τοῖς ἀκριβεστάτοις τῶν φιλοσόφων ἐπιτρέψει μόνον τοῦτον ἐπίστασθαι. οἱ δὲ περὶ τὸν Ἐπίκουρον καὶ δεικτικῶς ᾠήθησαν δύνασθαι τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου παρίστασθαι͵ λέγοντες· ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ΄ ἐμψυχίας. οὐκ ἔγνωσαν δ΄ ὅτι εἰ τὸ δεικνύμενόν ἐστιν ἄνθρωπος͵ τὸ μὴ δεικνύμενον οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ἡ τοιαύτη δεῖξις ἤτοι ἐπ΄ ἀνδρὸς ἐκφέρεται ἢ γυναικός͵ ἢ πρεσβύτου ἢ μειρακίου͵ σιμοῦ γρυποῦ͵ τετανότριχος οὐλοκόμου͵ τῶν ἄλλων διαφόρων· καὶ εἰ μὲν ἐπ΄ ἀνδρὸς ἐκφέροιτο͵ ἡ γυνὴ οὐκ ἔσται ἄνθρωπος͵ εἰ δ΄ ἐπὶ γυναικός͵ περιγραφήσεται τὸ ἄρρεν͵ καὶ εἰ ἐπὶ νέου͵ αἱ λοιπαὶ τῶν ἡλικιῶν ἐκπεσοῦνται τῆς ἀνθρωπότητος. ῏Ησαν δέ τινες τῶν φιλοσόφων οἱ τὸν γενικὸν ἄνθρωπον διὰ λόγου διδάσκοντες͵ κἀντεῦθεν οἰόμενοι τὴν ἐπίνοιαν δύνασθαι τῶν ἐπὶ μέρους ἀνθρώπων ἀνακύψειν. τούτων δὲ οἱ μὲν οὕτως ἀπέδοσαν ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν͵ νοῦ καὶ ἐπιστήμης δεκτικόν. οἳ καὶ αὐτοὶ οὐ τὸν ἄνθρωπον ἀλλὰ τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ παρέδοσαν. διαφέρει δὲ τὸ τινὶ συμβεβηκὸς ἐκείνου τοῦ ᾧ συμβέβηκεν͵ ἐπεί τοι εἰ μὴ διαφέρει͵ οὐκ ἂν ἦν συμβεβηκὸς ἀλλ΄ αὐτὸ ἐκεῖνο. ἀμέλει γοῦν τῶν συμβεβηκότων τὰ μὲν ἀχώριστά ἐστι τῶν οἷς συμβέβηκεν͵ ὡς μῆκος καὶ πλάτος καὶ βάθος σώμασι (δίχα γὰρ τῆς τούτων παρουσίας ἀμήχανόν ἐστιν ἐπινοῆσαι σῶμα)͵ τὰ δὲ χωρίζεται τοῦ ᾧ συμβέβηκεν καὶ ἀπαλλασσομένων μένει ἐκεῖνο͵ οἷον τρέχειν διαλέγεσθαι ὑπνοῦν ἐγρηγορέναι τῷ ἀνθρώπῳ· πάντα γὰρ ταῦτα συμβέβηκε μὲν ἡμῖν͵ οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ τρέχοντες μένομεν οἱ αὐτοὶ καὶ ἡσυχάζοντες͵ καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. διττῆς οὖν οὔσης τῶν συμβεβηκότων διαφορᾶς οὐδετέραν εὑρήσομεν τὴν αὐτὴν τῷ ὑποκειμένῳ πράγματι͵ ἀλλ΄ ἀεὶ διαφέρουσαν. μάταιοι τοίνυν εἰσὶ καὶ οἱ τὸν ἄνθρωπον ζῷον λέγοντες λογικὸν θνητὸν καὶ τὰ ἑξῆς· οὐ γὰρ τὸν ἄνθρωπον ἀπέδοσαν͵ ἀλλὰ τὰ συμβεβηκότα τούτῳ κατηρίθμησαν. ὧν τὸ μὲν ζῷον τῶν διὰ παντὸς αὐτῷ συμβεβηκότων ἐστίν· ἀδύνατον γὰρ μὴ ζῷον ὄντα ἄνθρωπον εἶναι· τὸ δὲ θνητὸν οὐδὲ συμβεβηκός ἐστιν͵ ἀλλ΄ ἐπιγινόμενόν τι τῷ ἀνθρώπῳ· ὅτε γὰρ ἐσμὲν ἄνθρωποι͵ ζῶμεν καὶ οὐ τεθνήκαμεν. τὸ δὲ λογίζεσθαι καὶ ἐπιστήμην ἔχειν συμβέβηκε μέν͵ οὐ διὰ παντὸς δέ·