κδ περὶ τοῦ πάντα ἐστὶν ἀόριστα.
Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί͵ καθ΄ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων͵ τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς πάντα ἐστὶν ἀόριστα͵ τὸ μὲν ἔστι λαμβάνει ἀντὶ τοῦ φαίνεσθαι αὐτῷ͵ πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ΄ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων͵ ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν. καὶ ὥσπερ ὁ λέγων περιπατῶ δυνάμει φησὶν ἐγὼ περιπατῶ͵ οὕτως ὁ λέγων πάντα ἐστὶν ἀόριστα
συσσημαίνει καθ΄ ἡμᾶς ἢ ὡς πρὸς ἐμὲ ἢ ὡς ἐμοὶ φαίνεται͵ ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ὅσα ἐπῆλθον τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων͵ τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν.
κε περὶ τοῦ πάντα ἐστιν ἀκατάληπτα.
Οὕτω δὲ φερόμεθα καὶ ὅταν λέγωμεν πάντα
ἐστὶν ἀκατάληπτα· καὶ γὰρ τὸ πάντα ὁμοίως ἐξηγούμεθα καὶ τὸ ἐμοὶ συνεκδεχόμεθα͵ ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον πάντα ὅσα ἐφώδευσα τῶν δογματικῶς ζητουμένων ἀδήλων φαίνεταί μοι ἀκατάληπτα. τοῦτο δέ ἐστιν οὐ δια βεβαιουμένου
περὶ τοῦ τὰ παρὰ τοῖς δογματικοῖς ζητούμενα φύσεως εἶναι τοιαύτης ὡς εἶναι ἀκατάληπτα͵ ἀλλὰ τὸ ἑαυτοῦ πάθος ἀπαγγέλλοντος͵ καθ΄ ὅ͵ φησίν͵ ὑπολαμβάνω ὅτι ἄχρι νῦν οὐδὲν κατέλαβον ἐκείνων ἐγὼ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν· ὅθεν καὶ τὰ εἰς περιτροπὴν φερόμενα πάντα ἀπᾴδοντα εἶναι δοκεῖ μοι τῶν ὑφ΄ ἡμῶν ἀπαγγελλομένων.
κστ περὶ τοῦ ἀκαταληπτῶ καὶ οὐ καταλαμβάνω.
Καὶ ἡ ἀκαταληπτῶ δὲ καὶ ἡ οὐ καταλαμβάνω φωνὴ πάθους οἰκείου ἐστὶ δηλωτική͵ καθ΄ ὃ ἀφίσταται ὁ σκεπτικὸς ὡς πρὸς τὸ παρὸν τοῦ τιθέναι τι τῶν ζητουμέ νων ἀδήλων ἢ ἀναιρεῖν͵ ὡς ἔστι δῆλον ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν ἄλλων φωνῶν.
κζ περὶ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι.
Ὅταν δὲ λέγωμεν παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται͵ παντὶ μὲν λέγομεν τῷ ὑφ΄ ἡμῶν διεξωδευμένῳ͵ λόγον δέ φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά
τι δογματικῶς͵ τουτέστι
περὶ ἀδήλου͵ καὶ οὐ πάντως τὸν ἐκ λημμάτων καὶ ἐπιφορᾶς ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ἴσον δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν͵ τό τε ἀντίκειται λαμβάνομεν ἀντὶ τοῦ μάχεται κοινῶς͵ καὶ τὸ ὡς ἐμοὶ φαίνεται συνεκδεχόμεθα. ὅταν οὖν εἴπω παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται͵ δυνάμει τοῦτό φημι παντὶ τῷ ὑπ΄ ἐμοῦ ζητουμένῳ λόγῳ͵ ὃς κατασκευάζει τι δογματικῶς͵ ἕτερος λόγος κατασκευάζων τι δογματικῶς͵ ἴσος αὐτῷ κατὰ πίστιν καὶ ἀπιστίαν͵ ἀντικεῖσθαι φαίνεταί μοι͵ ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ΄ ἀνθρωπείου πάθους ἀπαγγελίαν͵ ὅ ἐστι φαινόμενον τῷ πάσχοντι. προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι͵ ἀξιοῦντες παραγγελματικῶς τοῦτο παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζητοῦντα͵ ἴσον κατὰ πίστιν καὶ ἀπιστίαν͵ μαχόμενον αὐτῷ ἀντιτιθῶμεν͵ ἵνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκεπτικόν͵ χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ͵ τῷ ἀντικεῖσθαι ἀντὶ τοῦ ἀντιτιθῶμεν.
