Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 1η συνέχεια

Ὁ μὲν καθόλου τῆς σκεπτικῆς δυνάμεως χαρακτὴρ μετὰ τῆς προσηκούσης ἐξεργασίας ὑποδέδεικται͵ τὰ μὲν προηγουμένως τὰ δὲ καὶ κατὰ διορισμὸν τῶν παρακειμένων φιλοσοφιῶν ἐκτυπωθείς· ἀπολείπεται δὲ ἑξῆς καὶ τὴν ἐπὶ τῶν κατὰ μέρος αὐτοῦ χρῆσιν διδάσκειν εἰς τὸ μήτε ἰδίᾳ περὶ τῶν πραγμάτων σκεπτομένους μήτε τοῖς δογματικοῖς ἀνταίροντας ῥᾳδίως προπίπτειν. ἀλλ΄ ἐπεὶ ποικίλον τι χρῆμα φιλοσοφία͵ δεήσει πρὸς τὸ κατὰ τάξιν καὶ ὁδῷ ζητεῖν ἕκαστον ὀλίγα περὶ τῶν ταύτης μερῶν διαλαβεῖν. αὐτίκα γὰρ οἱ μὲν μονομερῆ δοκοῦσιν αὐτὴν ὑποτεθεῖσθαι͵ οἱ δὲ διμερῆ͵ τινὲς δὲ τριμερῆ͵ καὶ τῶν ἓν μέρος ὑποστησαμένων οἱ μὲν τὸ φυσικόν͵ οἱ δὲ τὸ ἠθικόν͵ ἄλλοι δὲ τὸ λογικὸν ὑπεστήσαντο͵ καὶ ὡσαύτως τῶν κατὰ δυάδα διαιρούντων οἱ μὲν εἰς τὸ φυσικὸν καὶ τὸ λογικὸν διεῖλον͵ οἱ δὲ εἰς τὸ φυσικὸν καὶ ἠθικόν͵ οἱ δὲ εἰς τὸ λογικὸν καὶ ἠθικόν· οἱ μὲν γὰρ εἰς τρία διαιροῦντες συμφώνως εἰς τὸ φυσικὸν καὶ λογικὸν καὶ ἠθικὸν διῃρήκασιν. φυσικὸν μὲν οὖν μόνον ὑπεστήσαντο μέρος Θαλῆς τε καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος͵ Ἐμπεδοκλῆς τε καὶ Παρμενίδης καὶ Ἡράκλειτος͵ ὧν Θαλῆς μὲν καὶ Ἀναξιμένης καὶ Ἀναξίμανδρος κατὰ πάντας καὶ ἀναμφιλέκτως͵ ὁ δὲ Ἐμπεδοκλῆς καὶ Παρμενίδης ἔτι δὲ Ἡράκλειτος οὐ κατὰ πάντας. Ἐμπεδοκλέα μὲν γὰρ ὁ Ἀριστοτέλης φησὶ πρῶτον ῥητορικὴν κεκινηκέναι͵ ἧς ἀντίστροφον εἶναι τὴν διαλεκτικήν͵ τουτέστιν ἰσόστροφον͵ διὰ τὸ περὶ τὴν αὐτὴν ὕλην στρέφεσθαι͵ ὡς καὶ ἀντίθεον ὁ ποιητὴς ἔφη τὸν Ὀδυσσέα͵ ὅπερ ἦν ἰσόθεον· Παρμενίδης δὲ οὐκ ἂν δόξαι τῆς διαλεκτικῆς ἀπείρως ἔχειν͵ ἐπείπερ πάλιν Ἀριστοτέλης τὸν γνώριμον αὐτοῦ Ζήνωνα διαλεκτικῆς ἀρχηγὸν ὑπείληφεν. ἐζητεῖτο δὲ καὶ περὶ Ἡρακλείτου͵ εἰ μὴ μόνον φυσικός ἐστιν ἀλλὰ καὶ ἠθικὸς φιλόσοφος. πλὴν οἱ μὲν τοῦ φυσικοῦ μέρους προστάντες εἰσὶν οἵδε͵ τοῦ δὲ ἠθικοῦ μόνου ἐπεμελεῖτο Σωκράτης κατά γε τοὺς ἄλλους αὐτοῦ γνωρίμους͵ εἴγε καὶ ὁ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι ῥητῶς φησιν ἀπαρνεῖσθαι αὐτὸν τὸ φυσικὸν ὡς ὑπὲρ ἡμᾶς καθεστηκὸς καὶ μόνον σχολάζειν τῷ ἠθικῷ ὡς πρὸς ἡμᾶς ὄντι. τοιοῦτον δ΄ αὐτὸν οἶδε καὶ ὁ Τίμων͵ ἐν οἷς φησιν ἐκ δ΄ ἄρα τῶν ἀπέκλινεν ὁ λαξόος͵ ἐννομολέσχης͵ τουτέστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὴν ἠθικὴν θεωρίαν· διὸ καὶ ἐννομολέσχης προσέθηκεν͵ ἅτε τοῦ ἠθικοῦ μέρους ὄντος τοῦ περὶ νόμων διαλέγεσθαι. ὁ μὲν γὰρ Πλάτων παντὸς μέρους φιλοσοφίας αὐτῷ μεταδίδωσιν͵ τοῦ μὲν λογικοῦ παρόσον περὶ ὅρων καὶ διαιρέσεων καὶ ἐτυμολογίας παρεισῆκται