ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.87- 1.91)


1.87 αἴτιον εἶναί φησιν· εἴτε πατήρ ἐστι καὶ δύναμις καὶ νοῦς͵ εἴη ἂν τὸ πρὸ τούτων͵ ὁ εἷς πατὴρ ὁ πρὸ τῆς τριάδος· παντὶ γὰρ ἐν κόσμῳ λάμπει τριὰς ἧς μονὰς ἄρχει͵ φησὶ τὸ λόγιον. Εἰ δὲ ἐν τοῖς κόσμοις͵ πολλῷ μᾶλλον ἐν τῷ ὑπερκοσμίῳ βυθῷ· ἥκιστα γὰρ ἐκείνῳ προσήκοι ἂν ἄρχεσθαι ἀπὸ πλήθους. Εἰ τοίνυν πρὸ μὲν τοῦ τριαδικοῦ τὸ μονοειδές͵ πρὸ δὲ τούτου τὸ πάντη ἄρρητον͵ ὡς ἐλέγομεν͵ δῆλον τὸ συμβαῖνον. Ἔτι γὰρ εἰ τὸ ἓν πάντα δευτέρα ἀρχὴ μετὰ τὴν ἀπόρρητον͵ αὕτη δὲ οὐδὲν μᾶλλον τόδε τι τόδε͵ ἀλλὰ πάντα ἐπίσης͵ τὸ δὲ ἄρχον τῆς τριάδος ὕπαρξις μᾶλλον͵ ὥσπερ τὸ δεύτερον δύναμις͵ τὸ δὲ τρίτον νοῦς͵ σαφὲς ὅτι καὶ ἀπὸ τῶν πραγμάτων προτακτέον τῆς τριάδος τὸ ἓν πρὸ μονάδος͵ ὡς καὶ παντὶ ἀριθμῷ ὑπάρχειν· ἕκαστος γὰρ εἷς ἀριθμός͵ οὐ μέντοι μονὰς τὸ ἓν ὅπερ ἐλέγομεν͵ ἤτοι μονάς ἐστι͵ καὶ ἔσται πρὸ αὐτῆς τὸ ἕν͵ καὶ τούτου προϋπάρξει τὸ ἀπόρρητον. Ἡ ἄρα μονὰς ἔσται πρώτη τοῦ νοητοῦ ἀριθμοῦ͵ τρίτη οὖσα ἀρχή; ἢ τοῦτο λέγεται μόνον ἕν͵ καὶ ἔσται μετ΄ αὐτὸ πάλιν ἡ μονὰς ἄρχουσα τοῦ νοητοῦ ἀριθμοῦ. Πολλῷ δὲ χρήσεταί τις ὑπὲρ Ἰαμβλίχου͵ καὶ τῷ προρρηθέντι λόγῳ τῷ μετὰ τὸ ἓν πάντα τιθεμένῳ τὴν μένουσαν ἀρχήν͵ ᾗ καὶ πρέψει πάντως τὸ τῆς μονάδος ὄνομά τε καὶ πρᾶγμα. Παρὰ γὰρ τὴν μονὴν ἡ μονάς͵ καὶ οὕτω δυὰς προοδικὴ ἐπιστρεπτική͵ καὶ οὕτω τριὰς τοῦ κατὰ πλῆθος. Ἀλλὰ κατὰ τὴν ἰδιότροπον φύσιν οὕτω λεγόμενον͵ οὐδὲ ἀξιώσει τὸ μένον προϊέναι πάντως͵ ἀλλὰ τῷ μονίμῳ ἑαυτοῦ μόνῳ καθ΄ ἑαυτὸ γενέσθαι μετὰ τὸ πάντα ἕν. Οὐκ ἄρα προελθόν͵ οὐδὲ ἄξιον ἐπ΄ ἐκείνου πρόοδον εἰπεῖν. Τὸ δὴ μετὰ τὸ μένον ἤδη τῷ ὄντι προϊόν. Καὶ γὰρ ἀπ΄ αὐτοῦ πρώτου ἡ πρόοδος ἄρχεται͵ ὡς ἀπὸ τοῦ τρίτου ἡ ἐπιστροφή. Διὸ καὶ νοῦς οὗτος πρῶτος. Ἐπὶ δὲ τούτοις ἀφέμενοι τῶν προειλημμένων τούτων ὀνομάτων͵ λέγωμεν ὡς δεῖ μὲν εἶναι μετὰ τὴν μίαν τῶν πάντων ἀρχήν͵ ἡ δὲ τεθεῖσα διὰ καταφάσεως͵ ὁπωσδήποτε ἀνακαθαιρομένης καὶ πάντα ἓν λεγούσης εἶναι αὐτήν. Δεῖ οὖν μετὰ

