15ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.68-1.71)


1.68 προόδους ἐπιγιγνομένων ἢ ἥνωται πρὸς ἄλληλα παντελῶς͵ ὡς μὴ ἀποτμήγεσθαι τοῦ ἑνὸς τὸ ἕν· οὕτω δὲ πάντα ἓν ἔσται͵ καὶ οὐδὲν ἄλλο ἢ αὐτὸ τὸ ἕν· ἢ διακρίνεταί πως ἀπ΄ ἀλλήλων͵ ἤτοι δὲ αὐτομάτως καὶ ἄνευ τινὸς αἰτίου͵ ὅπερ ἄτοπον͵ ἢ ὑπ΄ αἰτίου͵ ὅπερ ἄτοπον͵ ἤτοι οὖν τοῦ μετὰ τὸ ἓν πλήθους͵ καὶ οὐκ ἔσται τοῦ ἑνὸς οἰκεία ἡ πρόοδος͵ ἀλλὰ τοῦ πλήθους͵ ἢ τοῦ ἑνός͵ καί πως διαπρακτικὸν τὸ ἓν ἤ τινος πρὸ τοῦ ἑνός͵ οἷον δὴ ἀξιοῦμεν εἶναι καὶ τὸ πρὸ πάντων λεγόμενον πάντα ἕν͵ ὅπερ οὐδέν τι τῶν πάντων ἐστίν͵ ἀλλὰ πάντα πρὸ πάντων͵ ὡς ἐλέγομεν͵ οὗ καὶ τὴν πρόοδον ἐπιζητοῦμεν. Ἐκεῖνο δὲ οὔτε διακρῖνόν ἐστιν͵ οὔτε διακρινόμενον· οὔτε γὰρ πολλά͵ οὔτε πολλοποιόν͵ οὐδὲ μὴν ἕν͵ οὐδὲ ἑνοποιόν͵ ὥστε οὔτε πρόεισιν͵ οὔτε μένει͵ οὔτε ἐπιστρέφει ἐκείνη ἡ φύσις͵ ἅτε πάντα οὖσα τῷ ὑπὲρ πάντα. Πρὸς δὲ τούτοις͵ εἰ πρόεισι͵ καὶ ἔστιν ἐν ἑκάστῳ τῶν ὄντων καὶ τῶν γινομένων ἐκείνης τὸ μέτρον͵ φανερὸν ὅτι ἑκάστῳ τὸ ἐπιβάλλον ἐνδίδωσι· τοῖς δὴ φθαρτοῖς καὶ θνητοῖς͵ εἰ μὲν οὐδέν͵ πῶς καὶ τούτων αἰτία ἀνυμνεῖται; εἰ δὲ ἐνδίδωσιν͵ οὐ τὸ αὐτὸ ὃ καὶ τοῖς αἰωνίοις ἢ τοῖς ἀϊδίοις· φθαρτὸν ἄρα καὶ θνητὸν τὸ ἐνδιδόμενον τούτοις. Καὶ τίς ἂν γένοιτο φθορὰ τοῦ ἑνός͵ μᾶλλον δὲ τοῦ οὐδενός͵ ὅ γε οὐδὲ ἄφθαρτον εἶναι δύναται; πολλοστὸν γὰρ ἀπ΄ αὐτοῦ καὶ τὸ αἰώνιον͵ καὶ αὐτὸς ὁ αἰῶν. Διὸ καὶ περὶ τοῦ πρώτου ὄντος ἡ αὐτὴ περιμένει ἡμᾶς ἀπορία· πρὸ γὰρ τοῦ αἰῶνος καὶ τοῦτο͵ ὥστε καὶ πρὸ τοῦ αἰωνίου· πολλῷ ἄρα μειζόνως πρὸ τοῦ ἄλλως ἀϊδίου· τοῦ φθαρτοῦ ἄρα πορρωτάτω διέστηκεν· οὐκ ἄρα τὸ ἓν ἑκάστῳ τῶν φθαρτῶν ἀπήχημα τοῦ ἑνὸς ἐκείνου φθαρτὸν ἂν εἴη. Ἀλλὰ μήποτε ὡς ἡ ὕλη καὶ ἐκεῖνο