1.80 αὐτοῦ· καὶ ἐκεῖνο ἄρα τούτων ἐχωρίσθη· εἰ δὲ ἥνωται͵ οὐ προῆλθεν· οὔτε γὰρ οὕτως ὡς ἡμεῖς νοοῦμεν͵ οὔτε προῆλθεν͵ οὔτε οὐ προῆλθεν. Ἄλλος γὰρ ὁ τρόπος ἐκεῖνος τῆς ἑνιαίας προόδου͵ ὃν ἡμεῖς οὔπω συννοοῦμεν͵ ἅτε μεμερισμένοι εἰς μονὴν καὶ προόδον καὶ ἐπιστροφήν͵ ὁ δέ ἐστιν ὕπερ τὸν διορισμὸν τῶν τοιούτων͵ οὔτε ἀναγκαῖον ἡνῶσθαι͵ εἰ μὴ διακρίνηται͵ οὔτε διακρίνεσθαι͵ εἰ μὴ ἥνωται· ἐκεῖνο γὰρ τὴν πρὸ ἀμφοῖν ἀδιόριστον· τὰ δέ ἐστιν ἀντικείμενα. Μηδὲ αὖ ζητείτω τις εἰ παράγει͵ τὰ δὲ παράγεται· εἰ γὰρ ἐνεργεῖ͵ καὶ δύναται καὶ ὑπάρχει. Τρία οὖν τὰ πάντα͵ ἀλλ΄ οὐχ ἕν͵ ὕπαρξις͵ δύναμις ἐνέργεια. Ἀλλ΄ εἴρηται ὅτι ἐκεῖνο πρὸ ἐνεργείας καὶ δυνάμεως καὶ ὑπάρξεως· ἓν γάρ͵ ἀλλ΄ οὐ τρία͵ πρὸ δὲ τῶν ἄλλων͵ ὡς ἓν καὶ τὰ τρία. Ἀπορίᾳ δὲ ἡμεῖς καὶ νοήσεως καὶ ἐξηγήσεως παράγειν ὅμως αὐτὸ λέγομεν͵ διακαθαρτέον δὲ τὸν τρόπον τῆς παραγωγῆς͵ ὡς ὄντα ἀσύμφυλον ἡμῖν͵ καὶ οὔτε τῷ ἐνεργεῖν͵ οὔτε τῷ δύνασθαι͵ οὔτε τῷ ὑπάρχειν ἐπιτελούμενον͵ ἀλλὰ τῷ ἑνὶ πρὸ τῶν τριῶν ἀπορρήτῳ τρόπῳ. Μηδὲ λεγέτω τις ἀπορρεῖν τινα ἀπ΄ αὐτοῦ μέθεξιν͵ οὔτε ἰδίαν ἑκάστου γιγνομένην͵ οὔτε κοινὴν μίαν ἁπάντων͵ ἵνα μετέχῃ αὐτοῦ τὰ ἀπ΄ αὐτοῦ προελθόντα͵ καὶ ἐκεῖνο διδῷ τι ἀφ΄ ἑαυτοῦ τοῖς προελθοῦσιν͵ ἤ͵ εἰ μὴ ταῦτα͵ μηδὲ ἐκεῖθεν ἔχειν τὸ εἶναι͵ μηδέ τι κοινὸν εἶναι αὐτοῖς πρὸς ἐκεῖνο· εἰ γάρ͵ εἶναί τι ἢ ἐν τούτοις ἔσεσθαι ἐκεῖνο͵ καὶ οὐ καθ΄ ἑαυτό͵ ἢ ταῦτα ἐν ἐκείνῳ͵ καὶ οὐδὲν εἶναι παρ΄ αὐτό. Τὸ γὰρ τοιοῦτον εἶδος τῶν ἀποριῶν ἰσχύειν φατέον ἐπὶ τῶν κατὰ διάκρισιν παραγόντων καὶ προϊόντων. Ὥσπερ δὲ ἔθεμεν ἀπ΄ ἐκείνου τὴν πρόοδον τῶν ἀπ΄ αὐτοῦ μήτε κατὰ ἕνωσιν͵ μήτε κατὰ διάκρισιν͵ οὕτω καὶ τὴν ἐκεῖθεν τελείωσιν καὶ τὴν ἐκείνου μέθεξιν εἶναι͵ μήτε ὥς τι διδόντος ἀφ΄ ἑαυτοῦ͵ μήτε ὡς ἐπέχοντος τὴν δόσιν͵ μήτε ὡς