1.88 ταύτην ἄλλην εἶναι ἀρχήν͵ ἢ οὐκέτι πάντα ἓν οὖσαν͵ ἢ οὐκ ἐπίσης πάντα͵ ἀλλά τινα τρόπον ἴδιον. Καὶ ἔτι μετὰ ταύτην͵ ἄλλην ἰδιότροπον͵ καὶ ταύτην ὑποβᾶσαν· πάντα γὰρ ἑκάστη͵ ὅτι καὶ ἑξῆς ἔτι πάντα ἑκάστη ἀρχὴ νοητή͵ ἴσως δὲ καὶ μεχρὶ τῶν νοερῶν πάντα διάκοσμος ἕκαστος. Ἀλλ΄ ὅμως ἐκεῖ πάντα ἀδιορίστως͵ καὶ ἤτοι κατὰ τὸ ἡνωμένον͵ ἢ κατὰ τὸ ἕν͵ ὥστε χρή τινα ἄλλην διαφορὰν ἐπινοεῖν ἐν ταῖς ἀρχαῖς ἐκείναις. Μετὰ ἄρα τὴν ἁπλῶς πάντα ἐν τακτέον ἀρχὴν τὴν κατὰ πάντα ἕν͵ καὶ μὴ ἁπλῶς͵ ὥστε προσθετέον ἤδη τινὰ ἰδιότητα͵ καὶ δῆλον ὅτι τὴν πασῶν πρεσβυτάτην τε καὶ γενικωτάτην͵ εἶτα οὕτω τῇ τρίτῃ ἀρχῇ τρίτην ἄλλην ἰδιότητα κοινοτέραν καὶ φύσει δευτέραν. Αὕτη ἄρα πρὸς ἐκείνην ἕξει τινὰ ἀντίθεσιν͵ ὃ καὶ τοὺς παλαιοὺς οἶμαι συνιδόντας ὀνομάσαι αὐτάς͵ τοὺς μὲν πέρας καὶ ἄπειρον͵ τοὺς δὲ μονάδα καὶ ἀόριστον δυάδα͵ τοὺς δὲ θεούς͵ πατέρα καὶ δύναμιν. Εἰ τοίνυν αὗται ὁποῖαί ποτέ εἰσι πρός τι ἰδιότροπον ἀποκλίνουσιν͵ ἡ πρὸς μηδὲν ἀπο κλίνουσα͵ πάντα δὲ ἓν οὖσα͵ ἁπλῶς εἴη ἂν πρὸ τούτων μία κοινή͵ καὶ πρό γε ταύτης ἐστὶν ἡ ἀπόρρητος. Ἀλλὰ μὴν τὸ αὐτὸ καὶ ὧδε κατασκευάσειεν ἄν τις ἀπὸ τῶν κάτωθεν͵ οἷον ἀπὸ τεκμηρίου· δύο γὰρ ἐν τοῖς οὖσιν ὁρῶντες ἀντιδιῃρημένας συστοιχίας ἀλλήλαις͵ τὴν μὲν κρείττω φασί͵ τὴν δὲ χείρω͵ τὴν μὲν ἑνοειδῆ͵ τὴν δὲ πληθοειδῆ͵ ἀπὸ τούτων ἀναπεμπόμεθα καὶ εἰς δύο ἀρχάς͵ εἴς τε ἓν καὶ πλῆθος͵ τὰ ἀντιδιωρισμένα φημί͵ εἴτε ἄλλας ἃς βούλεταί τις ὑποτίθεσθαι· ἑκατέρας δ΄ οὖν εἶναι ἀρχὴν ἰδιότροπον͵ ἅτε ἰδιοτρόπου͵ ἀφ΄ ἧς ἑκατέρᾳ τὸ κοινὸν ἔνεστιν͵ οἷον τῇ μὲν ἑνοειδεῖ τὸ τοῦ ἑνὸς ἰδίωμα͵ τῇ δὲ πληθοειδεῖ τὸ τοῦ πλήθους ἴχνος. Εἰ γὰρ καὶ ἀπὸ μιᾶς αἱ δύο σειραὶ διασχίζονται͵ ἀλλὰ πρὸ τῶν σειρῶν αἱ ἀρχαὶ διίστανται· εἰ δὲ ἔχουσί τι καὶ αἱ δύο σειραὶ κοινὸν πρὸς ἀλλήλας (οὐ γὰρ δὴ πάντη εἰσὶ διεσπασμέναι)͵ κατὰ τοῦτό γε προῆλθον ἀπὸ τῆς μονοειδοῦς ἀρχῆς καὶ μιᾶς· καὶ ταῦτα λέγω κυρίως͵ οὐ κατὰ ἔνδειξιν͵ καὶ ἀπὸ τῶν ἐν τῷ νῷ͵ μᾶλλον δὲ καὶ ἐν τῇ ψυχῇ διωρισμένων ἐναγόμενος. Ἐπεὶ οὖν ἐνταῦθα οὕτω͵ δεῖ καὶ ἐν τῷ νοητῷ προϋποθέσθαι νοητῶς τὰς τούτων αἰτίας͵ ὅπως οἷόν τέ ἐστι κατὰ ἔνδειξιν. Οὐκοῦν ἀπὸ μὲν τῆς ἀδιαιρέτου καὶ

1.89 μονοειδοῦς ἐπὶ μίαν τὴν πρὸ πάντων ἥξομεν͵ ᾗ πάντα ἓν ἐπιθέμεθα ἀπορίᾳ τοῦ οἰκείου ὀνόματος· ἀντὶ δὲ τῶν διῃρημένων δυεῖν ἐπὶ τὰς ὅντινά ποτε τρόπον ἀντικειμένας͵ ἀνάλογον ταῖς ὡς ἀληθῶς ἀντιδιῃρημέναις͵ ἃς ὅπως ἄν τις ἐθέλοι καλεῖν͵ οὐ διοισόμεθα πρὸς αὐτὸν περί γε τῶν ὀνομάτων͵ εἰ ἔχοι τινὰ καὶ ὁπωσοῦν ἔνδειξιν ἢ ἀναλογίαν πρὸς ἐκείνας τὰς ὑπεριδρυμένας τῶν ὅλων ἀρχάς. Ἆρα οὖν οὕτω θετέον δύο τὰς ἐπέκεινα τῶν νοητῶν τριάδων ἀρχάς͵ καὶ ὅλως εἰπεῖν͵ τῶν ὄντων ἁπάντων͵ ὡς ἠξίωσεν ὁ Ἰάμβλιχος͵ ὅσον ἐμέ γε εἰδέναι͵ μόνος ἀξιώσας τόγε τῶν πρὸ ἡμῶν ἁπάντων; ἢ τοῖς ἄλλοις ἅπασιν ἀκολουθητέον τοῖς μετ΄ αὐτόν; Τὸ μὲν οὖν ἀληθέστατον θεὸς ἂν εἰδείη περὶ τῶν τηλικούτων· εἰ δὲ χρὴ τά γε ἐμοὶ δοκοῦντα εἰπεῖν͵ οὔ μοι δοκεῖ ταῦτα ἐχυρὰ εἶναι πρὸς τὴν προκειμένην ἀπόδειξιν. Εἰ μὲν γὰρ ἀπὸ τῶν διωρισμένων ἀναγοίμεθα νοημάτων καὶ ὀνομάτων͵ προϋποτιθέμενοι καὶ ἐκεῖ τὰ τοιαῦτα͵ καλῶς μὲν ἂν τοῦτο προσηναγκάζομεν εἶναι τὸ ἓν πρὸ τοῦ πέρατος καὶ τῆς ἀπειρίας· ἓν γάρ τι ἑκάτερον͵ καὶ ἐν τοῖς γε διωρισμένοις