κθ ὅτι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Ἡρακλειτείου φιλοσοφίας.
Ὅτι μὲν οὖν αὕτη διαφέρει τῆς ἡμετέρας ἀγωγῆς͵ πρόδηλον· ὁ μὲν γὰρ Ἡράκλειτος περὶ πολλῶν ἀδήλων ἀποφαίνεται δογματικῶς͵ ἡμεῖς δ΄ οὐχί͵ καθάπερ εἴρηται. ἐπεὶ δὲ οἱ περὶ τὸν Αἰνησίδημον ἔλεγον ὁδὸν εἶναι τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν͵ διότι προηγεῖται τοῦ τἀναντία περὶ τὸ αὐτὸ ὑπάρχειν τὸ τἀναντία περὶ τὸ αὐτὸ φαίνεσθαι͵ καὶ οἱ μὲν σκεπτικοὶ φαίνεσθαι λέγουσι τὰ ἐναντία περὶ τὸ αὐτό͵ οἱ δὲ Ἡρακλείτειοι ἀπὸ τούτου καὶ ἐπὶ τὸ ὑπάρχειν αὐτὰ μετέρχονται͵ φαμὲν πρὸς τούτους͵ ὅτι τὸ τὰ ἐναντία περὶ τὸ αὐτὸ φαίνεσθαι οὐ δόγμα ἐστὶ τῶν σκεπτικῶν ἀλλὰ πρᾶγμα οὐ μόνον τοῖς σκεπτικοῖς ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις
καὶ πᾶσιν ἀνθρώποις ὑποπίπτον· οὐδεὶς γοῦν τολμήσαι ἂν εἰπεῖν ὅτι τὸ μέλι οὐ γλυκάζει τοὺς ὑγιαίνοντας ἢ ὅτι τοὺς ἰκτερικοὺς οὐ πικράζει͵ ὥστε ἀπὸ κοινῆς τῶν ἀνθρώπων προλήψεως
ἄρχονται οἱ Ἡρακλείτειοι͵ καθάπερ καὶ ἡμεῖς͵ ἴσως δὲ καὶ αἱ ἄλλαι φιλοσοφίαι. διόπερ εἰ μὲν ἀπό τινος τῶν σκεπτικῶς λεγομένων ἐλάμβανον τὸ τἀναντία περὶ τὸ αὐτὸ ὑποκεῖσθαι͵ οἷον τοῦ πάντα ἐστὶν ἀκατάληπτα ἢ τοῦ οὐδὲν ὁρίζω ἤ τινος τῶν παραπλησίων͵ ἴσως ἂν συνῆγον ὃ λέγουσιν· ἐπεὶ δὲ ἀρχὰς ἔχουσιν οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις φιλοσόφοις καὶ τῷ βίῳ ὑποπιπτούσας͵ τί μᾶλλον τὴν ἡμετέραν ἀγωγὴν ἢ ἑκάστην τῶν ἄλλων φιλοσοφιῶν ἢ καὶ τὸν βίον ὁδὸν ἐπὶ τὴν Ἡρακλείτειον
φιλοσοφίαν εἶναι λέγοι τις ἄν͵ ἐπειδὴ πάντες κοιναῖς ὕλαις κεχρήμεθα; μήποτε δὲ οὐ μόνον οὐ συνεργεῖ πρὸς τὴν γνῶσιν τῆς Ἡρακλειτείου
φιλοσοφίας ἡ σκεπτικὴ ἀγωγή͵ ἀλλὰ καὶ ἀποσυνεργεῖ͵ εἴγε ὁ σκεπτικὸς πάντα τὰ ὑπὸ τοῦ Ἡρακλείτου δογματιζόμενα ὡς προπετῶς λεγόμενα
διαβάλλει͵ ἐναντιούμενος μὲν τῇ ἐκπυρώσει͵ ἐναντιούμενος δὲ τῷ τὰ ἐναντία περὶ τὸ αὐτὸ ὑπάρχειν͵ καὶ ἐπὶ παντὸς δόγματος τοῦ Ἡρακλείτου τὴν μὲν δογματικὴν προπέτειαν διασύρων͵ τὸ δὲ οὐ καταλαμβάνω καὶ τὸ οὐδὲν ὁρίζω ἐπιφθεγγόμενος͵ ὡς ἔφην ἔμπροσθεν· ὅπερ μάχεται τοῖς Ἡρακλειτείοις. ἄτοπον δέ ἐστι τὸ τὴν μαχομένην ἀγωγὴν ὁδὸν εἶναι λέγειν τῆς αἱρέσεως ἐκείνης ᾗ μάχεται· ἄτοπον ἄρα τὸ τὴν σκεπτικὴν ἀγωγὴν ἐπὶ τὴν Ἡρακλείτειον φιλοσοφίαν ὁδὸν εἶναι λέγειν.
λ τίνι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Δημο κριτείου φιλοσοφίας.
