ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.76-1.79)


1.76 τοῦτο μὲν ὁμοειδῶς καὶ πρὸ πάντων ἐστὶ καὶ πάντων ... τοῦτο δὲ ἀνομοειδῶς· ἄλλον δὲ αὖ τρόπον͵ ὡς μὲν πάντη ἁπλοῦν τὰ μὴ ἁπλᾶ πάντη ἀνομοειδῶς͵ ὡς δὲ ὑπεραπλοῦν ταῦτα μὴ ἁπλᾶ ὁμοειδῶς. Ἆρα οὖν παράγει; οὕτω γὰρ ἐνεργεῖ· πρὸ δὲ τῆς ἐνεργείας δύναμις καὶ πρὸ δυνάμεως ὕπαρξις. Ἴσως οὔτε δύναμις πολλῷ μειζόνως͵ οὔτε ἔτι μᾶλλον ἐνέργεια· καὶ γὰρ ἐν διορισμῷ τὰ τοιαῦτα καὶ διακρίνεταί πως ἀπ΄ ἀλλήλων. Οὐκ ἄρα ἁρμόζει τῷ πάντη ἀδιαφόρῳ τὸ ὑπάρχειν καὶ δύνασθαι καὶ ἐνεργεῖν; ῍Η ταῦτα μὲν οὕτως ὡς λέγομεν οὐ πρόσεστιν αὐτῷ· ὥσπερ δὲ τὸ ἓν οὐ προσὸν ὅμως ἀναπέμπομεν ἐπ΄ αὐτό͵ καὶ τὰ πάντα τῷ ἑνὶ συζεύγνυμεν͵ διὰ τὰς πολλάκις εἰρημένας αἰτίας͵ οὕτως ἂν εἴποιμεν ἐπ΄ αὐτοῦ τὸ ἐνεργεῖν καὶ δύνασθαι καὶ εἶναι͵ ὡς ἓν τὰ τρία ἀδιόριστα ἀπ΄ ἀλλήλων· οὐ γὰρ τῷ εἶναι ποιεῖ͵ ὡς ἂν φαίη τις· μία γὰρ αὕτη ποίησις ἀντιδιωρισμένη πρὸς ἄλλας· οὐδὲ ὅτι ἐκεῖνό ἐστι͵ διὰ τοῦτο τὰ ἄλλα ἐστίν· οὕτω γὰρ οὐδενὸς ἔσται αἴτιον͵ εἰ μὴ παράγει αὐτά· ἀλλὰ κατὰ τὴν πάντων οἰστικὴν ἁπλότητα πρὸ ἐνεργείας͵ πρὸ δυνάμεως͵ πρὸ ὑπάρξεως αἴτιον τῶν πάντων ἐστίν. Ὅλως δὲ αἴτιον καὶ διώρισται ἀπὸ τῶν αἰτιατῶν; ἢ καὶ τὸ αἴτιον καὶ αἰτιατὸν μετ΄ ἐκεῖνο διορίζεται ἀπὸ τῆς διοριστικῆς αἰτίας ἥτις ποτέ ἐστιν· ἐκεῖνο δὲ εἰς πάντα μόνον· εἰ δὲ καὶ αἴτιον͵ ὡς ἐν τοῖς πᾶσιν τὸ αἴτιον͵ ὥστε καὶ τὰ πάντα ὅσα ἀπ΄ αὐτοῦ αἰτιατά͵ ὡς ἐν τοῖς πᾶσι καὶ τοῦτο περιεχόμενον. Ἐκεῖνο δὲ προέστηκεν οὔτε ὡς αἴτιον͵ οὔτε ὡς αἰτιατῶν͵ ἀλλὰ ἁπλῶς καὶ ἀδιορίστως͵ ὡς ἓν πάντα τῶν πάντων. Οὐκοῦν διώρισταί γε καὶ ταύτῃ ὡς τοιοῦτον τῶν μὴ τοιούτων· ἀλλ΄ εἰ καὶ διώρισται ἀπ΄ αὐτοῦ τὰ μετ΄ αὐτοῦ͵ οὐκ ἀπ΄ αὐτοῦ ὁ διορισμός͵ ἀλλὰ τὰ προελθόντα διώρισεν ἑαυτὰ ἀπ΄ ἐκείνου͵ ὡς ὁ μύσας διέστησεν ἑαυτὸν ἀπὸ τοῦ ἡλίου͵ οὐ διαστάντος ἐκείνου. Ἀλλ΄ εἰ μὴ ἐκεῖνο͵ τί τὸ τῆς διακρίσεως αἴτιον; οὐ γὰρ δὴ πάντα αἴτια τούτου͵ εἰ καὶ πάντα διέστη. ῍Η τῶν ἀπ΄ ἐκείνου τι προελθόντων͵ ὅ τι ἂν φήνειε προϊὼν ὁ λόγος· οὐκοῦν ἐκεῖνο πρῶτον ἑαυτὸ διέκρινεν ἀπ΄ αὐτοῦ͵ εἶτα καὶ τὰ ἄλλα. Ἔστω τοίνυν ἐκεῖνο πρῶτον διακρινόμενον ὑφ΄ ἑαυτοῦ καὶ ἀφ΄ ἑαυτοῦ͵ τῆς οἰκείας ἐνεργείας ἀρχόμενον͵ διακρίνεται δὲ ὅμως͵ καὶ δῆλον

1.77 ὅτι διακρινομένου τόγε διακρινόμενον διακρίνεται. ῍Η οὐκ ἀνάγκη τοῦτό γε· καὶ γὰρ τοῦ ἡλίου μύσαντες ἀφιστάμεθα μὴ ἀφισταμένου͵ καὶ ὁ ἥλιος ἀνακλᾶται͵ τοῦ γε θεοῦ πανταχοῦ ὄντος͵ ἡμεῖς χωριζόμεθα τῇ ἀνεπιτηδειότητι τῆς ζωῆς͵ καὶ τῆς ὕλης αὖ διακέκριται τὸ εἶδος οὐκ ἐχούσης τὴν διάκρισιν· εἶδος γάρ τι καὶ ἡ διάκρισις καὶ ἕτερον͵ φασί͵ τὸ εἶδος τῆς ὕλης͵ οὐκ οὔσης ἑτέρας· καὶ ἡ εἰκὼν τῷ παραδείγματι ὁμοία οὐκ ὄντι ὁμοίῳ τῇ ἑαυτοῦ εἰκόνι. ῍Η ταῦτα μὲν οὐκ ἐχυρὸν λέγειν· ᾧ γὰρ λόγῳ τοῦ παραδείγματος ἐλαττοῦται ἡ τῆς εἰκόνος ὁμοιότης͵ τούτῳ καὶ τῆς εἰκόνος ὑπερέχει τοῦ παραδείγματος ἡ ὁμοιότης. Ἡ μὲν δὴ τῶν ὁμοταγῶν ἐπίσης ἔχει πρὸς τὴν ἀντιστροφήν͵ ἡ δὲ τοῦ κρείττονος καὶ χείρονος ἀντιστρέφει μέν͵ ἀλλὰ μετὰ τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως. Εἰ τοίνυν ἡ εἰκὼν τῷ παραδείγματι ἔοικεν οὐκ ἐπίσης͵ ἀλλὰ κατὰ ἔλλειψιν͵ τί κωλύει καὶ τὸ παράδειγμα ἐοικέναι τῇ εἰκόνι͵ ἀλλὰ καθ΄ ὑπεροχήν; Εἰ δὲ ὅτι ἡ εἰκὼν ὁμοιοῦται τῷ παραδείγματι καὶ ταύτῃ ὁμοία͵ καὶ τὸ παράδειγμα ὁμοιοῖ τὴν εἰκόνα πρὸς ἑαυτό͵ καὶ ταύτῃ ὅμοιον. Ἀλλὰ ταῦτα μὲν ἄλλης ἂν εἴη λόγων ἁρμονίας. Οὐ μέντοι οὐδὲ τὸ εἶδος ἕτερον τῆς