οὕτως ἔχειν ἀναγκαῖον͵ ἐκεῖνο δὲ συμβήσεται ἄτοπον μόνον τὸ πέρας ἐκεῖ τίθεσθαι καὶ τὸ ἄπειρον. Διὰ τί γὰρ μὴ καὶ μονάδα καὶ δυάδα ἀόριστον κατὰ τοὺς εἰπόντας͵ ἢ πατέρα καὶ δύναμιν; ἀλλὰ γὰρ ἕκαστα τούτων ἐννοοῦμεν͵ καὶ οὐδὲν ἀτιμώτερα ταῦτα ἀπειρίας καὶ πέρατος. Ἀντὶ δυεῖν ἄρα ἀρχῶν ἢ τριῶν͵ πολλὰς αὐτόθι ποιήσομεν͵ καὶ τοσαύτας ὅσα τὰ γενικώτατα τῶν διωρισμένων͵ καὶ εἰ μὴ πάντα͵ ἀλλὰ τά γε ὑπὸ τῶν ἄλλων ὑποτεθειμένα͵ καὶ τὸ χαλεπώτερον͵ ὅτι διωρισμένας. Τί οὖν ἔτι διοίσει τὸ ἀκρὸν τοῦ νοητοῦ τῶν ἐν τῷ νῷ διακεκριμένων γενῶν; ἢ οὐ τὸ πέρας͵ ἀλλὰ τὸ κοινὸν τοῦ μονογενοῦς ὅλου στίχου͵ οὐδὲ τὸ ἄπειρον͵ ἀλλὰ καὶ τοῦ ὁμοτρόπου τοῦδε γένους τὸ κοινὸν ἀνακτέον εἰς ἑκατέραν τῶν ἀρχῶν· ἢ καὶ οὕτω διορισμὸς ἔσται ἐκεῖ καὶ ἀντιδιαίρεσις͵ ὥστε οὐ πάντων ἑκατέρα͵ οὐδὲ πάντα πρὸ πάντων͵ ἀλλὰ τοῦ ἑτέρου τῶν στίχων ἑκατέραν πάντα μὲν καὶ πάντων͵ ἀλλὰ μᾶλλον τοῦδε ἢ τοῦδε͵ καὶ μᾶλλον ἡ μὲν κατὰ τὸ ἕν͵ ἡ δὲ κατὰ τὸ πλῆθος. Οὐκοῦν δεήσει καὶ τοῦ μᾶλλον καὶ ἧττον προτάττειν αἰτίαν͵ καὶ ὅλως ἀντιδιαιρέσεως τῆς ὁπωσοῦν ὁμοταγοῦς. Χωρὶς δὲ τούτων οὐ τὸ ἓν μόνον προτάξομεν πέρατός τε καὶ ἀπειρίας͵ ἀλλὰ καὶ τὸ

1.90 πλῆθος͵ ἢ ὅ τί ποτε κλητέον τὸ πολλοποιὸν αἴτιον ἢ διακριτικόν· ὡς γὰρ ἑκάτερον ἕν͵ οὕτως ἄμφω δύο͵ ἢ οὐχ ἕν. Τί οὖν αὐτοῖς αἴτιον τοῦ τοιούτου κοινοῦ; δεῖ γὰρ ἀμφοῖν καὶ τοῦτο προτάττειν͵ εἴπερ ὁμοταγεῖς͵ καὶ μὴ ἡ ἑτέρα ἀπὸ τῆς ἑτέρας πρόεισιν͵ ἡ δευτέρα ἀπὸ τῆς πρώτης μετὰ τῶν οὕτως ἐξ ἀνάγκης αὐτῇ συνυφισταμένων ἰδιωμάτων· πρώτη γὰρ ἑαυτὴν παράγουσα κατὰ φύσιν τὴν ἑαυτῆς ἰδιότροπον καὶ τὰ ἄλλα πρῶτα παράγειν ἄρχεται. Πρὸς δὲ τούτοις εἰ ταῦτα ἀπὸ τῶν διωρισμένων εἴληπται͵ καὶ τὸ ἓν ἔσται ἀληθῶς ἕν͵ οὗ καὶ τῇ ἐννοίᾳ ἐπισπώμενοι προετάττομεν ἑαυτὸ τοῖν δυεῖν͵ τῆς μονάδος καὶ δυάδος. Εἰ δὲ τοῦτο διωρισμένον͵ τί διοίσει τοῦ γένους; καὶ ἐκεῖνο γὰρ πάντα κατὰ τὸ ἑαυτοῦ ἴδιον͵ τὸ ἕν. Πῶς οὖν πάντα ἁπλῶς καὶ οὕτως ὡς ὑπὲρ πάντα; εἰ δὲ τούτοις κεχρήμεθα τοῖς νοήμασι͵ βουλόμενοι ἀπὸ μὲν τοῦ ἑνὸς ἑλεῖν τὸ πάντη ἁπλούστατον καὶ πάντων ἐπέκεινα͵ ἀπὸ δὲ τῶν πάντων ἐκφυγεῖν τὸ ἐλάχιστον καὶ ὡς ἕν τι διωρισμένον͵ ἀπ΄ ἀμφοῖν δὲ ἐνδείξασθαι τὴν μίαν ὅλων καὶ πάντων ἐπέκεινα͵ ἀπὸ δὲ τῶν πάντων ἐκβεβηκυῖαν ἀρχήν͵ δῆλον ὅτι καὶ τὰς μετ΄ αὐτὴν ἀρχὰς οὕτω πως ἡμῖν ἐκκυνηγητέον ἐκ τῶν διωρισμένων ἐννοιῶν ἐπὶ τὰς παντελεῖς͵ ὡς οἷόν τε μάλιστα ἀνατρέχουσιν͵ οὐ μέντοι τῷ διορισμῷ τῶν ἐννοιῶν ἐπαναπαυομένοις͵ οὐδὲ ἀρκουμένοις͵ οὐδὲ τοῦτον ἐκεῖσε φέρουσιν͵ οἷον ὡς εἴ τις ἐθέλων παραστῆσαι τὴν τοῦ νοῦ ἁπλῆν νόησιν͵ ἀντιπαρατιθεὶς αὐτὴν πρὸς τὴν τῆς ψυχῆς͵ ὑποδείγμασι χρῷτο͵ πρὸς μὲν τὴν νοερὰν τῇ τῆς ὄψεως ἐπιβολῇ͵ πρὸς δὲ τὴν λογικὴν τῇ τῆς ἀκοῆς ὑποδοχῇ͵ εἶτα δέον ἐφίεσθαι τῶν παραδειγμάτων ἐπὶ τὰς ἀληθεστέρας περὶ ἐκείνων ἐννοίας. Ὁ δὲ ἀπαιτοῖ τὸν ὑποδεικνύντα͵ καθάπερ ὄψεως καὶ ἀκοῆς ἐστι κοινή τις αἴσθησις προηγουμένη͵ οὕτω καὶ τῆς νοερᾶς καὶ ψυχικῆς εἶναί τινα κοινότητα γνώσεως οὐσιώδους͵ οὐ συννοῶν ὅτι ἡ ψυχικὴ ἀπὸ τῆς νοερᾶς πρόεισιν͵ ὡς εἰκὼν ἀπὸ τοῦ παραδείγματος. Οὕτω γὰρ καὶ οἱ τοῖς διωρισμένοις νοήμασί τε καὶ πράγμασιν ἀποχρώμενοι πρὸς ἔνδειξιν τῶν παντελῶν καὶ ἀδιορίστων ἀρχῶν οὐκ ἂν ἀπαιτοῖντο δικαίως τὰ τούτοις συνόντα ἀνάγειν ἐπ΄ ἐκείνας͵ οἷον ὅτι πολλὰ ταῦτα καὶ ἐκείνας εἶναι πολλάς͵ ἀλλ΄ οὐ μόνον δύο ἢ τρεῖς͵ καὶ ὅτι ταῦτα ἀντιτέτακται ἀλλήλοις καὶ ἐκείνας ὑποτίθεσθαι ἀντικειμένας͵ καὶ ὅτι πρὸ τοῦ πέρατος καὶ τῆς ἀπειρίας τὸ ἓν ἐν τούτοις. Διὰ τοῦτο καὶ πρὸ τῶν