ἔχοντός τι κοινὸν πρὸς τὰ ἄλλα͵ αὐτὴν τὴν διδομένην ἔλλαμψιν͵ μήτε ὡς πάντη διωρι σμένου͵ καὶ οὐδαμῆ πρὸς αὐτὰ κοινωνοῦντος. Αἱ γὰρ τοιαῦται πᾶσαι ἀντιθέσεις ἐν διορισμῷ. Τὸ δέ ἐστιν͵ ὡς εἴρηται πολλάκις͵ ἀδιόριστον͵ ὥστε ἅμα πάντα ταῦτα ἐν ἐκείνῳ ῥητέον͵ καὶ αὖ οὐδὲν μόνον καθ΄ αὑτὸ διωρισμένον͵ τὸ δὲ ἀληθέστερον͵ οὐδὲ πάντα͵ ἀλλὰ πρὸ πάντων ἕν͵ ὁμοῦ πάντων τούτων ἁπλωτικόν.
1.81 Τί οὖν τὸ τῆς ἀληθείας ἀπ΄ αὐτοῦ προπεμπόμενον κατὰ Πλάτωνα φῶς; ὅτι μὲν προσεχέστερον ταῖς ἡμετέραις ἐννοίαις ἀναφθέγγεται ταῦτα ὁ Πλάτων περὶ αὐτοῦ͵ ἐδήλωσεν ἐν ἄλλοις͵ οὐ τὴν ἀλήθειαν μόνον͵ ἀλλὰ καὶ κάλλος καὶ συμμετρίαν ἐν προθύροις αὐτοῦ τάττειν ἀξιῶν· εἶτα μέντοι͵ οὐδὲ πάντως ἐκεῖνο τὸ πρὸ πάντων παρείληφεν͵ ἀλλ΄ οὗ τὸ ὂν ἤρτηται προσεχῶς. Διὸ τοῦ γνωστοῦ καὶ γνωστικοῦ͵ ὅ ἐστιν νοητοῦ καὶ νοεροῦ συνδετικὸν εἶναί φησι τοῦτο τὸ φῶς͵ ὡς ἐν τῷ νοητῷ καθιδρυμένον καὶ ἀληθίζον ὁμοῦ τὸ νοοῦν καὶ νοούμενον· ἀλλὰ τοῦτο μὲν ἐπισκεπτέον καὶ αὖθις. Εἰ δ΄ οὖν καὶ ἐκείνου φῶς λέγοιμεν τὴν ἀλήθειαν͵ τὴν ἀπ΄ αὐτοῦ φήσομεν εἶναι αὐτὴν πρόοδον τῶν θείων ἑνάδων͵ ὡς δοκεῖ τοῖς φιλοσόφοις. Ἆρα οὖν οὐκ ἔχουσί τι κοινὸν πρὸς ἀλλήλας αὗται αἱ ἑνάδες͵ καθὸ πάντες οἱ θεοὶ εἷς θεός εἰσί τε καὶ λέγονται; πάνυ γε͵ φήσω͵ ἀλλ΄ ἤτοι ὡς ἀφ΄ ἑνὸς καὶ πρὸς ἕν͵ ὥστε καὶ τοῦτο πολλά· ἢ εἴ τι καὶ ἀδιάφορον ἕν͵ οἷον ῥίζα μία τῶν πολλῶν θεῶν͵ οὐδὲν αὕτη οἷον ἐκεῖνο καὶ ἐκείνου μέθεξις͵ ῥίζα δὲ τῶν προελθόντων προϊοῦσα μετὰ τῶν προϊόντων͵ οἷον μονάς͵ εἰ θεμιτὸν φάναι͵ τοῦ θείου ἀριθμοῦ͵ τὸ δὲ τῆς ὕλης͵ εἴ τις καὶ τοῦτο προφέροι͵ ὡς ἐκείνου τι ἴχνος ἔσχατον͵ τοῦ παντὸς ἁμαρτήσεται. Ἡ γὰρ ὕλη πρὸς τὸ εἶδος διώρισται καὶ τὸ ἔσχατον πρὸς τὸ πρῶτον͵ ἐκείνου δὲ ἡ φύσις πρὸ τούτων͵ καὶ ὅλως πανταχοῦ τῇ ὕλῃ σύνεστιν εἶδος. Ὅθεν