ὕλης͵ ὅτι μὴ ἑτέρα͵ ἀλλὰ μόνον οὐχ ὕλη· καὶ γὰρ ἡ ἑτερότης διακριτική ἐστι τῆς ταυτότητος͵ οὐδὲ ἑτερότης· εἶδος δὲ καὶ ὕλη οὐδαμῆ ταὐτόν· οὐ γὰρ ἂν εἴη ταὐτὸν ἡ ὕλη͵ οὐδὲ ἄρα ἑτερότης ἐν τοῖς πρὸς ἄλληλα. Κεχωρίσθαι δὲ φατέον ὕλην καὶ εἶδος ἀπ΄ ἀλλήλων· τὸ δὲ κεχωρισμένον ἀντιστρέφει πρὸς τὸ κεχωρισμένον͵ ὥστε καὶ τὰ πάντα ἀπὸ τῆς μιᾶς φύσεως ἐκείνης κεχώρισται κεχωρισμένης. Διώρισται ἄρα καὶ αὕτη ἀπὸ πάντων. Πῶς οὖν πέπονθε τὸν διορισμόν; οὐ γὰρ δὴ ἀπό τινος τῶν μεθ΄ ἑαυτό͵ ὅπερ εἶναι διοριστικὸν αἴτιον λέγομεν. Πῶς δὲ τούτου αὐτοῦ διεκρίθη διακριθέντος ὃ πάντη ἀδιάκριτον ὁμολογοῦμεν; ἢ ὥσπερ ἕτερα οὐ ῥητέον ἐν οἷς οὐκ ἔστιν ἑτερότης κοινὴ ἀμφοῖν͵ οὕτως οὐδὲ διωρισμένα ἀπ΄ ἀλλήλων͵ ἢ διακεκριμένα ἐν οἷς οὐκ ἔστι κοινὸν πρᾶγμα καὶ ὄνομα͵ διάκρισις καὶ διορισμός͵ ἐπεὶ τόγε διοριστικὸν ἢ διακριτικὸν αἴτιον πρὸς τὸ ἑαυτοῦ αἰτιατὸν ἀντιστρέφει οὐκ ἀπὸ τῆς ἴσης͵ ἀλλ΄ ὡς ποιοῦν πρὸς γινόμενον· διακρίνεται μὲν γὰρ τὸ αἰτιατὸν ἀπὸ τοῦ αἰτίου͵ ὡς μετέχον τῆς διακρινούσης

1.78 αἰτίας͵ διακρίνεται δέ πως καὶ ἀπὸ τοῦ αἰτιατοῦ τὸ αἴτιον͵ ὡς προάγον αὐτὸ ἀφ΄ ἑαυτοῦ καὶ διακρῖνον· οὕτω γὰρ ἀντιστρέφειν ἠξιοῦμεν καὶ τὸ ὅμοιον εἰκόνος καὶ παραδείγματος· τὸ δὲ ἐπέκεινα διορισμοῦ παντὸς οὐκ ἄν τις ἔχοι λέγειν οὐδαμῆ οὐδαμῶς διωρισμένον· ἐπεὶ καὶ διώρισται͵ οὐ πάντη διώρισται͵ ἔχει δέ τι καὶ κοινὸν ἕν. Ἔσται ἄρα τι τῷ δευτέρῳ ἀπὸ τοῦ πρώτου οἷον ἐκεῖνο οὗπερ ἀπέγνωμεν· εἰ δὲ αὐτὸ ἐκεῖνο καὶ ἐν τῷ δευτέρῳ καὶ ἐν πᾶσιν͵ ὥσπερ ἐλέγομεν͵ οὐκ ἂν εἴη κοινὸν ἅμα καὶ διωρισμένον· ἔν τινι γὰρ καὶ ταῦτα διορισμῷ͵ τὸ κοινὸν καὶ ἴδιον. Πῶς οὖν λεκτέον͵ καὶ πῆ διαθετέον τὰ ἁπλᾶ ταῦτα φάσματα καὶ ἀτρεμῆ τῷ ὄντι τῆς ὑπερβαλλούσης ταύτης ἀληθείας; ἢ γὰρ οὐδὲν μετ΄ ἐκεῖνο͵ καὶ αὐτὸ μόνον ἐστίν͵ ἢ εἰ ἔστι καὶ ἄλλα μετ΄ ἐκεῖνο͵ πάντως ἐστὶ καὶ ἔν τινι πρὸς ἐκεῖνο διορισμῷ. ῍Η ὡς μὲν ἀπὸ τῶν κάτω καὶ τοῦτο λαβεῖν πρὸς ἔνδειξιν ἀμυδρόν͵ καὶ ταύτην τῆς περὶ ἐκεῖνο σπαργώσης μὲν ἀεί͵ τίκτειν δὲ οὐδέποτε δυναμένης ὠδῖνος͵ ἀλλ΄ ἐν τῷ ὁπωσοῦν ὠδίνειν τὸ τίκτειν ἐχούσης. Ὡς οὖν πρὸς ἔνδειξιν ταύτης͵ διωρίσθω τινὰ τρόπον ἀσυμφανέστατον καὶ ἥκιστά γε τρανῆ προσδιορισμόν. Καὶ τὸν πρώτιστον λέγω πάντων προσδιορισμῶν καὶ σχεδὸν ὑπὸ τοῦ ἀδιορίστου καταπινόμενον͵ ὥστε δύναμιν τοῦ πρώτου τὸ δεύτερον εἶναι δοκεῖν͵ δύναμιν τῇ ὑπάρξει συμπεπηγυῖαν͵ ὡς ἤδη τινὲς ἱερολόγοι τοῦτο αἰνίττονται. ῍Η καὶ εἴ τι τούτου ἑνοειδέστερον ἐπινοήσειεν ἄν τις ἐν τοῖς πρὸ πάσης ὑπάρξεως καὶ δυνάμεως πεφυκόσι͵ καὶ λεγέσθω μετ΄ ἐκεῖνο μὲν τὸ δεύτερον͵ ἐκεῖνο δὲ μᾶλλον ἢ μετ΄ ἐκεῖνο͵ καὶ αὐτὸ μᾶλλον ἢ ἀπ΄ αὐτοῦ͵ καὶ ὅσας ἄν τις εὑρίσκοι τοιαύτας ὑπερβολάς. Ἆρα οὖν καὶ τὰ ἄλλα μετὰ τὸ δεύτερον ὡσαύτως αὐτῷ πάρεστι͵ καὶ τὰ ἔσχατα πάντων; καὶ ἔστιν ἰσότιμα πάντα πρὸς ἐκεῖνο; ἀλλ΄ ἄτοπον͵ ὥστε καὶ εἰ μὴ τοῦ δευτέρου͵ τῶν γε ἄλλων διακέκριται ἱκανῶς͵ καὶ μάλιστα τῶν ἐσχάτων. ῍Η πάντα ὁμοῦ συνελθόντα͵

1.79 πρῶτα καὶ μέσα καὶ τελευταῖα͵ καὶ οὔπω πρὸς ἄλληλα οὕτως ἔχοντα͵ ἀλλ΄ ὁμοῦ πάντα ὡς ἓν πρὸς τὸ ἓν πάντα ἔχει͵ ὡς αἰτιατὸν πρὸς αἴτιον. Ἡ δὲ ἄλλη πρόοδος καὶ τάξις ἀπὸ τῶν ἄλλων αἰτίων ἐφήκει τοῖς πᾶσιν· ἀπὸ δὲ ἐκείνου καὶ ταῦτα μέν͵ ἀλλ΄ ὡς ἐν τοῖς πᾶσι καὶ ταῦτα. Διὸ μόνον ἐκεῖνο τῶν πάντων αἴτιον͵ ἄλλο δὲ ἄλλου τούτων πάντων. Ὅτι δὲ ὡς πάντων ὁμοῦ ἐκεῖνο ἀρχή͵ δηλοῖ μὲν αὐτῆς καὶ τὸ παντελές͵ δηλοῖ δὲ τὸ ἀδιόριστον͵ οὐ μᾶλλον τοῦδε ὂν ἢ τοῦδε͵ δηλοῖ δὲ καὶ ἡ τῆς τοιαύτης αἰτίας ἐπιπόθησις τῆς πάντων͵ ὡς πάντων. Οὐ γὰρ δή τινος μέν ἐστιν αἰτία προηγουμένη; τῶν δὲ πάντων ὁμοῦ ὡς πάντων οὐκ ἔστιν; εἰ δέ ἐστι͵ τίς ἂν εἴη ἄλλη παρὰ τὴν προκειμένην; ἢ τοσοῦτον διαφέρει τῶν πάντων͵ εἰ θέμις εἰπεῖν͵ ὅσον τὰ μέν ἐστι πάντα παντοδαπῶς͵ ἡ δὲ πάντα τὸν ἁπλούστατον τρόπον. Ὅτι δὲ ταῦτα καὶ Ἰαμβλίχῳ δύναται συνᾴδειν͵ ἐκεῖνο ποιοῦμαι τεκμήριον ὅτι καὶ τὴν πρὸς ἐκεῖνο ἀναγωγὸν ἑκάστῳ οὐκ ἐφικτὴν εἶναί φησιν͵ εἰ μὴ συντάξειεν ἑαυτὸ τοῖς πᾶσιν͵ καὶ μετὰ πάντων ἀναδράμοι πρὸς τὴν κοινὴν πάντων ἀρχήν. Εἰ τοίνυν ὁμοῦ πάντα πέφυκεν ἀνατείνεσθαι πρὸς αὐτήν͵ καθ΄ αὑτὸ δὲ ἕκαστον οὐ πέφυκεν αὐτὸ καθ΄ ἑαυτὸ δίχα τῶν ἄλλων͵ παντὶ δῆλον ὅτι καὶ προῆλθεν ὁμοῦ πάντα ἐκεῖθεν͵ ἕκαστον δὲ οὐ καθ΄ αὑτό͵ ἀλλ΄ ἕτερον ἀφ΄ ἑτέρου. Ἀλλ΄ εἰ καὶ ὁμοῦ πάντα͵ τὰ μὲν ὅμως πόρρω͵ τὰ δὲ ἐγγύθεν͵ ἀλλὰ καὶ ταῦτα διωρίσθη μετὰ τὴν φύσιν ἐκείνην͵ τότε δὲ οὔπω ἦν τὸ πόρρω καὶ ἐγγύθεν. Ὡς μὲν οὖν ἀπὸ τῶν κατωτάτω περὶ τῶν ἀνωτάτω διατάττεσθαι͵ λέγοι ἄν τις οὕτως· ὡς δὲ κατὰ τὴν ἀληθεστέραν ὠδῖνα φάναι͵ οὔτε ταῦτα ἀπ΄ ἐκείνου διεκρίθη͵ οὐδὲ ἐκεῖνο ἀπὸ τούτων͵ ἀλλ΄ οὐδὲ μὴν ἥνωται ἀλλήλοις͵ οὐδὲ τὰ αὐτά ἐστιν͵ οὐδὲ ἕτερα͵ οὐδὲ ὅμοια͵ οὐδὲ ἀν όμοια͵ οὐδὲ ἕν͵ οὐδὲ πολλά͵ οὐδὲ ὁμοταγῆ͵ οὐδὲ ἑτεροταγῆ· οὐδὲ γὰρ τὸ πρὸ πάντων ἁρμόζει ἐκείνῳ͵ οὐδὲ ἄρα τοῖς πᾶσι τὸ μετ΄ ἐκεῖνο· οὐδὲ πρῶτον οὖν͵ οὐδὲ δεύτερον͵ οὐδὲ αἴτιον͵ οὐδὲ αἰτιατόν· ἐν διορισμῷ γάρ τινι τὰ τοιαῦτα πρὸς ἄλληλα· τὸ δέ ἐστιν ἀδιόριστον͵ οὐ τὸ ἀντικείμενον τῷ διωρισμένῳ͵ ἀλλὰ πάντη ἁπλοῦν͵ καὶ πάντα ἀδιακρίτως· πάντα γὰρ κατὰ τὸ ἓν καὶ ἐκεῖνο τὸ ἓν ὃ πάντα ἐστί͵ καὶ οὐ μόνον ἕν. Μὴ τοίνυν ἀπορείτω τις εἰ τὰ ἄλλα ἀπ΄ αὐτοῦ πρόεισιν͵ ἐχωρίσθη