λδ εἰ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει.
Ἐπεὶ δὲ καὶ τῇ ἐμπειρίᾳ τῇ κατὰ τὴν ἰατρικὴν αἱρέσει τὴν αὐτὴν εἶναι λέγουσί τινες τὴν σκεπτικὴν φιλοσοφίαν͵ γνωστέον ὅτι͵ εἴπερ ἡ ἐμπειρία ἐκείνη περὶ τῆς ἀκαταληψίας τῶν ἀδήλων διαβεβαιοῦται͵ οὔτε ἡ αὐτή ἐστι τῇ σκέψει οὔτε ἁρμόζοι ἂν τῷ σκεπτικῷ τὴν αἵρεσιν ἐκείνην ἀναλαμβάνειν. μᾶλλον δὲ τὴν καλουμένην μέθοδον͵ ὡς ἐμοὶ δοκεῖ͵ δύναιτο ἂν μετιέναι· αὕτη γὰρ μόνη τῶν κατὰ ἰατρικὴν αἱρέσεων περὶ μὲν τῶν ἀδήλων δοκεῖ μὴ προπετεύεσθαι͵ πότερον
καταληπτά ἐστιν ἢ ἀκατάληπτα λέγειν αὐθαδειαζομένη͵ τοῖς δὲ φαινομένοις ἑπομένη ἀπὸ τούτων λαμβάνει τὸ συμφέρειν δοκοῦν κατὰ τὴν τῶν σκεπτικῶν ἀκολουθίαν. ἐλέγομεν γὰρ ἐν τοῖς ἔμπροσθεν͵ ὅτι ὁ βίος ὁ κοινός͵ ᾧ καὶ ὁ σκεπτικὸς χρῆται͵ τετραμερής ἐστιν͵ τὸ μέν τι ἔχων ἐν ὑφηγήσει φύσεως͵ τὸ δ΄ ἐν ἀνάγκῃ παθῶν͵ τὸ δ΄ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν͵ τὸ δ΄ ἐν διδασκαλίᾳ τεχνῶν. ὥσπερ οὖν κατὰ τὴν ἀνάγκην τῶν παθῶν ὁ σκεπτικὸς ὑπὸ μὲν δίψους ἐπὶ ποτὸν ὁδηγεῖται͵ ὑπὸ δὲ λιμοῦ ἐπὶ τροφήν͵ καὶ ἐπί τι τῶν ἄλλων ὁμοίως͵ οὕτω καὶ ὁ μεθοδικὸς ἰατρὸς ὑπὸ τῶν παθῶν ἐπὶ τὰ κατάλληλα ὁδηγεῖται͵ ὑπὸ μὲν στεγνώσεως ἐπὶ τὴν χαύνωσιν͵ ὡς καταφεύγει τις ἀπὸ τῆς διὰ ψῦχος ἐπιτεταμένον
πυκνώσεως ἐπὶ ἀλέαν͵ ὑπὸ δὲ ῥύσεως ἐπὶ τὴν ἐποχὴν αὐτῆς͵ ὡς καὶ οἱ ἐν βαλανείῳ ἱδρῶτι πολλῷ περιρρεόμενοι καὶ ἐκλυόμενοι ἐπὶ τὴν ἐποχὴν αὐτοῦ παραγίνονται καὶ διὰ τοῦτο ἐπὶ τὸν ψυχρὸν ἀέρα
καταφεύγουσιν. ὅτι δὲ καὶ τὰ φύσει ἀλλότρια ἐπὶ τὴν ἄρσιν αὐτῶν ἰέναι καταναγκάζει͵ πρόδηλον͵ ὅπου γε καὶ ὁ κύων σκόλοπος αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν αὐτοῦ παραγίνεται. καὶ ἵνα μὴ καθ΄ ἕκαστον λέγων ἐκβαίνω τὸν ὑποτυπωτικὸν τρόπον τῆς συγγραφῆς͵ πάντα οἶμαι τὰ ὑπὸ τῶν μεθοδικῶν οὕτω λεγόμενα ὑποτάσσεσθαι δύνασθαι τῇ ἐκ τῶν παθῶν ἀνάγκῃ͵ τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν͵ πρὸς τῷ καὶ τὸ ἀδόξαστόν τε καὶ ἀδιάφορον τῆς χρήσεως τῶν ὀνομάτων κοινὸν εἶναι τῶν ἀγωγῶν. ὡς γὰρ ὁ σκεπτικὸς ἀδοξάστως χρῆται τῇ οὐδὲν ὁρίζω φωνῇ καὶ τῇ οὐδὲν καταλαμβάνω͵ καθάπερ εἰρήκαμεν͵ οὕτω καὶ ὁ μεθοδικὸς κοινότητα λέγει
καὶ διήκειν καὶ τὰ παραπλήσια ἀπεριέργως. οὕτω δὲ καὶ τὸ τῆς ἐνδείξεως ὄνομα ἀδοξάστως
παραλαμβάνει ἀντὶ τῆς ἀπὸ τῶν φαινομένων παθῶν τῶν τε κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν ὁδηγήσεως ἐπὶ τὰ κατάλληλα εἶναι δοκοῦντα͵ ὡς καὶ ἐπὶ δίψους καὶ ἐπὶ λιμοῦ καὶ τῶν ἄλλων ὑπεμίμνῃσκον. ὅθεν οἰκειότητά τινα ἔχειν τὴν ἀγωγὴν τὴν κατὰ ἰατρικὴν τῶν μεθοδικῶν πρὸς τὴν σκέψιν͵ μᾶλλον τῶν ἄλλων κατὰ ἰατρικὴν αἱρέσεων (καὶ ὡς πρὸς σύγκρισιν ἐκείνων͵ οὐχ ἁπλῶς)͵ ῥητέον ἐκ τούτων καὶ τῶν παραπλησίων
τούτοις τεκμαιρομένους. Τοσαῦτα καὶ περὶ τῶν παρακεῖσθαι δοκούντων τῇ κατὰ τοὺς σκεπτικοὺς ἀγωγῇ διεξελθόντες͵ ἐν τούτοις ἀπαρτίζομεν τόν τε καθόλου τῆς σκέψεως λόγον καὶ τὸ πρῶτον τῶν ὑποτυπώσεων σύνταγμα.