ἔχει (ἐπίταδε γάρ ἐστι τῶν ἄλλων καὶ οἷον ὕλη τις αὐτὴ ἡ ὕλη)͵ τὸ μὲν ποῦ ἐν αὐτῇ τῇ ὕλῃ͵ τὸ δὲ ὂν πρὸ τῆς ὕλης͵ καὶ ἔστι δυνάμει ἑκάτερον ἄφθαρτον καὶ φθαρτόν͵ ἐνεργείᾳ δὲ οὐδέτερον. Ἀλλ΄ οὐ περὶ τούτου ὁ λόγος τοῦ προπεσόντος ἐπίταδε͵ ἀλλὰ τοῦ πρὸ τῆς ὕλης καὶ τοῦ δυνάμει παντὸς αὐτοῖς συνόντος τοῖς εἴδεσι. Δῆλον γὰρ ὅτι πρὸ τῶν ἐσχάτων τὰ μέσα μετέχει τῆς μιᾶς τῶν ὅλων ἀρχῆς. Μήποτε οὖν ἄφθαρτά ἐστι͵ καὶ ἄλλοτε ἄλλα τῶν φθαρτῶν πληρωμάτων περισυνίσταται μεταβαλλόμενα περὶ τὰ ἀμετάβλητα·

1.69 ἀλλ΄ ᾗ τοῦτο οὐκ ἔστιν ἴδιος ἑκάστου ἡ μέθεξις͵ οἷον τοῦδε τοῦ καλά μου τοῦ ταῦτα γράφοντος͵ καὶ τοῦδε τοῦ χάρτου τοῦ ταῦτα γεγραμμένου· ἀλλὰ προσήκει καὶ οἰκείου τινὸς ἀγαθοῦ͵ εἴπερ μὴ ἀδιάφορα προῆλθεν ἀπὸ τῆς ἀρχῆς· ἔπειτα αὐτὸ τὸ φθαρτὸν ᾗ φθαρτὸν πότερον μετέχει ἐκείνου͵ ἢ οὐ μετέχει; εἰ μὲν γὰρ τοῦτο͵ οὐκ ἂν εἴη τούτου γε αἴτιον· εἰ δὲ ἐκεῖνο͵ φθαρτὸν ἔσται καὶ τὸ διδόμενον· τὸ δὲ αὐτὸ καὶ περὶ τοῦ ἀφθάρτου συλλογίσαιτο ἄν τις. Ἀλλ΄ ἴσως τῶν ἀϊδίων μόνον ἐστὶν ἡ μέθεξις͵ οἷον τῶν ὅλων; ἢ πρῶτον μέν͵ ὡς εἴρηται͵ οὐδὲ τὸ ἀΐδιον ἐκείνῳ τι προσήκει· ἔπειτά τις ἡ ἀπο κλήρωσις͵ ἔνια μὲν τῶν ἀπ΄ αὐτοῦ μετέχειν͵ ἔνια δὲ οὔ͵ καὶ ταῦτα ὄντος ὑπέρ τε τὸ φθαρτὸν καὶ τὸ ἄφθαρτον ἅπαν. Μήποτε οὖν πάντα μὲν αὐτοῦ μετέχει͵ μία δέ ἐστιν ἡ μέθεξις ἀμέριστος ἡ αὐτὴ πᾶσιν ὅλη παροῦσα͵ οἷον τὸ ἡλίου φῶς τὸ αὐτὸ παραγίνεται πᾶσιν͵ εἰ καὶ μὴ ὅλον͵ διότι μεριστόν ἐστι καὶ σωματοειδές͵ ἐκεῖνο δὲ καὶ ὑπὲρ τὸ ἀμέριστον ὄν͵ καὶ ὑπὲρ τὸ ὅλον εἰκότως τὸ αὐτὸ ὑπὸ παντὸς μετέχεται͵ τῆς διακρίσεως ἐν τοῖς μετέχουσι κατὼ οὔσης͵ ἀλλ΄ οὐκ ἐν τῷ μετεχομένῳ· οὕτω γὰρ καὶ τὸ ὂν ὁ Πλωτῖνος ἀξιοῖ νοεῖν͵ τὸ αὐτὸ πανταχοῦ ὅλον παρὸν κοινῇ τε πᾶσι καὶ ἑκάστῳ τῶν πολλῶν. Ἀλλ΄ εἰ καὶ ἀμέριστος ἡ μέθεξις καὶ μία πάντων ἥ τε τοῦ ὄντος καὶ τοῦ ἑνός· ὃ γὰρ ὅμοιος ἀμφοῖν ἔσται τρόπος͵ ὅμως γε μέθεξις ἀπὸ τῆς ὑπάρξεως προϊοῦσα καὶ διακρινομένη. Τί οὖν τὸ διακρῖνον τὸ δεύτερον ἀπὸ τοῦ πρώτου; διαφέρει γὰρ οὐδὲν τὸ ἓν ἀπὸ τοῦ ἑνὸς διακρίνειν καὶ πολλὰ τοιαῦτα ἐφεξῆς· ἀνιμᾶται γὰρ ἡ φύσις ἐκείνη τὴν διάκρισιν. Ἀλλὰ μήποτε οὐδὲ ἄλλη ἡ μέθεξις αὐτοῦ τῆς ὑπάρξεως· οὐ γὰρ ἄλλο δίδωσιν ἀφ΄ ἑαυτοῦ τοῖς μετέχουσιν͵ ἀλλ΄ ἑαυτὸ ὅ ἐστιν· ἢ τοῦτο τῇ ὕλῃ προσήκει͵ καὶ ὅλως εἰπεῖν͵ στοιχείοις· ἑαυτὰ γὰρ καὶ ταῦτα δίδωσι τῷ ἐξ αὐτῶν͵ οἷον ὕλῃ τοῦ στοιχειωτοῦ γιγνόμενα. Εἰ δὲ μὴ ταῦτα λέγοι τις͵ ἀλλ΄ ἥγε ὕλη οὐκ ἔχουσά τι μεθ΄ ἑαυτὴν ὅ τι δοίη͵ τῷ κόσμῳ δίδωσιν ἑαυτήν· ἢ τοῦτο μὲν ἡ ὕλη κατὰ τὸ χεῖρον͵ ἐκεῖνο δὲ ἴσως κατὰ τὸ κρεῖττον͵ ἑαυτὸ τοῖς πᾶσι καὶ ἑκάστῳ ἐνδίδωσιν οὐχ ὡς ὕλην͵ οὐδὲ γὰρ ὡς

1.70 εἶδος͵ ἀλλ΄ ὡς αἰτίας τῆς πρώτης τὴν πρώτην μεθέξιν͵ ταὐτὸ δὲ φάναι͵ καὶ ὕπαρξιν ἐν τοῖς μετέχουσιν οὖσαν͵ οὐδὲ διακρίνεσθαι ἀπ΄ αὐτῶν ἐθέλουσαν͵ εἰ καὶ ἐκεῖνα πρόεισι ἀπ΄ αὐτῆς͵ καθόσον τοῦ πλήθους μετέσχεν͵ ὥστε οὐδὲ ἀπ΄ αὐτῆς ἡ πρόοδος͵ ἀλλ΄ ἀπὸ τοῦ πλήθους ἀπογεννᾶται͵ ἀπ΄ ἐκείνης δὲ πάντα ἓν καὶ πάντα αὖ πάλιν ὄν͵ οἷον ἡ ῥίζα μόνη πρὸ τῆς τῶν κλάδων ἐκφύσεως καὶ αὐτοῦ τοῦ στελέχους ὅλον ἤδη οὖσα τὸ δένδρον͵ ἢ οἷον κέντρον ἐν ᾧ καὶ πάντα τὰ πέρατα τῶν πολλῶν εὐθειῶν ὁμοῦ͵ κατὰ τὸ ἓν τὰ πάντα πρὸ τῆς τῶν ἀπείρων εὐθειῶν διαστάσεως͵ μετὰ δὲ τὸ κέντρον ἡ διάστασις καὶ οὐκ αἴτιον αὐτῆς τὸ κέντρον͵ ἀλλ΄ ἡ ῥύσις τοῦ συνεχοῦς ἐφ΄ ἕν. Καὶ ἐκεῖ γάρ τοι τὸ πολλοποιὸν αἴτιον ἄρχει τῶν προόδων͵ τῆς μὲν οὐσιώδους τὸ οὐσιῶδες͵ τῆς δὲ ἑνιαίας τὸ ἑνιαῖον. Ἀλλὰ σεμνὰ μὲν