ἄρα τὸ εἶδος πρόεισι͵ καὶ ἡ ὕλη ἀπὸ τῆς αὐτῆς τάξεως· ἀλλὰ τοῦτο μὲν καὶ ὕστερον· ὃ δὲ ἐπὶ πᾶσιν εἴρηται τοῖς προηπορημένοις͵ τὸ ἐν ἑκάστῳ συναίρεμα πάντων πρὸ πάντων ἓν τῶν ἐν ἑκάστῳ͵ ἔστι μὲν ἐκείνῳ ἀναλογοῦν͵ οὐ μὴν οἷον ἐκείνου ἴνδαλμα͵ οὐδὲ φῶς͵ ἀλλὰ τοῦ προελθόντος͵ καὶ τοῦτό ἐστι κορυφὴ καὶ ῥίζα͵ σὺν αὐτῷ προελθοῦσα τὸν ἀπ΄ ἐκείνου πεφυκότα τρόπον͵ ὥσπερ καὶ ἡ μία ῥίζα τῶν πάντων ἡ κοινή· τὸ δὲ οὐκ ἦν ῥίζα͵ ἀλλὰ πρὸ πάντων͵ οὐδὲ ῥίζα μόνον͵ ἀλλὰ πάντα μετὰ τῆς ῥίζης. Αὐτὸ μὲν οὖν ἓν πάντα καὶ πρὸ πάντων͵ τὰ δὲ πάντα πρόεισιν ἀπ΄ αὐτοῦ͵ ῥίζα ἅμα καὶ κλάδοι. Πῶς οὖν ἡ ῥίζα ἐκείνου ἀπήχημα͵ εἴτε ἡ μία εἴτε αἱ πολλαί͵ ὅπερ ἅμα καὶ ῥίζαν
1.82 καὶ κλάδους ὡμολογήκαμεν͵ ἀδιόριστον ἓν πάντα πρὸ πάντων ὁμολογήσαντες; ἡ δὲ ῥίζα διώρισται πρὸς τοὺς κλάδους͵ καὶ ἡ κορυφὴ πρὸς τὸ ἄλλο πᾶν. Οὐκ ἄρα ἡ ἐκεῖθεν ἔλλαμψις ἦν ἄρα τὸ πρὸ πάντων ἕν͵ ἑκάστῳ τῶν πεπληθυσμένων ἑνοειδὲς ἑνί͵ τοῦτό γε τῇ κατατάξει πεπληθυσμένον εἴη ἄν τινα τρόπον͵ καὶ διωρισμένον πη ἀπὸ τοῦ ἐλλάμποντος. Ἀλλὰ μὴν οὐχ ὅτι ταύτῃ οὐ μετέχει τὰ ἄλλα αὐτοῦ͵ διὰ τοῦτο οὐδαμῆ ἂν μετέχοι͵ καὶ διῳκισμένον ἐκεῖνο θησόμεθα τῶν πάντων· ἀνάγκη γὰρ ἀναίνεσθαι καὶ τὰς δευτέρας ἀπορίας͵ πρὸς μὲν τὸν συνήθη τοῖς ἄλλοις τρόπον τῆς μετοχῆς μαχομένας͵ ἁπλῶς δὲ οὐ καλῶς ἐχούσας. Ἔστω γάρ͵ ὡς ὑποστάσεως αὐτοῦ ἰδιοτρόπως ὑπόνοια͵ οὕτω καὶ προόδου͵ οὔτε κατὰ ἕνωσιν͵ οὔτε κατὰ τὴν διάκρισιν͵ οὔτε ὁμοειδοῦς͵ οὔτε ἀνομοειδοῦς͵ ἀλλὰ πρὸ ἀμφοῖν· καὶ περὶ τῆς μεθέξεως͵ οὔτε κατὰ παρουσίαν αὐτοῦ γινομένης͵ οὐδὲ κατὰ ἔλλαμψιν τὴν ἀπ΄ αὐτοῦ χωριζομένην͵ ἀλλὰ πρὸ ἀμφοῖν. Οὐ τοίνυν ἁρμόσει λέγειν ὅτι κοινὸν ἢ ἴδιον τὸ διδόμενον· καὶ τοῦτο γὰρ ἐπέκεινα τοῖν δυεῖν· οὐδέ γε μὴν διδόμενον͵ οὐδὲ αὖ μὴ διδόμενον͵ ἀντίκειται γάρ πως καὶ ταῦτα͵ τὸ δὲ πάσης ἀντιθέσεως ἐπέκεινα καὶ τῆς ἀντιφατικῆς͵ πολλῷ ἄρα μειζόνως καὶ τῆς ἄλλης ἁπάσης͵ ὥστε οὔτε φθαρτόν͵ οὐδὲ ἄφθαρτον͵ ἀλλὰ πρὸ τούτων ἄξιον κεκλῆσθαι͵ εἴπερ ἦν ἰδιώνυμός τις αὐτοῦ προσηγορία. Πῶς δ΄ ἂν εἴη͵ ᾧ μηδὲ τὸ ἴδιον πρόσεστι͵ μηδὲ τὸ κοινόν; οὐχ ὁμοιούμεθα οὖν αὐτῷ οὐδαμῶς͵ ᾧ γε μὴ ἔνεστιν ἰδιότης͵ ἀλλά τινι τῶν μετ΄ αὐτό͵ ἐπεὶ οὐδὲ ἑνούμεθα ἐκείνῳ͵ ἀλλὰ τῷ ἑνὶ ὅπερ ἐστὶ μετ΄ αὐτό͵ ἐκεῖνο δὲ πρὸς τῷ ἑνὶ καὶ πάντα ἦν͵ ἵνα οὕτως εἴπω͵ τὸ πρὸ τοῦ ἑνὸς καὶ τῶν πάντων. Ἡ οὖν αὐγὴ τῆς ψυχῆς τί βούλεται τῷ Πλάτωνι; ἢ συνάπτειν αὕτη τῷ φωτὶ τῷ ἀπ΄ ἐκείνου͵ ἀλλ΄ οὐκ ἐκείνῳ. Τί δέ; τὸ φῶς αὐτὸ οὐ συνῆπται τῷ ἀπ΄ αὐτοῦ; ἢ κατὰ μὲν τὴν εἰκόνα τῆς ἀναλογίας συνῆπται͵ κατὰ δὲ ἀλήθειαν
1.83 οὐκέτι· οὐ γὰρ ὑπομένει ἐκεῖνο τὴν πρὸς ἕτερον συναφήν͵ ἥν γε οὐδὲ τὸ σημεῖον ὑπέμεινεν. Ἀλλὰ πῶς μετ΄ αὐτὸ εὐθύς; ἢ ὅτι τῶν ἄλλων πρῶτον ἐξεφάνη͵ ἢ οὐ τελέως ἀπὸ τοῦ ἀδύτου προέκυψεν. Καὶ ὅλως περὶ τῶν Πλάτωνι εἰρημένων ὕστερον· ἔτι δὲ τὸ δεύτερον μετ΄ ἐκεῖνο͵ ὅτι ποτὲ ἂν ᾖ͵ ὡς μὲν ἀπ΄ ἐκείνου μετὰ πάντων πρόεισι τὸν ἀδιόριστον πάντη τρόπον͵ ἄνευ τῆς πρὸς διορισμὸν ἀντιθέσεως. Ὡς δὲ ἀρχὴ καὶ αὐτὸ δευτέρα͵ ἄλλας ἡμῖν προβαλεῖται ἐννοίας περὶ ἑαυτοῦ τε καὶ τῶν ἀπ΄ αὐτοῦ. Δῆλον γὰρ ὅτι ἐξομοιοῦν δεῖ πρὸς τὰ πράγματα εἰς δύναμιν τὰς ἡμετέρας ἐννοίας. Καὶ γὰρ ἅπερ ὑπενοήσαμεν͵ ἀπὸ τῆς ἁπλότητος τοῦ πρὸ πάντων ἑνὸς ἐπειράθημεν συναγαγεῖν͵ εἰ καὶ πρὸς τὸ ἀντίξουν ἡμῖν ἡ ὁρμὴ ἐγείρεσθαι ἔσπευδεν τὰς φύσει μεμερισμένας ἐννοίας τῆς ψυχῆς͵ μᾶλλον δὲ τὰς διεσπασμένας ἡμῶν ὑπονοίας τῷ ἑνὶ πάντη καὶ οὐδὲν ἧττον͵ εἰ μὴ καὶ μᾶλλον πάντα ἐν ἑαυτῷ περιειληφότι͵ ἤ͵ ἄμεινον φάναι͵ ὑπάρχοντι͵ ἴσως δὲ ἄμεινον ἔτι μηδὲ ὑπάρχοντι͵ ἀλλὰ ὑπὲρ τοῦτο πάντα ἑνὶ προσαρμόζειν φιλονεικοῦντες. Διὸ καὶ ὁ πολὺς ἐγίνετο θόρυβος͵ κινδυνεύοντος ἀεὶ τοῦ μεριστοῦ λόγου ἢ διασπάσαι τὸ ἓν εἰς πολλά͵ ἢ τὴν οἰκείαν ἀπολέσαι παντάπασι φύσιν τε καὶ δύναμιν͵ καὶ ἐνέργειαν. Τοιγαροῦν καὶ ἐκεῖνα τούτοις ἑπόμενα συνάγομεν͵ ὅτι ἐκεῖνο οὐδὲν ῥητέον τῶν ἐν διορισμῷ τοιούτων λεγομένων͵ οὐδὲ ὁμοῦ πάντα συνελθόντα͵ οἷον͵ ὅτι αἴτιον πάντων͵ ὅτι πρῶτον͵ ὅτι ἀγαθόν͵ ὅτι τὸ ἁπλούστατον͵ ὅτι τὸ ἐπέκεινα τοῦ ὄντος͵ ὅτι μέτρον͵ ὅτι ἐφετόν͵ ὅτι τέλος͵ ὅτι ἀρχή. Αἱ μὲν γὰρ τούτων ἁπάντων ἔννοιαι διωρισμέναι εἰσίν͵ ἐκείνῳ δὲ οὐδεὶς προσήκει διορισμός͵ ὥς γε οὔτε τὸ ἀντικείμενον τῷ διωρισμένῳ ἀδιόριστον͵ ἀλλ΄ εἴ τί ἐστι πρὸ τούτων ἁπάντων ἓν πάντων σημαντικόν͵ τοῦτο μόνον ἐπ΄ ἐκείνου ὑπονοητέον. Ἓν γὰρ ὂν καὶ πάντα ὁμοῦ τὰ δύο͵ ὡς ἓν πρὸ τοῦ ἑνὸς καὶ τῶν πάντων͵ οὐκ ἔχει μὲν οἰκείαν οὔτε ἔννοιαν παντελῆ καὶ ἅμα ἁπλῆν͵ οὔτε πολλῷ μᾶλλον προσηγορίαν· ἀπαιτεῖ δὲ ὅμως τοιαύτην οἵαν προσενεγκεῖν ἀποροῦμεν. Διὸ καὶ μόνην αὐτοῦ γνῶσιν ποιούμεθα ταύτην͵ καθ΄ ἣν ἀτιμάζομεν τὰ ἡμέτερα πάντα οὕτω προσαρμόζειν· καὶ ὅσα περὶ τῶν μετ΄ αὐτὸ τιθέμεθα͵ καὶ ταῦτα ἀτιμάζομεν͵ καὶ οἰόμεθα ἐκεῖνο οὔτε τι εἶναι τῶν πάντων͵ οὔτε ὁμοῦ πάντα͵ διότι πάντων αἴτιον ἡγούμεθα
1.84 καὶ πάντη ἁπλοῦν͵ οὔτε οὕτως ἁπλοῦν ὥς τι τῶν πάντων͵ οὐδὲ ὡς αὐτὴ ἡ ἁπλότης (καὶ αὕτη γάρ τι τῶν ἁπάντων ἐστίν)͵ ἀλλ΄ οὕτως ἁπλοῦν ὡς. ἅμα πάντα͵ καὶ οὕτω πάντα ὡς ἅμα ἁπλοῦν· οὔτε αὖ πάλιν οὕτω πάντα ὡς πολλὰ τὰ πάντα͵ ἢ ὡς τὸ πᾶν ἐκ πολλῶν͵ ἀλλ΄ οὕτω πάντα ὡς ἓν πρὸ πάντων. Ἀλλ΄ ἐπεὶ τοιοῦτον ἐκεῖνο ἀποπέφανται͵ ἑξῆς ἂν εἴη ζητῆσαι͵ περὶ τοῦ μετ΄ αὐτὸ προελθόντος͵ ὅτι ποτὲ ἂν ᾖ· τοῦτο μὲν γὰρ ἡμᾶς περιμενέτω· ἀλλὰ καθὰ μόνον ἀπ΄ ἐκείνου καὶ μετ΄ ἐκεῖνο͵ ζητητέον ἓν μὲν εἰ διεκρίθη ἀπ΄ αὐτοῦ͵ ἕτερον δὲ εἰ ἐκεῖνο μένει͵ τούτου προϊόντος (δεῖ γὰρ ἀεὶ πρὸ τοῦ ἰόντος εἶναι τὸ μένον)͵ καὶ εἰ μένον πρόεισιν͵ ἢ μόνον πρόεισιν. Ἀρχώμεθα δὲ ἄνωθεν. Εἰ τοίνυν διεκρίθη τὸ δεύτερον ἀπὸ τοῦ πρώτου͵ πάντως ὅτι καὶ τὸ πρῶτον διεκρίθη τοῦ δευτέρου· τὸ γὰρ διακρινόμενον διακρινομένου διακρίνεται. Ἀλλ΄ εἰ τοῦτο͵ ἢ ἀπὸ τοῦ δευτέρου͵ διακρίναντος ἑαυτό͵ πέπονθε καὶ αὐτὸ τὴν διάκρισιν͵ καὶ πῶς ἀπὸ τοῦ αἰτιατοῦ τὸ αἴτιον ἠλλοίωται; Πῶς ἢ ὁτιοῦν πέπονθεν͵ ἢ ἀφ΄ ἑαυτοῦ ἔσχεν τοῦτο; καὶ ἐν τῷ διακρίνειν τὸ δεύτερον ἀφ΄ ἑαυτοῦ καὶ ἑαυτὸ διακρίνειν ἀπ΄ ἐκείνου; Καὶ πῶς ἐστι διακριτικὸν ὅ γε οὐδὲ ἑνοποιὸν ἠξίωσεν εἶναι; πῶς δὲ ὅλως διακέκριται τοῦ δευτέρου; ἢ καὶ ἥνωται πρὸς αὐτὸ ὅ γε πρὸς οὐδὲν τῶν πάντων ἕνωσιν ἢ διάκρισιν ὑπομένει; ἀλλ΄ εἰ μὴ διακέκριται͵ πῶς τὸ μὲν αἴτιον͵ τὸ δὲ αἰτιατόν; πῶς δὲ οὐ πάντη ἀπαραλλακτεῖ πρὸς τὸ γεννῶν τὸ γεννώμενον; Μήποτε οὖν ἀσφαλέστερον λέγειν τὸ πρῶτον ἄνευ τε ἑνώσεως καὶ ἄνευ διακρίσεως͵ ἅτε καὶ ἑνὸς καὶ πλήθους ἐπέκεινα ὄν͵ πάντα παράγει͵ ὡς πρόσθεν εἴρηται͵ τὸν ἀσύμφυλον τρόπον͵ καὶ πάντων κεχώρισται καὶ πᾶσιν ἔνεστι τρόπον ἕτερον τοιοῦτον. Ἀφ΄ οὗ δὴ ἂν ἄρξηται ἡ διάκρισις͵ ἀπὸ τούτου καὶ τὸ ἐξῃρημένον ἢ συντεταγμένον͵ καὶ ὅλως τὸ πρότερον ἄρξεται καὶ δεύτερον. Ἡμεῖς καὶ ταῦτα περὶ ἐκείνων λέγομεν ἐνδείκνυσθαί τι μόνον βουλόμενοι περὶ τῶν πάντη ἀδιορίστων͵ ὥστε οὔτε τι τῶν ἄλλων͵ οὔτε τὸ δεύτερον εἶναι δοκοῦν͵ οὔτε διακέκριται
1.85 ἀπ΄ ἐκείνου͵ οὔτε ἥνωται αὐτῷ· εἴη γὰρ ἂν ἐκεῖνο ἡνωμένον. Ὥσπερ οὖν οὐδὲ ἕτερον͵ οὐδὲ ταὐτὸν ἀξιοῦμεν ἐπ΄ αὐτοῦ εἰπεῖν͵ ὅτι μήπω ταυτότης καὶ ἑτερότης͵ οὕτως οὖν οὐδὲ ἑνούμενον ἢ διακρινόμενον͵ ὅτι μήπω ἕνωσις καὶ διάκρισις. Οὐδὲ ἄρα μονή τις ἐκείνου͵ οὐδὲ πρόοδος͵ οὐδὲ ἐπιστροφὴ διώρισται διὰ τὴν αὐτὴν αἰτίαν· οὐκ ἄρα οὐδὲ τὰ λοιπὰ δικαίως