λγ τίνι διαφέρει
τῆς Ἀκαδημαϊκῆς φιλοσοφίας ἡ σκέψις
Φασὶ μέντοι τινὲς ὅτι ἡ Ἀκαδημαϊκὴ φιλοσοφία ἡ αὐτή ἐστι τῇ σκέψει· διόπερ ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτου διεξελθεῖν. Ἀκαδημίαι δὲ γεγόνασιν͵ ὡς φασὶν οἱ πλείους [ἢ]͵ τρεῖς͵ μία μὲν καὶ ἀρχαιοτάτη ἡ τῶν περὶ Πλάτωνα͵ δευτέρα δὲ καὶ μέση ἡ τῶν περὶ Ἀρκεσίλαον τὸν ἀκουστὴν Πολέμωνος͵ τρίτη δὲ καὶ νέα ἡ τῶν περὶ Καρνεάδην καὶ Κλειτόμαχον· ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν περὶ Φίλωνα καὶ Χαρμίδαν͵ τινὲς δὲ καὶ πέμπτην
καταλέγουσι τὴν περὶ [τὸν] Ἀντίοχον. ἀρξάμενοι τοίνυν ἀπὸ τῆς ἀρχαίας ἴδωμεν τὴν πρὸς ἡμᾶς διαφορὰν τῶν εἰρημένων φιλοσοφιῶν. τὸν Πλάτωνα οὖν οἱ μὲν δογματικὸν ἔφασαν εἶναι͵ οἱ δὲ ἀπορητικόν͵ οἱ δὲ κατὰ μέν τι ἀπορητικόν͵ κατὰ δέ τι δογματικόν· ἐν μὲν γὰρ τοῖς γυμναστικοῖς [φασι] λόγοις͵ ἔνθα ὁ Σωκράτης εἰσάγεται ἤτοι παίζων πρός
τινας ἢ ἀγωνιζόμενος πρὸς σοφιστάς͵ γυμναστικόν τε καὶ ἀπορητικόν φασιν ἔχειν αὐτὸν χαρακτῆρα͵ δογματικὸν δέ͵ ἔνθα σπουδάζων ἀποφαίνεται ἤτοι διὰ Σωκράτους ἢ Τιμαίου ἤ τινος τῶν τοιούτων. περὶ μὲν οὖν τῶν δογματικὸν αὐτὸν εἶναι λεγόντων͵ ἢ κατὰ μέν τι δογματικόν͵ κατὰ δέ τι ἀπορητικόν͵ περισσὸν ἂν εἴη λέγειν νῦν· αὐτοὶ γὰρ ὁμολογοῦσι τὴν πρὸς ἡμᾶς διαφοράν. περὶ δὲ τοῦ εἰ ἔστιν εἰλικρινῶς σκεπτικὸς πλατύτερον μὲν ἐν τοῖς ὑπομνήμασι διαλαμβάνομεν͵ νῦν δὲ ὡς ἐν ὑποτυπώσει λέγομεν κατὰ τοὺς περὶ Μηνόδοτον καὶ Αἰνησίδημον (οὗτοι γὰρ μάλιστα ταύτης
προέστησαν τῆς στάσεως)͵ ὅτι ὅταν ὁ Πλάτων ἀποφαίνηται περὶ ἰδεῶν ἢ περὶ τοῦ πρόνοιαν εἶναι ἢ περὶ τοῦ τὸν ἐνάρετον βίον αἱρετώτερον εἶναι τοῦ μετὰ κακιῶν͵ εἴτε ὡς ὑπάρχουσι τούτοις
συγκατατίθεται͵ δογματίζει͵ εἴτε ὡς πιθανωτέροις
προστίθεται͵ ἐπεὶ προ κρίνει τι κατὰ πίστιν ἢ ἀπιστίαν͵ ἐκπέφευγε τὸν σκεπτικὸν χαρακτῆρα· ὡς γὰρ καὶ τοῦτο ἡμῖν ἐστιν ἀλλότριον͵ ἐκ τῶν ἔμπροσθεν εἰρημένων πρόδηλον. εἰ δέ τινα καὶ σκεπτικῶς προφέρεται͵ ὅταν͵ ὡς φασί͵ γυμνάζηται͵ οὐ παρὰ τοῦτο ἔσται σκεπτικός· ὁ γὰρ περὶ ἑνὸς δογματίζων͵ ἢ προκρίνων φαντασίαν φαντασίας ὅλως κατὰ πίστιν ἢ ἀπιστίαν ἢ ἀποφαινόμενος περί τινος τῶν ἀδήλων͵ τοῦ δογματικοῦ γίνεται χαρακτῆρος͵ ὡς δηλοῖ καὶ ὁ Τίμων διὰ τῶν περὶ Ξενοφάνους αὐτῷ λεγομένων. ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαι νέσας [τὸν Ξενοφάνην]͵ ὡς καὶ τοὺς σίλλους αὐτῷ ἀναθεῖναι͵ ἐποίησεν αὐτὸν ὀδυρόμενον καὶ λέγοντα ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι ἀμφοτερόβλεπτος· δολίῃ δ΄ ὁδῷ ἐξαπατήθην πρεσβυγενὴς ἔτ΄ ἐὼν καὶ ἀμενθήριστος ἁπάσης σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι͵ εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ΄ ἐὸν αἰεί πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ΄ ὁμοίην. διὰ τοῦτο γοῦν καὶ ὑπάτυφον αὐτὸν λέγει͵ καὶ οὐ τέλειον ἄτυφον͵ δι΄ ὧν φησι Ξεινοφάνης ὑπάτυφος͵ ὁμηραπάτης ἐπισκώπτης͵ εἰ τὸν ἀπ΄ ἀνθρώπων θεὸν ἐπλάσατ΄ ἶσον ἁπάντῃ͵ ἀτρεμῆ ἀσκηθῆ νοερώτερον ἠὲ νόημα. ὑπάτυφον μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον͵ ὁμηραπά της δὲ ἐπισκώπτην͵ ἐπεὶ τὴν παρ΄ Ὁμήρῳ ἀπάτην διέσυρεν. ἐδογμάτιζε δὲ ὁ Ξενοφάνης παρὰ τὰς τῶν ἄλλων ἀνθρώπων προλήψεις ἓν εἶναι τὸ πᾶν͵ καὶ τὸν θεὸν συμφυῆ τοῖς πᾶσιν͵ εἶναι δὲ σφαιροειδῆ καὶ ἀπαθῆ καὶ ἀμετάβλητον καὶ λογικόν· ὅθεν καὶ ῥᾴδιον τὴν Ξενοφάνους πρὸς ἡμᾶς διαφορὰν ἐπιδεικνύναι. πλὴν ἀλλ΄ ἐκ τῶν εἰρημένων πρόδηλον͵ ὅτι κἂν περί τινων ἐπαπορῇ ὁ Πλάτων͵ ἀλλ΄ ἐπεὶ ἔν τισι φαίνεται ἢ περὶ ὑπάρξεως ἀποφαινόμενος πραγμάτων ἀδήλων ἢ προκρίνων ἄδηλα κατὰ πίστιν͵ οὐκ ἂν εἴη σκεπτικός. Οἱ δὲ ἀπὸ τῆς νέας Ἀκαδημίας͵ εἰ καὶ ἀκατάληπτα εἶναι πάντα φασί͵ διαφέρουσι
τῶν σκεπτικῶν ἴσως μὲν καὶ κατ΄ αὐτὸ τὸ λέγειν πάντα εἶναι ἀκατάληπτα (διαβεβαιοῦνται γὰρ περὶ τούτου͵ ὁ δὲ σκεπτικὸς ἐνδέχεσθαι καὶ καταληφθῆ ναί τινα προσδοκᾷ)͵ διαφέρουσι δὲ ἡμῶν προδήλως ἐν τῇ τῶν ἀγαθῶν καὶ τῶν κακῶν κρίσει. ἀγαθὸν γὰρ τί φασιν εἶναι οἱ Ἀκαδημαϊκοὶ καὶ κακὸν οὐχ ὡς ἡμεῖς͵ ἀλλὰ μετὰ τοῦ πεπεῖσθαι ὅτι πιθανόν ἐστι μᾶλλον ὃ λέ γουσιν εἶναι ἀγαθὸν ὑπάρχειν ἢ τὸ ἐναντίον͵ καὶ ἐπὶ τοῦ κακοῦ ὁμοίως͵ ἡμῶν ἀγαθόν τι ἢ κακὸν εἶναι λεγόντων οὐδὲν μετὰ τοῦ πιθανὸν εἶναι νομίζειν ὅ φαμεν͵ ἀλλ΄ ἀδοξάστως ἑπομένων τῷ βίῳ͵ ἵνα μὴ ἀνενέργητοι ὦμεν. τάς τε φαντασίας ἡμεῖς μὲν ἴσας λέγομεν εἶναι κατὰ πίστιν ἢ ἀπιστίαν ὅσον ἐπὶ τῷ λόγῳ͵ ἐκεῖνοι δὲ τὰς μὲν πιθανὰς εἶναί φασι τὰς δὲ ἀπιθάνους. καὶ τῶν πιθανῶν δὲ λέγουσι διαφοράς· τὰς μὲν γὰρ αὐτὸ μόνον πιθανὰς ὑπάρχειν ἡγοῦνται͵ τὰς δὲ πιθανὰς καὶ διεξωδευμένας͵ τὰς δὲ πιθανὰς καὶ περιωδευμένας καὶ ἀπερισπάστους. οἷον ἐν οἴκῳ σκοτεινῷ ποσῶς κειμένου σχοινίου ἐσπειραμένου πιθανὴ ἁπλῶς φαντασία
γίνεται ἀπὸ τούτου ὡς ἀπὸ ὄφεως τῷ ἀθρόως ἐπεισελθόντι· τῷ μέντοι περισκοπήσαντι ἀκριβῶς καὶ διεξοδεύσαντι τὰ περὶ αὐτό͵ οἷον ὅτι οὐ κινεῖται͵ ὅτι τὸ χρῶμα τοῖόν ἐστι͵ καὶ τῶν ἄλλων ἕκαστον͵ φαίνεται
σχοινίον κατὰ τὴν φαντασίαν τὴν πιθανὴν καὶ περιωδευμένην. ἡ δὲ καὶ ἀπερίσπαστος
φαντασία τοιάδε ἐστίν. λέγεται ὁ Ἡρακλῆς ἀποθανοῦσαν τὴν Ἄλκηστιν αὖθις ἐξ Ἅιδου ἀναγαγεῖν καὶ δεῖξαι τῷ Ἀδμήτῳ͵ ὃς πιθανὴν μὲν ἐλάμβανε φαντασίαν τῆς Ἀλκήστιδος καὶ περιω δευμένην· ἐπεὶ μέντοι ᾔδει ὅτι τέθνηκεν͵ περιεσπᾶτο αὐτοῦ ἡ διάνοια ἀπὸ τῆς συγκαταθέσεως
καὶ πρὸς ἀπιστίαν ἔκλινεν. ....
προκρίνουσιν οὖν οἱ ἐκ τῆς νέας Ἀκαδημίας τῆς μὲν πιθανῆς ἁπλῶς τὴν πιθανὴν καὶ περιωδευμένην φαντασίαν͵ ἀμφοτέρων δὲ τούτων τὴν πιθανὴν καὶ περιωδευ μένην καὶ ἀπερίσπαστον. εἰ δὲ καὶ πείθεσθαί τισιν οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τῆς σκέψεως λέγουσι͵ πρόδηλος καὶ ἡ κατὰ τοῦτο διαφορὰ τῶν φιλοσοφιῶν. τὸ γὰρ πείθεσθαι λέγεται διαφόρως͵ τό τε μὴ ἀντιτείνειν ἀλλ΄ ἁπλῶς ἕπεσθαι ἄνευ σφοδρᾶς προσκλίσεως καὶ προσπαθείας͵ ὡς ὁ παῖς πείθεσθαι
λέγεται τῷ παιδαγωγῷ· ἅπαξ δὲ τὸ μετὰ αἱρέσεως καὶ οἱονεὶ συμπαθείας κατὰ τὸ σφόδρα βούλεσθαι συγκατατίθεσθαί τινι͵ ὡς ὁ ἄσωτος πείθεται τῷ δαπανητικῶς βιοῦν ἀξιοῦντι. διόπερ ἐπειδὴ οἱ μὲν περὶ Καρνεάδην καὶ Κλειτόμαχον μετὰ προσκλίσεως
σφοδρᾶς πείθεσθαί τε καὶ πιθανὸν εἶναί τί φασιν͵ ἡμεῖς δὲ κατὰ τὸ ἁπλῶς εἴκειν ἄνευ προσπαθείας͵ καὶ κατὰ τοῦτο ἂν αὐτῶν διαφέροιμεν. ἀλλὰ καὶ ἐν τοῖς πρὸς τὸ τέλος διαφέρομεν τῆς νέας Ἀκαδημίας· οἱ μὲν γὰρ κατ΄ αὐτὴν κοσμεῖσθαι λέγοντες ἄνδρες τῷ πιθανῷ προσχρῶν ται κατὰ τὸν βίον͵ ἡμεῖς δὲ τοῖς νόμοις καὶ τοῖς ἔθεσι καὶ τοῖς φυσικοῖς πάθεσιν ἑπόμενοι βιοῦμεν ἀδοξάστως. καὶ πλείω δ΄ ἂν εἴπομεν πρὸς τὴν διάκρισιν͵ εἰ μὴ τῆς συντομίας ἐστοχαζόμεθα.