Ἀλλὰ καὶ ἡ Δημοκρίτειος φιλοσοφία λέγεται κοινωνίαν
ἔχειν πρὸς τὴν σκέψιν͵ ἐπεὶ δοκεῖ τῇ αὐτῇ ὕλῃ ἡμῖν κεχρῆσθαι· ἀπὸ γὰρ τοῦ τοῖς μὲν γλυκὺ φαίνεσθαι τὸ μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν͵ καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν οὐ μᾶλλον φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ οὐ μᾶλλον φωνῇ οἵ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου· ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν͵ ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν͵ πότερον ἀμφότερα ἢ οὐθέτερόν τι ἔστι τῶν φαινομένων. ὥστε καὶ κατὰ τοῦτο μὲν διαφέρομεν͵ προδηλοτάτη δὲ γίνεται ἡ διάκρισις ὅταν ὁ Δημόκριτος λέγῃ ἐτεῇ δὲ ἄτομα καὶ κενόν. ἐτεῇ μὲν γὰρ λέγει ἀντὶ τοῦ ἀληθείᾳ· κατ΄ ἀλήθειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν͵ εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομένων ἄρχεται͵ περιττὸν οἶμαι λέγειν.
λα τίνι διαφέρει
τῆς Κυρηναϊκῆς ἡ σκέψις.
Φασὶ δέ τινες ὅτι ἡ Κυρηναϊκὴ ἀγωγὴ ἡ αὐτή ἐστι τῇ σκέψει͵ ἐπειδὴ κἀκείνη τὰ πάθη μόνα φησὶ καταλαμβάνεσθαι. διαφέρει δὲ αὐτῆς͵ ἐπειδὴ ἐκείνη μὲν τὴν ἡδονὴν καὶ τὴν λείαν τῆς σαρκὸς κίνησιν τέλος εἶναι λέγει͵ ἡμεῖς δὲ τὴν ἀταραξίαν͵ ᾗ ἐναντιοῦται τὸ κατ΄ ἐκείνους τέλος· καὶ γὰρ παρούσης τῆς ἡδονῆς καὶ μὴ παρούσης ταραχὰς ὑπομένει ὁ διαβεβαιούμενος τέλος εἶναι τὴν ἡδονήν͵ ὡς ἐν τῷ περὶ τοῦ τέλους ἐπελογισάμην. εἶτα ἡμεῖς μὲν ἐπέχομεν ὅσον ἐπὶ τῷ λόγῳ περὶ τῶν ἐκτὸς ὑποκειμένων͵ οἱ δὲ Κυρηναϊκοὶ ἀποφαίνονται φύσιν
αὐτὰ ἔχειν ἀκατάληπτον.
λβ τίνι διαφέρει
τῆς Πρωταγορείου ἀγωγῆς ἡ σκέψις.
Καὶ ὁ Πρωταγόρας δὲ βούλεται πάν των χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον͵ τῶν μὲν ὄντων ὡς ἔστιν͵ τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν͵ μέτρον μὲν λέγων τὸ κριτήριον͵ χρημάτων δὲ τῶν πραγμάτων͵ ὡς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον͵ τῶν μὲν ὄντων ὡς ἔστιν͵ τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα ἑκάστῳ μόνα͵ καὶ οὕτως εἰσάγει τὸ πρός τι. διὸ καὶ δοκεῖ κοινωνίαν ἔχειν πρὸς τοὺς Πυρρωνείους. διαφέρει δὲ αὐτῶν͵ καὶ εἰσόμεθα τὴν διαφοράν͵ ἐξαπλώσαντες συμμέτρως τὸ δοκοῦν τῷ Πρωταγόρᾳ. φησὶν οὖν ὁ ἀνὴρ τὴν ὕλην ῥευστὴν εἶναι͵ ῥεούσης δὲ αὐτῆς συνεχῶς προσθέσεις ἀντὶ τῶν ἀποφορήσεων γίγνεσθαι καὶ τὰς αἰσθήσεις μετακοσμεῖσθαί τε καὶ ἀλλοιοῦσθαι παρά τε τὰς ἡλικίας καὶ παρὰ τὰς ἄλλας κατασκευὰς τῶν σωμάτων. λέγει
δὲ καὶ τοὺς λόγους πάντων τῶν φαινομένων ὑποκεῖσθαι ἐν τῇ ὕλῃ͵ ὡς δύνασθαι τὴν ὕλην ὅσον ἐφ΄ ἑαυτῇ πάντα εἶναι ὅσα πᾶσι φαίνεται. τοὺς δὲ ἀνθρώπους ἄλλοτε ἄλλων ἀντιλαμβάνεσθαι
παρὰ τὰς διαφόρους αὐτῶν διαθέσεις· τὸν μὲν γὰρ κατὰ φύσιν ἔχοντα ἐκεῖνα τῶν ἐν τῇ ὕλῃ καταλαμβάνειν ἃ τοῖς κατὰ φύσιν ἔχουσι φαίνεσθαι δύναται͵ τὸν δὲ παρὰ φύσιν ἃ τοῖς παρὰ φύσιν. καὶ ἤδη παρὰ τὰς ἡλικίας καὶ κατὰ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι καὶ καθ΄ ἕκαστον εἶδος τῶν διαθέσεων ὁ αὐτὸς λόγος. γίνεται τοίνυν κατ΄ αὐτὸν τῶν ὄντων κριτήριον ὁ ἄνθρωπος· πάντα γὰρ τὰ φαινόμενα τοῖς ἀνθρώποις καὶ ἔστιν͵ τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαινόμενα οὐδὲ ἔστιν. ὁρῶμεν οὖν ὅτι καὶ περὶ τοῦ τὴν ὕλην ῥευστὴν εἶναι καὶ περὶ τοῦ τοὺς λόγους τῶν φαινομένων πάντων ἐν αὐτῇ ὑποκεῖσθαι δογματίζει͵ ἀδήλων ὄντων καὶ ἡμῖν ἐφεκτῶν.