δυεῖν ἀρχῶν τὴν μίαν θέσιν τοῦ ἑνός͵ ἐπεὶ καὶ τὸ ἄλλους ἄλλοις κεχρῆσθαι ὀνόμασι πρὸς ἔνδειξιν τῶν δύο ἀρχῶν͵ καλῶς μὲν λέγοντας ἑκάστους͵ ἄλλον δὲ κατ΄ ἄλλην ἐπιβολὴν ἱστάμενον͵ αὐτὸ τοῦτο τεκμηριούτω ἡμῖν μὴ ταῦτα ἐκεῖ ἀποτίθεσθαι͵ ἀλλ΄ ἀπὸ τούτων κατ΄ ἀναλογίαν ἐπ΄ ἐκείνας ἀνάγεσθαι. Ὡς οὖν μονὰς καὶ πέρας καὶ πατὴρ καὶ ὕπαρξις καὶ αἰθήρ͵ εἰ βούλει͵ ἐν τούτοις μὲν τοῖς διωρισμένοις ἄλλο καὶ ἄλλο καθάπερ καὶ τὰ ὀνόματα ἔχει͵ ἐκεῖ δὲ μιᾶς φύσεως πάντα ἐστὶ παραδείγματα ἢ σύμβολα͵ οὕτω καὶ τὸ ἕν͵ εἰ καὶ ἀλλὸ παρ΄ ἕκαστον τούτων͵ ἀλλ΄ ἐκεῖ τῆς αὐτῆς ἔνδειγμα καὶ τοῦτο φύσεως. Ὁμοίως δὲ καὶ τὰ πολλὰ τῆς ἑτέρας καὶ μετὰ τὴν εἰρημένην τεταγμένης͵ ἔστω κατά τινα ἀναλογίαν ὑπόδειγμα· ἧς καὶ τὸ ἄπειρον καὶ ἡ ἀόριστος δυὰς καὶ ἡ δύναμις καὶ τὸ χάος͵ καὶ ὅ τι ἄν τις ἄλλο πρὸς γνωριμωτέραν παράστασιν ἐπινοήσειεν. Οὐ δεῖ οὖν͵ φαίη τις ἄν͵ πρὸ τῶν δυεῖν ἀρχῶν εἶναι τὴν μίαν͵ ἅτε ἀντικειμένων͵ τὴν πρὸ τῆς ἀντιθέσεως; ἢ πρῶτον μὲν οὐκ ἀντίκεινται ὡς ὁμοταγεῖς͵ οἷον πέρας καὶ ἄπειρον· ἡ γὰρ τοιαύτη ἀντίθεσις τῶν ἀντιδιῃρημένων ἐστίν· ἀλλ΄ εἴπερ ἄρα ὡς αἴτιον καὶ αἰτιατόν͵ ὡς ὁ νοητὸς κόσμος τοῦ νοεροῦ͵ ὁ πᾶς τοῦ παντός. Ἔπειτα εἰ καὶ συγχωρήσομεν καὶ ἡμεῖς εἶναι τὴν μίαν͵ ἣν ἀναζητοῦντες ἐν τοῖς πρόσθεν ἀπόρρητον εὑρήκαμεν οὖσαν͵ ἀλλὰ τὴν μίαν ταύτην ὁ Πυθαγόρας ἓν ἀνευφήμησεν͵ οἵαν καὶ ἡμεῖς τὴν δευτέραν οὖσαν ἐθέμεθα͵ ἓν πάντα εἰπόντες͵ μετὰ δὲ ταύτην εἶναι μονάδα καὶ δυάδα ἀόριστον. Ἀλλὰ φήσω καὶ τὴν ἐπέκεινα πάντων ἀρχὴν ἐνδείκνυσθαι βουλομένους͵ ἄλλοτε ἄλλο γνώρισμα αὐτῆς ὑποτίθεσθαι͵ μᾶλλον δὲ σύνθημα κατὰ τὸ ἀληθέστατον͵ τοὺς μὲν τὸ ἓν ἁπλῶς͵ τοὺς δὲ θεὸν ἁπλῶς͵ τοὺς δὲ χρόνον ἢ καιρὸν ἢ τἀγαθόν. Ἡμεῖς δὲ ἄρρητον ἀρχὴν ὑπεθέμεθα͵