ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.72-1.75)


1.72 εἰ μὲν γὰρ τοῦτο͵ διεσπασμένον ἔσται ἀπ΄ ἐκείνου καὶ δύο αἱ πρῶται ἀρχαί͵ μᾶλλον δὲ μία͵ ἡ διακριτικὴ τῶν πάντων· τὸ δὲ πρὸ ταύτης ἀπέσπασται ἀπὸ πάντων. Εἰ δὲ μετέχει͵ ἥξει τι ἐκεῖθεν· καὶ τί τὸ διακρῖναν; ἢ ἴσως τὸ δεύτερον ὥσπερ ἑαυτό͵ οὕτω καὶ τὴν οἰκείαν μέθεξιν ἀπὸ τοῦ μετεχομένου διέκρινεν· ἀλλ΄ οὕτω γε τὸ ζητούμενον ὡς ὁμολογούμενον ληψόμεθα͵ τὴν τοῦ ἑνὸς φύσιν͵ ἑνὸς οὖσαν καὶ ἕν͵ ἐπιδέχεσθαί τινα διάκρισιν; ἢ οὐκ ἔτι μένει ἓν ἀκραιφνῶς͵ παθοῦσά τι ὑπὸ τοῦ δευτέρου͵ εἰς ὃ προῆλθε. Γενόμενον γὰρ ἐν πολλῷ ἓν πέπονθε τὸ πολύ͵ καί πη συνηλλοιώθη τῷ δεξομένῳ· οὕτω δὲ τοῦ δευτέρου μετασχόντος͵ καὶ τὰ ἑξῆς ὑπ΄ αὐτοῦ καὶ δι΄ αὐτοῦ μετέχει τῆς μίας αἰτίας τὸν ὅμοιον τρόπον. Ἀλλ΄ εἰ μὴ δίδωσι τὸ ἕν͵ πῶς λαμβάνει τὸ δεύτερον ἢ τρίτον; πῶς δὲ εἰ μηδὲν παράγει τῶν πάντων͵ ὅμως αἴτιόν ἐστιν; ἢ ὥσπερ ἐστὶ τῷ εἶναι παράγειν οὐδὲν πραγματευόμενον͵ οὕτως ἐστὶ καὶ τῷ ἓν παράγειν τὰ παραγόμενα. Καὶ γὰρ τὸ εἶναι ἐνεργεῖν ἐστι τῆς οὐσίας ἐνέργειαν· διόπερ ἐκεῖνο τῷ ἕν· ἀλλὰ καὶ τὸ παράγειν ἐνέργεια͵ ὥστε τὸ ἓν μόνον ἐκεῖνο πεφυκέναι͵ ἵνα οὕτως εἴπω͵ τὰ ἄλλα παράγεται ὑφ΄ ἑαυτῶν· δύναται γὰρ ἑαυτὰ παράγειν ὅλως͵ διότι ἔστι τὸ ἕν͵ ὅπερ ἀναπνέοντα καὶ ἐν ᾧ ἐρριζωμένα παράγειν ἑαυτὰ δυνήσεται. Ἀλλὰ κύκλῳ πολλὴν περιελθόντες͵ ἔτι ταῖς αὐταῖς ἀπορίαις ἐνδεδέμεθα͵ εἰ ἥκει τι ἐκεῖθεν εἰς τὰ ἄλλα͵ καὶ ἔστιν ἕκαστον καὶ παράγει ἑαυτὸ διὰ τὴν ἐκείνου μέθεξιν· εἰ γὰρ μηδενὸς ἀπολαύει αὐτοῦ͵ τί δεῖται αὐτοῦ πρὸς τὴν οἰκείαν ὑπόστασιν; καὶ ὅλως ἐπιποθοῦμεν ἰδεῖν ὅτι ἔχομεν ἡμεῖς ἀπ΄ ἐκείνης τῆς κοινῆς· καὶ εἰ πρωτίστη ἐστίν͵ ἔχει τι καὶ ἔσχατον ἴχνος͵ οἷον τὴν ὕλην φαμέν͵ πάντα ἓν οὖσαν γυμνὸν ἀπὸ τῶν ἄλλων· εἰ δὲ ἔσχατον καὶ πρῶτον ἐστὶ τοιοῦτον͵ ὃ μηδὲν ἄλλο ἢ ἕν͵ καὶ τοῦτο πάντα καὶ πρὸ πάντων͵ πάντως ὅτι καὶ ἐν τοῖς μέσοις πληρώμασιν ἡ τοιαύτη φύσις εὑρίσκεται. Τοιούτων δὴ οὖν προκειμένων ἡμῖν τῶν ἀποριῶν͵ ἐξ ἀρχῆς ἀναλαβόντες τὸν λόγον λέγωμεν͵