παραγγέλλουσι δὲ τοῦτο τῷ σκεπτικῷ͵ μήπως ὑπὸ τοῦ δογματικοῦ παρακρουσθεὶς ἀπείπῃ τὴν περὶ αὐτοῦ ζήτησιν͵ καὶ τῆς φαινομένης αὐτοῖς ἀταραξίας͵ ἣν νομίζουσι παρυφίστασθαι τῇ περὶ πάντων ἐποχῇ͵ καθὼς ἔμπροσθεν ὑπεμνήσαμεν͵ σφαλῇ προπετευσάμενος.
κη παραπήγματα ὑπὲρ τῶν σκεπτικῶν φωνῶν.
Περὶ τοσούτων ἀρκέσει τῶν φωνῶν ὡς ἐν ὑποτυπώσει
διεξελθεῖν͵ ἄλλως τε καὶ ἐπεὶ ἐκ τῶν νῦν ἡμῖν εἰρημένων δυνατόν ἐστι λέγειν καὶ περὶ τῶν
παραλελειμμένων. περὶ πασῶν γὰρ τῶν σκεπτικῶν φωνῶν ἐκεῖνο χρὴ προειληφέναι͵ ὅτι περὶ τοῦ ἀληθεῖς αὐτὰς εἶναι πάντως οὐ διαβεβαιούμεθα͵ ὅπου γε καὶ ὑφ΄ ἑαυτῶν αὐτὰς ἀναιρεῖσθαι λέγομεν δύνασθαι͵ συμπεριγραφομένας ἐκείνοις περὶ ὧν λέγονται͵ καθάπερ τὰ καθαρτικὰ τῶν φαρμάκων οὐ μόνον τοὺς χυμοὺς ὑπεξαιρεῖ τοῦ σώματος͵ ἀλλὰ καὶ ἑαυτὰ τοῖς χυμοῖς συνεξάγει. φαμὲν δὲ καὶ ὡς οὐ κυρίως δηλοῦντες τὰ πράγματα͵ ἐφ΄ ὧν παραλαμβάνονται͵ τίθεμεν αὐτάς͵ ἀλλ΄ ἀδιαφόρως καὶ εἰ βούλονται καταχρηστικῶς· οὔτε γὰρ πρέπει τῷ σκεπτικῷ φωνομαχεῖν͵ ἄλλως τε ἡμῖν συνεργεῖ τὸ μηδὲ ταύτας τὰς φωνὰς εἰλικρινῶς σημαίνειν λέγεσθαι͵ ἀλλὰ πρός τι καὶ ὡς πρὸς τοὺς σκεπτικούς. πρὸς τούτοις κἀκείνου δεῖ μεμνῆσθαι͵ ὅτι οὐ περὶ πάντων τῶν πραγμάτων καθόλου φαμὲν αὐτάς͵ ἀλλὰ περὶ τῶν ἀδήλων καὶ τῶν δογματικῶς ζητουμένων͵ καὶ ὅτι τὸ φαινόμενον ἡμῖν φαμεν καὶ οὐχὶ διαβεβαιωτικῶς περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἀποφαινόμεθα· ἐκ γὰρ τούτων πᾶν σόφισμα πρὸς φωνὴν ἐνεχθὲν σκεπτικὴν οἴομαι δύνασθαι διατρέπεσθαι. ἐπεὶ δὲ τὴν ἔννοιαν καὶ τὰ μέρη καὶ τὸ κριτήριον καὶ τὸ τέλος͵ ἔτι δὲ τοὺς τρόπους τῆς ἐποχῆς ἐφοδεύσαν τες͵ καὶ περὶ τῶν σκεπτικῶν φωνῶν εἰπόντες͵ τὸν χαρακτῆρα τῆς σκέψεως ἐμπεφανίκαμεν͵ ἀκόλουθον ἡγούμεθα εἶναι καὶ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν τὴν πρὸς αὐτὴν διάκρισιν
συντόμως ἐπελθεῖν͵ ἵνα σαφέστερον τὴν ἐφεκτικὴν ἀγωγὴν κατανοήσωμεν. ἀρξώμεθα δὲ ἀπὸ τῆς Ἡρακλειτείου φιλοσοφίας.