ἀπορήσομεν͵ ὕστερον δὲ ζητήσομεν ὅπου ταῦτα ἀποφαίνεται͵ καὶ τί ἐν ἐκείνοις τὸ μένον ἢ τὸ προϊὸν ἢ τὸ ἐπιστρεφόμενον͵ καὶ εἰ ταὐτὸν καθ΄ ὑπόστασιν ὅλην͵ ἢ τρεῖς αὐταὶ ὑποστάσεις. Εἰ δέ τις ἐθέλοι͵ ὥσπερ ἐν σκότει ἀφάσσων͵ ὅμως καὶ ἐν ἐκείνοις κατὰ ἀναλογίαν ταῦτα θεωρεῖν͵ οὐ κατὰ ἔνδειξιν͵ ἀλλὰ κρειττόνως ἢ κατὰ τὴν ἐνδείκνυσθαι δυναμένην ἀλήθειαν͵ ἀναλογείτω ἐκεῖνο μὲν τῷ μένοντι αἰτίῳ͵ τὸ δὲ ἀπ΄ αὐτοῦ προϊὸν πρώτως τῷ προϊόντι καὶ ἄρχοντι τῆς κυρίως προόδου͵ τὸ δὲ τρίτον ἀπ΄ αὐτοῦ τῷ ἐπιστρέφοντι. Ἐὰν δὲ αὐτὰ ταῦτα διαστησώμεθα οἷα εἶναι ὑπονοοῦμεν͵ εἰσόμεθα ὅτι πρέψει αὐτοῖς ἡ ἀναλογία· πλὴν ὅτι καὶ ἐν τεῦθεν ἤδη ζητητέον μήποτε ἄλλο τὸ μένον παρὰ τὸ ἐξ ἀρχῆς ὑποκείμενον ἓν πάντα εἶναι· τοῦτο γὰρ οὐδέν ἐστι διωρισμένον. Τῶν δὲ μετ΄ αὐτὸ τριῶν ὄντων͵ εἴποι τις ἄν͵ πρῶτον εἶναι τὸ μένον· εἰ γὰρ καὶ ταῦτα παντελῆ καὶ ἀδιόριστον ἕκαστον͵ ἀλλ΄ ἤδη μᾶλλον ἄν τι ἐνδείξαιτο· τὸ μὲν κατὰ τὸ μένον ἐνδείξαιτο μᾶλλον͵ τὸ δὲ κατὰ τὸ προϊόν͵ τὸ δὲ κατὰ τὸ ἐπιστρεφόμενον· ἢ καὶ εἰ ταῦτα βούλοιτό τις ἐπ΄ ἐκείνων ἐνδείκνυσθαι͵ ἀρκεῖ τὸ ἓν πάντα ἐκεῖνο πρὸς τὴν τοῦ μένοντος ἔνδειξιν͵ καθότι καὶ τὸ πρῶτον ἀπ΄ αὐτοῦ προελθόν͵ οὐκ ἔμεινεν αὐτό͵ ἀλλὰ πρόεισιν ἀπ΄ αὐτοῦ͵ ἐκεῖνο δὲ οὐδαμῶς πρόεισιν͵ διότι πρὸ αὐτοῦ τὸ ἀπόρρητον ἦν͵ ἐφ΄ οὗ οὐδὲν ἦν εἰπεῖν͵ οὐδὲ κατὰ ἔνδειξιν. Οὐδὲ ἄρα πρόεισί τι ἀπ΄ αὐτοῦ͵ οὐδὲ ἄρα τὸ ἓν πάντα͵ τὸ δὲ ἀπρόϊτον κατά γε αὐτὸ τοῦτο λέγοιτο ἂν μένειν͵ οἷον κατὰ ἀναλογίαν͵ ἐπεὶ κἂν τὸ ἀπ΄ αὐτοῦ μένειν λέγοιτο͵ ἐπειδὴ τοῦτο καὶ πρόεισιν ἀπ΄ αὐτοῦ͵ καθόσον ἐστὶ μετ΄ αὐτό͵ καθὸ δεήσει καὶ πρὸ τῆς τούτου προόδου θέσθαι τι μένον͵ εἴπερ ἀξιοῦμεν πρὸ τοῦ προϊόντος εἶναι τὸ μένον. ῎Ητοι οὖν ἄλλο ζητήσομεν͵ καὶ τοῦτο ἐπ΄ ἄπειρον͵ ἢ τὸ ἓν πάντα ποιήσομεν μένον͵ ὃ καὶ ἡμεῖς ἐτιθέμεθα ὡς μένον πρὸ τοῦ προϊόντος͵ ἐπεὶ εἰ μὴ τοῦτο πρὸ τῶν ὁπώσποτε μενόντων͵ οὐδὲ τὸ μετ΄ αὐτὸ