1.73 οἷον καὶ ἐνταῦθα σωτῆρα παρακαλέσαντες. Τὸ δὴ ἓν ἐκεῖνο͵ πάντα ὄν͵ καὶ οὐ μόνον τὸ ἕν͵ κατὰ δὲ τὸ ἁπλούστατον τὰ πάντα͵ καὶ αὕτη ἡ ἁπλότης͵ ἡ πάντων ἀνάλυσις καὶ ἡ πρὸ πάντων οὐκ ἔστιν ἑνοποιὸν ἕν͵ διορισμῷ γὰρ τὸ ἑνοποιόν· οὐδὲ τὸ πολλοποιόν͵ διὰ τὴν αὐτὴν αἰτίαν͵ οὐδὲν τῶν ἄλλων ἰδιοποιόν͵ ἀλλὰ κοινοποιὸν ἁπλῶς αἴτιόν ἐστι καὶ παντοποιόν͵ οὐχ ὁμοῦ τὰ διωρισμένα πάντα ποιοῦν· οὐδὲ γὰρ τὰ ἡνωμένα· καὶ ἐκείνων γὰρ καὶ τούτων ἐστὶ τὸ αὐτὸ αἴτιον͵ καὶ πρὸ ἀμφοῖν. Οὔτε ἄρα ἡνωμένου τινός͵ οὔτε διωρισμένου ἐστὶ παραγωγόν͵ ἀλλὰ πάντων ἁπλῶς τῶν κατὰ πάντα τρόπον ὑφεστηκότων. Ἡ φύσις ἄρα αὐτοῦ οὔτε διώρισται ἀπό τινος͵ οὔτε ἥνωταί τινι͵ οὔτε συνεξαλλάττεται οὐδενὶ τῶν πάντων· εἴη γὰρ ἂν οὐκέτι πάντα͵ ἀλλ΄ ἐκεῖνο ᾧ ἂν συνδιωρίσθη· καὶ οὐκ ἐγένετο ἴδιος͵ ἀναίνεται δὲ τὸ ἴδιον· οὐκ ἄρα μερίζεταί τι ἀπ΄ αὐτῆς εἰς ἕκαστον ἰδιοτρόπως οὐδὲ ὁπωστιοῦν͵ ἀλλὰ μήποτε κοινὴ πάντων καὶ μία μέθεξις ἀπ΄ αὐτοῦ πρόεισιν εἰς πάντα. Οὐκοῦν ἡ μέθεξις διώρισται τῆς ὑπάρξεως͵ οὔπω δὲ ὁ διορισμὸς οὐδενός͵ οὔτε αἰτίας͵ οὐδὲ ὑπάρξεως͵ οὔτε μεθέξεως· οὐδὲν ἄρα πρόεισιν ἀπ΄ αὐτοῦ· οὐδὲ γὰρ μένει ἐν αὐτῷ͵ ἵνα καὶ προέλθῃ. Ἀεὶ γὰρ ἡ μονὴ πρὸ πάσης προόδου͵ οὔπω δὲ τὰ διάφορα ἐπὶ τῆς ἀδιαφόρου φύσεως. Οὐκ ἄρα μετέχει αὐτῆς τὰ πάντα; πάνυ γε͵ φήσω· δίδωσιν οὖν τι αὐτοῖς ἢ οὐδέν; πάνυ γε͵ φήσω͵ τὸ πάντων τιμιώτατον͵ ἑαυτὴν ὅλην καθ΄ ὕπαρξιν͵ ἀλλ΄ οὐχὶ μέθεξιν ἀφ΄ ἑαυτῆς. Οὐκοῦν γενήσεται αὕτη τῶν δεξαμένων͵ οὐκέτι δὲ ἑαυτῆς; ἢ οὔτε ἑαυτῆς ἐστίν͵ οὔτε ἐκείνων͵ οὔτε ἐξῃρημένη͵ οὔτε συντεταγμένη͵ οὐδὲ γὰρ καθ΄ ὕπαρξιν͵ οὔτε κατὰ μέθεξιν· πάντα γὰρ ἐν διορισμῷ τὰ τοιαῦτα· ἡ δέ ἐστι πάντη ἀδιόριστος͵ καὶ οὔτε πάντων͵ οὔτε οὐδενός· κατὰ γὰρ ἀλήθειαν

1.74 οὔτε ἐν πᾶσιν͵ οὔτε πρὸ πάντων͵ καὶ ταῦτα γὰρ διορισμοί τινες· τὸ δέ ἐστιν ἁπλοῦν καὶ ἀδιόριστον καὶ αὐτὸ τοῦτο πάντα ἕν· οὐ γὰρ ἔχομεν αὐτὸ ὀνομάζειν μονοειδῶς͵ ὅτι καὶ τὸ ἓν ἄλλο παρὰ πάντα͵ καὶ τὰ πάντα ἄλλα παρὰ τὸ ἕν. Περὶ ἐκεῖνο τοίνυν καὶ μετ΄ ἐκεῖνο τὰ ἄλλα ποιεῖται τοὺς παντοίως διορισμοὺς ἐν ταῖς ἀπ΄ αὐτοῦ πολλοσταῖς αἰτίαις· αὐτὸ ἄρα οὔτε μετεχόμενόν ἐστιν͵ οὔτε ἀμέθεκτον· ἀλλὰ τρόπον ἄλλον τὸν πρὸ ἀμφοῖν ἔστι τε καὶ τὰ ἄλλα σώζει καὶ τελειοῖ καὶ παράγει ὁμοῦ πάντα κατὰ τὸ ἓν ἑαυτοῦ παντοποιὸν ἐνέργημα͵ ὅπερ οὔτε παρακτικὸν κλητέον͵ οὔτε τελειωτικόν͵ οὔτε ἄλλο τῶν τοιούτων οὐδέν· ἐν διορισμῷ γὰρ καὶ ταῦτα· τὸ δέ ἐστι πάμφορον μέν͵ κατὰ μίαν δὲ φύσιν· πάντα οὖν αὐτοῦ ἀπῃώρηται͵ καὶ ταύτῃ αὐτοῦ ἀπολαύει͵ ἐχόμενα ὑπ΄ αὐτοῦ. Οὐδὲν οὖν ἀπ΄ αὐτοῦ τοιοῦτον οἷον αὐτό; οὐδαμῶς͵ οὐδὲ γὰρ οἷόν τε ἦν αὐτὸ ἑαυτοῦ διαστήναι κατὰ ὑπόβασιν͵ οὐδενὸς ἑτέρου φανέντος τοῦ διαστήσοντος͵ οὐδὲ θέμις ἦν τὴν διάφορον φύσιν ἐν διαφορᾷ τινι γενέσθαι πρὸς ἑαυτήν͵ οὐδὲ τὴν ἁπλότητα πάντων εἰς διπλόην τινὰ προελθεῖν. Πῶς οὖν ἡ ὕλη πέρας αὐτῆς καὶ τὸ ἔσχατον ἴχνος; ἢ οὐκ ἔχει οὕτως· οὐδὲ γὰρ ἓν ἐκεῖνο διωρισμένον ὡς ἕν͵ οἷον τὴν ὕλην εἶναί φαμεν͵ οὐδὲ ἔστιν ἐπ΄ ἐκείνου πρῶτόν τι καὶ μέσον καὶ ἔσχατον· διορισμοὶ γὰρ καὶ ταῦτα· οὐδὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ͵ οὐδὲ ὅλως τῶν χαρακτηριστικῶν τῆς ὕλης οὐδέν· καὶ γὰρ αὐτὴ ἡ ὕλη ἕν τί ἐστι τῶν στοιχείων τοῦ γενητοῦ· διώρισται ἄρα. Πόρρω ἄρα τῆς ἀδιορίστου φύσεως͵ ἐντεῦθέν ποθεν ἀρχομένη τῆς οἰκείας ἰδιότητος͵ ὅθεν ἡ γένεσις καὶ ταύτης μέντοι τῆς ἀρχῆς͵ οὐκ ἐν πρώτοις͵ οὐδὲ ἐν μέσοις ποιήμασιν͵ ἀλλ΄ ἐν τοῖς ἐσχάτοις ἀπηχήμασι. Πάντα οὖν διορίζεται περὶ ἐκείνην͵ καὶ ὁ πάντων ἔσχατος διορισμὸς ἀποδιακρίνει μετὰ πάντα τὴν πάντων ὡς ἀληθῶς ὑποστάθμην. Ἀλλὰ γὰρ περὶ τῆς ὕλης ἐνέσται καὶ αὖθις εἰπεῖν͵ καὶ ἀπορήσαντας ἐπιλύσασθαι ἐν καιρῷ τὰς ἀπορίας· νῦν δὲ τοσοῦτον προσθετέον ὅτι ἡ προκειμένη αὕτη ἀρχὴ καὶ τὴν εἰς ἐσχάτην ὕλην ἀπορρυεῖσαν περιέσχε τῇ ἑαυτῆς ἀδιαφόρῳ περιοχῇ τῆς παντελοῦς ἁπλότητος.

1.75 Εἰ τοίνυν μηδὲν ἀπ΄ αὐτοῦ͵ πῶς πάντων αἴτιον; ἢ οὕτω μὲν ὡς διωρισμένον αἴτιον καὶ κατὰ τὴν ὡς αἰτίου διωρισμένην ἔννοιαν͵ οὐκ ἔστιν αἴτιον· οὔτε γὰρ ποιητικόν͵ πρὸ τούτου γὰρ ἄλλα͵ οὔτε παραδειγματικόν͵ καὶ τούτου γὰρ ἄλλο προηγεῖται͵ οὔτε͵ ὡς ἄν τῳ δόξειεν͵ αὐτὸ τὸ τελικόν͵ ἓν γάρ τι καὶ τοῦτο τῶν αἰτίων͵ καὶ διώρισται ἀπὸ τῶν ἄλλων· οὐδὲ μὴν ὁμοῦ τὰ τρία αἴτια͵ ὡς ἓν παναίτιον· καὶ τὰ τρία γὰρ διώρισται ἀπὸ τῶν πολλῶν͵ ὅσα μὴ αἴτια͵ ἐκεῖ δὲ οὐδὲν τῶν διωρισμένων· ἀλλὰ πρὸ πάντων ἐκεῖνο καὶ αἴτιον πάντων͵ ὡς καὶ τῶν αἰτίων αἴτιον͵ καὶ οὐδὲ τοῦτο͵ ὡς ἄλλο παρὰ τὴν μίαν ἁπλότητα͵ ἀλλ΄ ὥσπερ ἓν ἀπὸ τῶν κάτω͵ οὕτω δήπου καὶ αἴτιον. Καὶ τίνος αἴτιον͵ εἴπερ ὅλως αἴτιον; πάντων γε͵ φήσω͵ οὐ τῶν μέν͵ τῶν δ΄ οὔ͵ οὐδὲ πῆ μέν͵ πῆ δὲ οὔ͵ οὐδὲ ὅσα τοιαῦτα μετ΄ ἐκεῖνο διοριζόμεθα. ῞Ηκει ἄρα τι ἐκεῖθεν; πάνυ γε τὰ πάντα͵ ἀλλ΄ οὐχ οἷον ἐκεῖνο͵ ἀλλὰ τὰ μετὰ τὴν φύσιν ἐκείνην. Οὐκοῦν ἀνομοιοειδὴς ἡ ἀπ΄ ἐκείνου γέννησις͵ πρὸ δὲ ταύτης ἡ ὁμοειδής͵ ἅτε συγγενεστέρων͵ καὶ ἀπὸ τοῦ ὅλου ἑκάστου προϊόντων͵ ἀλλ΄ οὐκ ἀπό τινος τῶν ἐν αὐτῷ διωρισμένων αἰτίων͵ ὥσπερ ἡ ἀνομοειδὴς καὶ ἔτι κοινοτάτη πάντων θεῶν· ἡ μὲν γὰρ ἀνομοειδὴς οὐ πάντων͵ οἷον εἴ τινες παρθένοι λέγοιντο καὶ ἠΐθεοι τῶν θεῶν· ἡ δὲ ὁμοειδὴς πανταχοῦ͵ καὶ ὁ μὴ ταύτην προάγων ἄγονός ἐστιν͵ ὅπερ ἐπὶ τῆς ὕλης μόνης ἀληθές͵ εἴπερ καὶ ταύτης. Εἰ τοίνυν ἡ πάντων πρόοδος ἀνομοειδὴς ἀπ΄ ἐκείνου͵ πάντως ὅτι προϋπάρξει καὶ ἡ ὁμοειδής͵ ὅπερ ἐδείχθη ἀδύνατον. ῍Η πρῶτον μὲν ἐπ΄ ἐκείνου διαιρεῖσθαι τὰς δύο προόδους οὐ θεμιτόν· ἀδιόριστον γὰρ ὂν παντελῶς οὐκ ἂν ποιοῖτο τὴν ἀφ΄ ἑαυτοῦ γέννησιν διωρισμένην͵ ἢ ὁμοειδῆ͵ ἢ τὰς δύο ἅμα͵ ἀλλ΄ ἔστιν ἐκείνῳ πρέπουσα͵ εἰ θέμις εἰπεῖν͵ τῇ πρὸ ἀμφοῖν ἀδιόριστος. Δεύτερον δὲ εἴ τις ἐπαναπαύεσθαι βούλοιτο ταῖς διωρισμέναις ἐννοίαις͵ ἑκατέραν ὁμοῦ νοοῖτο τὴν ἀπ΄ αὐτοῦ τῶν πάντων ἀπογέννησιν· ὡς μὲν γὰρ πάντα ὂν κατὰ τὸ ἓν παράγει πάντα ὁμοειδῶς͵ ὡς δὲ πρὸ πάντων͵ ἀνομοειδῶς͵ ἅμα δὲ καὶ ὡς ταὐτόν͵ πάντα τέ ἐστι καὶ πρὸ πάντων· ἅμα ἄρα καὶ ὡς τὴν αὐτὴν ποιεῖται πρόοδον ὁμοειδῆ τε καὶ ἀνομοειδῆ· πάντα γάρ ἐστι καὶ πάντα παράγει͵