ζητῶν͵ ἅπερ ἐστὶ λογικά͵ τοῦ δὲ ἠθικοῦ ὅτι περὶ ἀρετῆς καὶ πολιτείας καὶ νόμων διασκέπτεται͵ τοῦ δὲ φυσικοῦ ὅτι καὶ περὶ κόσμου τι καὶ περὶ ζῳογονίας καὶ ψυχῆς πεφιλοσόφηκεν. ἔνθεν καὶ ὁ Τίμων αἰτιᾶται τὸν Πλάτωνα ἐπὶ τῷ οὕτω καλλωπίζειν τὸν Σωκράτην πολλοῖς μαθήμασιν· ἢ γάρ͵ φησί͵ τὸν οὐκ ἐθέλοντα μεῖναι ἠθολόγον. δοκοῦσι δὲ κατά τινας καὶ οἱ ἀπὸ τῆς Κυρήνης μόνον ἀσπάζεσθαι τὸ ἠθικὸν μέρος͵ παραπέμπειν δὲ τὸ φυσικὸν καὶ τὸ λογικὸν ὡς μηδὲν πρὸς τὸ εὐδαιμόνως βιοῦν συνεργοῦντα. καίτοι περιτρέπεσθαι τούτους ἔνιοι νενομίκασιν ἐξ ὧν τὸ ἠθικὸν διαιροῦσιν εἴς τε τὸν περὶ τῶν αἱρετῶν καὶ φευκτῶν τόπον καὶ εἰς τὸν περὶ τῶν παθῶν καὶ ἔτι εἰς τὸν περὶ τῶν πράξεων καὶ ἤδη τὸν περὶ τῶν αἰτίων καὶ τελευταῖον εἰς τὸν περὶ τῶν πίστεων· ἐν τούτοις γὰρ ὁ περὶ αἰτίων τόπος͵ φασίν͵ ἐκ τοῦ φυσικοῦ μέρους ἐτύγχανεν͵ ὁ δὲ περὶ πίστεων ἐκ τοῦ λογικοῦ. καὶ Ἀρίστων δὲ ὁ Χῖος οὐ μόνον͵ ὥς φασι͵ παρῃτεῖτο τήν τε φυσικὴν καὶ λογικὴν θεωρίαν διὰ τὸ ἀνωφελὲς καὶ πρὸς κακοῦ τοῖς φιλοσοφοῦσιν ὑπάρχειν͵ ἀλλὰ καὶ τοῦ ἠθικοῦ τόπους τινὰς συμπεριέγραφεν͵ καθάπερ τόν τε παραινετικὸν καὶ τὸν ὑποθετικὸν τόπον· τούτους γὰρ εἰς τίτθας καὶ παιδαγωγοὺς πίπτειν͵ ἀρκεῖν δὲ πρὸς τὸ μακαρίως βιῶναι τὸν οἰκειοῦντα μὲν πρὸς ἀρετὴν λόγον͵ ἀπαλλοτριοῦντα δὲ κακίας͵ κατατρέχοντα δὲ τῶν μεταξὺ τούτων͵ περὶ ἃ οἱ πολλοὶ πτοηθέντες κακοδαιμονοῦσιν. ἐπὶ δὲ τὸ λογικὸν κατηνέχθησαν μέρος οἱ περὶ Πανθοίδην καὶ Ἀλεξῖνον καὶ Εὐβουλίδην καὶ Βρύσωνα͵ Διονυσόδωρόν τε καὶ Εὐθύδημον [Θούριοι͵ ὧν μέμνηται καὶ ὁ Πλάτων ἐν τῷ Εὐθυδήμῳ]. τῶν δὲ διμερῆ τὴν φιλοσοφίαν ὑποστησαμένων Ξενοφάνης μὲν ὁ Κολοφώνιος τὸ φυσικὸν ἅμα καὶ λογικόν͵ ὥς φασί τινες͵ μετήρχετο͵ Ἀρχέλαος δὲ ὁ Ἀθηναῖος τὸ φυσικὸν καὶ ἠθικόν· μεθ΄ οὗ τινες καὶ τὸν Ἐπίκουρον τάττουσιν ὡς [καὶ] τὴν λογικὴν θεωρίαν ἐκβάλλοντα. ἄλλοι δὲ ἦσαν οἵ φασι μὴ κοινῶς αὐτὸν τὴν λογικὴν παρῃτῆσθαι͵ μόνην δὲ τὴν τῶν Στωικῶν͵ ὥστε δυνάμει τριμερῆ πάλιν ἀπολείπειν τὴν φιλοσοφίαν. ἀναφέρεται δὲ ὑπό τινων δόξα͵ καθὸ καὶ ὁ Σωτίων μεμαρτύρηκεν͵ εἰς τοὺς ἀπὸ τῆς Κυρήνης ὡς λέγοντας ἠθικόν τι καὶ λογικὸν φιλοσοφίας εἶναι μέρος. πλὴν οὗτοι μὲν ἐλλιπῶς ἀνεστράφθαι δοκοῦσιν͵ ἐντελέστερον δὲ παρὰ τούτους οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικὸν τὸ δὲ ἠθικὸν τὸ δὲ λογικόν· ὧν δυνάμει μὲν Πλάτων ἐστὶν ἀρχηγός͵ περὶ πολλῶν μὲν φυσικῶν͵ [περὶ] πολλῶν δὲ ἠθικῶν͵ οὐκ ὀλίγων δὲ λογικῶν διαλεχθείς· ῥητότατα δὲ οἱ περὶ τὸν Ξενοκράτη καὶ οἱ ἀπὸ τοῦ Περιπάτου͵ ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως.