Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 20η συνέχεια


εἰ οὖν ἑτεροίωσις τῆς ψυχῆς ἐστιν ἡ φαντασία͵ ἤτοι κατὰ πάθος ψιλῶς ἐστιν ἑτεροίωσις ἢ κατὰ ἀλλαγὴν τοῦ ὑποκειμένου. καὶ εἰ μὲν κατὰ πάθος͵ ἐπεὶ κατὰ τὰς διαφόρους φαντασίας πάθος διάφορόν ἐστι͵ τὸ νέον πάθος ἀλλάσσει τὸ ἀρχαιότερον͵ καὶ οὕτως οὐκ ἔσται κατοχή τινος πράγματος περὶ τὴν διάνοιαν͵ ὅπερ ἄτοπον· εἰ δὲ ὡς ἀλλαγὴ τοῦ ὑποκειμένου͵ ἅμα τῷ φαντασίαν τινὸς λαβεῖν ἡ ψυχὴ ἑτεροιουμένη ἐκβήσεται τοῦ ψυχὴ τυγχάνειν καὶ φθαρήσεται͵ καθάπερ καὶ ὁ εἰς σφαῖραν χωνευθεὶς ἀνδριὰς ἐξέβαινε τότε τοῦ ἀνδριὰς ὑπάρχειν. οὐκ ἄρα οὐδὲ ἑτεροίωσις ψυχῆς ἐστιν ἡ φαντασία͵ σὺν τῷ καὶ τὴν περὶ μεταβολῆς ἀπορίαν αὐτοὺς θλίβειν. εἰ γὰρ μεταβάλλει τι καὶ ἑτεροιοῦται͵ ἤτοι τὸ μένον μεταβάλλει τε καὶ ἑτεροιοῦται ἢ τὸ μὴ μένον. οὔτε δὲ τὸ μένον ἑτεροιοῦται καὶ μεταβάλλει͵ μένει γὰρ ἐν τῷ εἶναι οἷον ἦν͵ οὔτε τὸ μὴ μένον· ἔφθαρται γὰρ καὶ μεταβέβληται͵ ἀλλ΄ οὐ μεταβάλλει. οἷον εἰ μεταβάλλει τὸ λευκόν͵ ἤτοι μένον λευκὸν μεταβάλλει ἢ μὴ μένον. οὔτε δὲ μένον λευκὸν μεταβάλλει͵ μένει γὰρ λευκόν͵ καὶ ἐφ΄ ὅσον ἐστὶ λευκόν͵ οὐ μεταβάλλει· οὔτε μὴ μένον͵ ἔφθαρται γὰρ καὶ μεταβέβληται͵ ἀλλ΄ οὐ μεταβάλλει. οὐκ ἄρα μεταβάλλει τὸ λευκόν. διὸ καὶ ἡ φαντασία εἰ μεταβολή τίς ἐστι καὶ ἑτεροίωσις τῆς ψυχῆς͵ ἀνυπόστατός ἐστιν.