ταῦτα καὶ ὑπερφυῆ͵ ταῖς δὲ ἄλλαις ἡμῶν ἐννοίαις οὐ συμβαίνοντα͵ ταῖς τε πάντα ἀπὸ τοῦ ἑνὸς προαγούσαις καὶ ταῖς ἐνεῖναι τοῖς αἰτιατοῖς ἀεὶ τὸ τοῦ αἰτίου ἴχνος ἀξιούσαις͵ οὐκ ἔξωθεν παρὸν μόνον͵ ἀλλὰ μετὰ τοῦτο καὶ συνουσιωμένον. Ἐπεὶ καὶ εἰ κοινὸν τὸ ἡλίου φῶς εἰς μέθεξιν͵ ἀλλ΄ ἔστι καὶ ἐν τοῖς ὄμμασιν ἡλιοειδές τι φέγγος ἴδιον ἤδη καὶ οὐ κοινόν͵ τῷδε ἰδίῳ πρὸς τὸ κοινὸν συναπτόμεθα. Οὐχὶ δὲ καὶ ὁ Πλάτων αὐτῆς εἶναί φησι τῆς ψυχῆς αὐγήν τινα͵ ἣν δεῖ ἀνακλίναντας τῷ φωτὶ συναφθῆναι τῆς ἀληθείας; ἀλλὰ μὴν καὶ τῆς μιᾶς τῶν πάντων ἀρχῆς ἀπορρεῖν τινα κοινὴν ἔτι μέθεξιν͵ ἣν ἀλήθειαν κέκληκεν͵ οὐ τῷ ἡλίῳ ἀναλογοῦσαν͵ ἀλλὰ τῷ ἡλίου φωτί. Ἀλλὰ μήποτε ὁ μὲν Πλάτων ἐσιώπησεν τὴν ἀκριβῆ περὶ τούτων ἐξέτασιν διὰ τοὺς πολλούς͵ ἐν τῷ αὐτῷ δὲ καὶ τὸ πολλοποιὸν αἴτιον Θέμενος͵ χώραν ἔσχε διακρῖναι τὰ πολλὰ ἀπὸ τοῦ ἑνός. Ὁ δὲ νῦν ἡμῖν προκείμενος λόγος ἰδίᾳ μέν͵ εἰ Θέμις͵ ὁρᾷ τὴν μίαν ἀρχήν͵ ἣν καὶ οὐκ ἐκεῖνος ὠνόμασεν͵ ἰδίᾳ δὲ τὴν πολλοποιὸν αἰτίαν. Ὅτι δὲ ἑκὼν παρῆλθεν ὁ Πλάτων τὴν τοιαύτην διάκρισιν͵ ἐδήλωσεν͵ οὐδὲ τὴν πολλοποιὸν αἰτίαν προθεὶς τοῦ μικτοῦ͵ καίτοι πολλὰ αὐτοῦ στοιχεῖα παρα λαβὼν καὶ τρεῖς ἀρχὰς ἀντὶ μιᾶς ὑποθέμενος͵ καὶ ἴσως οὐδὲ τὴν μίαν͵ ἣν νῦν λέγομεν͵ ἐνδειξάμενος ἐν ἐκείνοις͵ ἀλλὰ τὴν μετὰ τὰς δύο ἀρχάς͵ καθ΄ ἣν

1.71 τὸ μικτὸν γίγνεται· ἓν γὰρ καὶ τοῦτο͵ καὶ τούτου γε μερισμὸς αἱ τρεῖς μονάδες͵ ἀλλ΄ οὐ τῆς ὄντως πρώτης ἀρχῆς. Ταῦτα μὲν οὖν͵ ἐὰν δέῃ͵ καὶ αὖθις· αἱ δὲ ἡμέτεραι ἔννοιαι οὐ διαρθροῦσι τὰς πρώτας ἀρχὰς ἀκριβῶς͵ ὅθεν ἁπλῶς τὴν αὐτὴν ὑποτίθενται καὶ ἑνώσεως καὶ διακρίσεως αἰτίαν͵ οὐκ εἰδυῖαι ὅτι ἡ διακρίνουσα τῆς ἀδιάκριτα σωζούσης ἑτέρα͵ αὕτη πρώτη ἀπὸ τοῦ ἑνὸς ἑαυτὴν διακρίνουσα͵ εἶτα καὶ τοῖς ἄλλοις τούτου αἰτία γενομένη· τὸ δὲ ἓν καὶ πάντων αἴτιον· ἀλλ΄ ἓν πάντα ποιεῖ͵ καὶ οὐδὲ ποιεῖ γε· οὐδὲ γὰρ ἐνεργεῖ· ἡ γὰρ ἐνέργεια διακρίνεταί πως ἀπὸ τοῦ ἐνεργοῦντος· οὔτε γὰρ δύναται. Καὶ γὰρ δύναμις ἐκτένειά ἐστιν͵ ὥς φασι͵ τῆς οὐσίας͵ τὸ δὲ οὐδὲ οὐσία εἶναι βούλεται· τρίτη γὰρ ἀπ΄ αὐτοῦ ἡ οὐσία κατὰ τὸ μικτόν͵ ἡ ἑνιαία φημί͵ καὶ κατὰ τὸ ἑνιαῖον· ἀλλὰ ταῦτα μὲν καὶ ὕστερον. Ὃ δὲ νῦν λέγω τοῦτό ἐστιν ὅτι ἡ μία ἀρχὴ τοσοῦτον ἀπέχει τοῦ διακρίνειν͵ ὥστε οὐδὲ ἑνίζει· οὐδὲ γὰρ ποιεῖ τι· ἓν γάρ τι καὶ τὸ ἑνίζειν͵ ὥσπερ τὸ διακρίνειν· ἀλλ΄ ἓν πάντα ποιεῖ ἕκαστον͵ καὶ οὐδὲ ἕκαστον͵ ἀλλὰ τοῦ μὲν ἡ πολλοποιὸς αἰτία καὶ διακριτική͵ τὸ δὲ πρεσβύτερον τοῦ ἑκάστου πάντα ἓν ποιεῖ͵ ὡς οὕτω φάναι͵ οὐδὲ γὰρ πάντα κατὰ ἀλήθειαν· ἐν διακρίσει γὰρ καὶ τὰ πάντα͵ ὅπου γε καὶ τὸ ὅλον· τὸ δὲ ἓν πάντα κατὰ τὸ ἓν ὑπὲρ πάντα͵ καθὸ πάντα ἕν. Ἀλλ΄ εἰ τοῦτο δεύτερον ἂν εἴη τοῦτο μετ΄ ἐκεῖνο͵ καὶ τί πάλιν διακρίνει τὸ αἰτιατὸν ἀπὸ τοῦ αἰτίου; μήποτε γὰρ καὶ τὸ πᾶσι κοινὸν ἓν μεθεκτὸν ἀπὸ τῆς διακρινούσης αἰτίας πρόεισι· πολὺ γὰρ καὶ τοῦτο· πᾶν γὰρ κοινὸν πολύ ἐστι κατὰ φύσιν͵ εἰ καὶ μὴ κατ΄ ἀριθμόν. Μήποτε οὖν αὐτὸ τὸ τῆς διακρίσεως αἴτιον͵ ὅ τι ποτέ ἐστιν͵ παρήγαγεν ἑαυτὸ πρῶτον ἀπὸ τῆς ἀφανοῦς ἐκείνης παντελοῦς ἀδιακρίτου αἰτίας͵ εἶτα καὶ τοῖς ἄλλοις ἐπωχέτευσε τὸ κοινὸν ὡς μετὰ τὴν πρώτην διάκρισιν ἀδιάκριτον. Ἀλλ΄ αὐτὸ τοῦτο ζητητέον ὅπως ἔχει πρὸς τὴν μίαν αἰτίαν. Ἔστω μὲν γὰρ ἑαυτοῦ διακριτικὸν ἀπὸ τοῦ ἑνός͵ καίτοι οὕτω γε οὐδενὸς ἔσται ἐκεῖνο αἴτιον͵ οὐδὲ γὰρ τοῦ μεθ΄ ἑαυτὸ πρὸ τῶν ἄλλων ὑποστάντος· ἀλλ΄ ὅμως ἔστω τοῦτό γε͵ πῶς δὲ τοῦτο ἔχει πρὸς ἐκεῖνο; πότερόν τι μετέχει τοῦ αὐτοῦ ἢ κατ΄ οὐδέν;