1.86 πρῶτον ἔσται τῶν ὁπώσποτε προϊόντων. Καὶ τοῦτο μὲν ἄχρι τοσούτου προήχθω. Μετὰ δὲ ταῦτα ἐκεῖνο προβαλλώμεθα εἰς ἐπίσκεψιν͵ πότερον δύο εἰσὶν αἱ πρῶται ἀρχαὶ πρὸ τῆς νοητῆς πρώτης τριάδος͵ ἥτε πάντη ἄρρητος καὶ ἡ ἀσύντακτος πρὸς τὴν τριάδα͵ καθάπερ ἠξίωσεν ὁ μέγας Ἰάμβλιχος ἐν τῷ ΚΗῳ βιβλίῳ τῆς χαλδαϊκῆς τελειοτάτης θεολογίας͵ ἢ ὡς οἱ πλεῖστοι τῶν μετ΄ αὐτὸν ἐδοκίμασαν͵ μετὰ τὴν ἄρρητον αἰτίαν καὶ μίαν εἶναι τὴν πρώτην τριάδα τῶν νοητῶν· ἢ καὶ ταύτης ὑποβησόμεθα τῆς ὑποθέσεως͵ κατὰ δὲ τὸν Πορφύριον ἐροῦμεν τὴν μίαν τῶν πάντων ἀρχὴν εἶναι τὸν πατέρα τῆς νοητῆς τριάδος; Ὅπως μὲν οὖν τὰ λόγια βούλεται τῶν θεῶν͵ ἄλλου ἂν εἴη καιροῦ διακρίνειν͵ τανῦν δὲ κατὰ τὸν φιλοσοφώτερον τρόπον ὃν προεχει ρισάμεθα καὶ ταῦτα μετίωμεν. Οὐκοῦν ἡ ἀσύντακτος αἰτία καὶ πάντων μία κοινὴ καὶ πάντη ἄρρητος πῶς ἂν συναριθμοῖτο τοῖς νοητοῖς καὶ μιᾶς λέγοιτο τριάδος πατήρ; αὕτη μὲν γὰρ ἤδη κορυφὴ τῶν ὄντων ἐστίν͵ ἐκείνη δὲ τὰ πάντα ἐκβέβηκεν· καὶ ταύτης μὲν ἐξῆπται ἰδίως ὁ πατρικὸς νοῦς͵ ἐκείνης δὲ οὐδὲν ἴδιον· καὶ αὕτη μὲν τῷ ἑαυτῆς νῷ ὁπωσδήποτε νοητή͵ ἐκείνη δὲ τὸ πάμπαν ἄρρητος. Ἔτι δὲ ἐκ τῶν εἰρημένων ἡμῖν τὸν πατέρα τῆς τριάδος͵ ἢ κοινότερόν τι͵ ἢ τὸ ἓν πάντα φήσειεν ἄν· ἀλλ΄ οὐδὲ τοῦτο πρὸς ἐκείνην ἰσάξιον τὴν ὑπόθεσιν͵ μήτι γε δὴ τὸ κοινότερον· ἀλλ΄ ἴσως ἄμεινον κατὰ τὸν Ἰάμβλιχον λέγειν· εἴτε γὰρ μονὰς καὶ δυὰς ἀόριστος καὶ ἐπὶ ταύταις τριάς͵ αὕτη ἐστὶν ἡ νοητὴ ὅλη τριάς͵ ὡς οἱ Πυθαγόρειοι λέγουσι͵ πρὸ τούτων ἂν εἴη τὸ ἕν͵ ὡς καὶ τοῦτό φασιν ἐκεῖνοι οἱ ἄνδρες· εἴτε πέρας καὶ ἄπειρον καὶ μικτόν͵ καὶ πρὸ τούτων ὑπόκειται τῷ Πλάτωνι τὸ ἕν͵ ὃ καὶ τῷ μικτῷ τῆς μίξεως