Ὁ μέντοι Ἀρκεσίλαος͵ ὃν τῆς μέσης Ἀκαδημίας ἐλέγομεν εἶναι προστάτην καὶ ἀρχηγόν͵ πάνυ μοι
δοκεῖ τοῖς Πυρρωνείοις κοινωνεῖν λόγοις͵ ὡς μίαν εἶναι σχεδὸν τὴν κατ΄ αὐτὸν ἀγωγὴν καὶ τὴν ἡμετέραν· οὔτε γὰρ περὶ ὑπάρξεως ἢ ἀνυπαρξίας τινὸς ἀποφαινόμενος εὑρίσκεται͵ οὔτε κατὰ πίστιν ἢ ἀπιστίαν προκρίνει τι ἕτερον ἑτέρου͵ ἀλλὰ περὶ πάντων ἐπέχει. καὶ τέλος μὲν εἶναι τὴν ἐποχήν͵ ᾗ συνεισέρχεσθαι τὴν ἀταραξίαν ἡμεῖς ἐφάσκομεν. λέγει δὲ καὶ ἀγαθὰ μὲν εἶναι τὰς κατὰ μέρος ἐποχάς͵ κακὰ δὲ τὰς κατὰ μέρος συγκαταθέσεις. ἐκτὸς εἰ μὴ λέγοι τις͵ ὅτι ἡμεῖς μὲν κατὰ τὸ φαινόμενον ἡμῖν ταῦτα λέγομεν καὶ οὐ διαβεβαιωτικῶς͵ ἐκεῖνος δὲ ὡς πρὸς τὴν φύσιν͵ ὥστε καὶ ἀγαθὸν μὲν εἶναι αὐτὸν λέγειν τὴν ἐποχήν͵ κακὸν δὲ τὴν συγκατάθεσιν. εἰ δὲ δεῖ καὶ τοῖς περὶ αὐτοῦ λεγομένοις
πιστεύειν͵ φασὶν ὅτι κατὰ μὲν τὸ πρόχειρον Πυρρώνειος ἐφαίνετο εἶναι͵ κατὰ δὲ τὴν ἀλήθειαν δογματικὸς ἦν· καὶ ἐπεὶ τῶν ἑταίρων ἀπόπειραν ἐλάμβανε διὰ τῆς ἀπορητικῆς͵ εἰ εὐφυῶς ἔχουσι πρὸς τὴν ἀνάληψιν τῶν Πλατωνικῶν δογμάτων͵ δόξαι αὐτὸν ἀπορητικὸν εἶναι͵ τοῖς μέντοι γε εὐφυέσι τῶν ἑταίρων τὰ Πλάτωνος
παρεγχειρεῖν. ἔνθεν καὶ τὸν Ἀρίστωνα εἰπεῖν περὶ αὐτοῦ πρόσθε Πλάτων͵ ὄπιθεν Πύρρων͵ μέσσος Διόδωρος͵ διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον͵ εἶναι δὲ ἄντικρυς
Πλατωνικόν. Οἱ δὲ περὶ Φίλωνά φασιν ὅσον μὲν ἐπὶ τῷ Στωικῷ κριτηρίῳ͵ τουτέστι τῇ καταληπτικῇ φαντασίᾳ͵ ἀκατάληπτα εἶναι τὰ πράγματα͵ ὅσον δὲ ἐπὶ τῇ φύσει τῶν πραγμάτων αὐτῶν͵ καταληπτά. ἀλλὰ καὶ ὁ Ἀντίοχος τὴν Στοὰν μετήγαγεν εἰς τὴν Ἀκαδημίαν͵ ὡς καὶ εἰρῆσθαι ἐπ΄ αὐτῷ ὅτι ἐν Ἀκαδημίᾳ φιλοσοφεῖ τὰ Στωικά· ἐπεδείκνυε γὰρ ὅτι παρὰ Πλάτωνι κεῖται τὰ τῶν Στωικῶν δόγματα. ὡς πρόδηλον εἶναι τὴν τῆς σκεπτικῆς ἀγωγῆς διαφορὰν πρός τε τὴν τετάρτην καὶ τὴν πέμπτην
καλουμένην Ἀκαδημίαν.