Διδομένης τε τῆς ἑτεροιώσεως οὐκ εὐθὺς καὶ ἡ τῆς φαντασίας ὑπόστασις συγχωρηθήσεται. ἐλέγετο γὰρ τύπωσις εἶναι ἡγεμονικοῦ͵ τοῦτο δὲ εἰ ἔστι τὸ ἡγεμονικόν͵ καὶ ἐν τίνι τόπῳ ἔστιν͵ οὐχ ὡμολόγηται͵ ἄλλων μὲν οὐδ΄ ὅλως ὑπάρχειν τι λεγόντων ἡγεμονικόν͵ ὡς τῶν περὶ τὸν Ἀσκληπιάδην͵ τινῶν δὲ εἶναι μὲν νομιζόντων͵ οὐ συμφωνούντων δὲ περὶ τοῦ περιέχοντος αὐτὸ τόπου. διόπερ ἐφ΄ ὅσον ἀνεπίκριτός ἐστιν ἡ τοιαύτη διαφωνία͵ μένειν ἐν ἐποχῇ δεῖ ὡς ἀσυγχώρητον τὸ τὴν φαντασίαν ἡγεμονικοῦ τύπωσιν εἶναι. Δεδόσθω δὲ καὶ τὸ τύπωσιν ὑπάρχειν τοῦ ἡγεμονικοῦ ταύτην· ἀλλ΄ ἐπεὶ οὐκ ἄλλως ἀναγγέλλεται ἡ τοιαύτη τύπωσις τῷ ἡγεμονικῷ εἰ μὴ διὰ τῆς αἰσθήσεως͵ οἷον ὁράσεως ἀκοῆς ἢ ἄλλης τινὸς τοιαύτης δυνάμεως͵ ζητῶ͵ πότερον͵ οἵα ἐστὶν ἡ περὶ τὴν αἴσθησιν ἑτεροίωσις͵ τοιαύτη γίνεται καὶ ἡ περὶ τῷ ἡγεμονικῷ͵ ἢ διάφορος. καὶ εἰ μὲν ἡ αὐτή͵ ἐπεὶ ἑκάστη τῶν αἰσθήσεων ἄλογός ἐστι͵ καὶ τὸ ἡγεμονικὸν ἑτεροιούμενον ἄλογον ἔσται καὶ οὐ διαφέρον τῆς αἰσθήσεως· εἰ δὲ διάφορος͵ οὐ τοιοῦτον λήψεται τὸ φανταστὸν ὁποῖον ὑπόκειται͵ ἀλλ΄ ἕτερον μὲν ἔσται τὸ ὑποκείμενον͵ διαφέρουσα δὲ ἡ περὶ τῷ ἡγεμονικῷ συνισταμένη φαντασία. ὃ πάλιν ἐστὶν ἄτοπον. οὐδὲ ταύτῃ τοίνυν τύπωσιν εἶναι ῥητέον ἡγεμονικοῦ καὶ ἑτεροίωσιν τὴν φαντασίαν. Πρὸς τούτοις ἡ φαντασία ἀποτέλεσμά ἐστι τοῦ φανταστοῦ͵ καὶ τὸ φανταστὸν αἴτιόν ἐστι τῆς φαντασίας καὶ τυπωτικὸν καθειστήκει τῆς αἰσθητικῆς δυνάμεως͵ διενήνοχέ τε τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος αὐτὸ αἰτίου. ὅθεν ἐπεὶ ταῖς φαντασίαις ἐπιβάλλει ὁ νοῦς͵ λήψεται τὰ ἀποτελέσματα τῶν φανταστῶν͵ ἀλλ΄ οὐ τὰ ἐκτὸς φανταστά. καὶ εἰ λέγοι τις ἐκ τῶν περὶ αὐτῷ πείσεων καὶ παθῶν τοῖς ἐκτὸς ἐπιβάλλειν αὐτόν͵ τὰς ἀνώτερον εἰρημένας μετοίσομεν ἀπορίας. ἤτοι γὰρ τὰ αὐτά ἐστι ταῖς ἡμετέραις φαντασίαις τὰ ἐκτός͵ ἢ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη͵ ὅμοια δέ. πῶς γὰρ δύναται τὸ αὐτὸ αἴτιόν τε καὶ ἀποτέλεσμα ἑαυτοῦ νοεῖσθαι; εἰ δ΄ ὅμοια͵ ἐπεὶ τό τινι ὅμοιον ἕτερόν ἐστιν ἐκείνου τοῦ ᾧ ὅμοιόν ἐστιν͵ ἡ διάνοια τὰ ὅμοια τοῖς φανταστοῖς ἀλλ΄ οὐ τὰ φανταστὰ εἴσεται͵ σὺν τῷ καὶ τοῦτο ἄπορον εἶναι. πῶς γὰρ εἴσεται ἡ διάνοια͵ ὅτι ὅμοιά ἐστι ταῖς φαντασίαις τὰ φανταστά; ἤτοι γὰρ χωρὶς φαντασίας τοῦτο αὐτὸ γνώσεται ἢ φαντασίᾳ τινί. καὶ χωρὶς μὲν φαντασίας ἀμήχανον· οὐδὲν γὰρ ἡ διάνοια μὴ φαντασιουμένη πέφυκε λαμβάνειν. εἰ δὲ φαντασίᾳ͵ πάντως αὕτη ἡ φαντασία͵ ἵνα γνωσθῇ εἰ αὐτὴ ὁμοία ἐστὶ τῷ ποιοῦντι αὐτὴν φανταστῷ͵ ὀφείλει ἑαυτὴν λαβεῖν καὶ τὸ ὑποκείμενον φανταστόν. ἀλλὰ τὸ μὲν ὑποκείμενον φανταστὸν τάχα δυνήσεται λαβεῖν φαντασία οὖσα ἐκείνου· ἑαυτὴν δὲ πῶς λήψεται; ἵνα γὰρ τοῦτο γένηται͵ δεήσει ταὐτὸ καὶ φαντασίαν καὶ φανταστὸν γίνεσθαι. καὶ ἐπεί ἐστιν ἕτερον μὲν τὸ φανταστόν (αἴτιον γάρ ἐστιν)͵ ἕτερον δέ ἐστιν ἡ φαντασία (ἀποτέλεσμα γὰρ ἦν)͵ ἔσται τὸ αὐτὸ ἕτερον ἑαυτοῦ (αἴτιόν τε ἅμα καὶ ἀποτέλεσμα)· ὧν ἑκάτερόν ἐστιν ἄλογον. Ἠπορημένων δὴ τούτων μεταβάντες͵ καὶ ἐπὶ συγχωρήσει τοῦ εἶναι τὴν φαντασίαν τοιαύτην ὁποίαν ποτὲ θέλουσιν ὑπάρχειν οἱ δογματικοί͵ ἑτέρως ἀπορῶμεν. εἰ γὰρ κριτήριον ἀπολειπτέον τὴν φαντασίαν͵ ἤτοι πᾶσαν ἀληθῆ φαντασίαν λεκτέον εἶναι͵ καθὼς ἔλεγεν ὁ Πρωταγόρας͵ ἢ πᾶσαν ψευδῆ͵ ὡς ἔφασκε Ξενιάδης ὁ Κορίνθιος͵ ἢ τινὰ μὲν ἀληθῆ τινὰ δὲ ψευδῆ͵ ὡς οἱ ἀπὸ τῆς Στοᾶς καὶ τῆς Ἀκαδημίας͵ ἔτι δὲ τοῦ Περιπάτου. οὔτε δὲ πᾶσαν ἀληθῆ λεκτέον εἶναι οὔτε ψευδῆ οὔτε τινὰ μὲν ἀληθῆ τινὰ δὲ ψευδῆ͵ ὡς παραστήσομεν· οὐκ ἄρα κριτήριον εἶναι ῥητέον τὴν φαντασίαν. πᾶσαν μὲν οὖν φαντασίαν οὐκ ἂν εἴποι τις ἀληθῆ διὰ τὴν περιτροπήν͵ καθὼς ὅ τε Δημόκριτος καὶ ὁ Πλάτων ἀντιλέγοντες τῷ Πρωταγόρᾳ ἐδίδασκον· εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής͵ καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ͵ κατὰ φαντασίαν ὑφιστάμενον͵ ἔσται ἀληθές͵ καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος. καὶ χωρὶς δὲ τῆς τοιαύτης περιτροπῆς παρὰ τὰ φαινόμενά ἐστι καὶ τὴν ἐνάργειαν τὸ λέγειν πᾶσαν φαντασίαν εἶναι ἀληθῆ͵ πολλῶν πάνυ ψευδῶν οὐσῶν. οὐχ ὡσαύτως γὰρ κινούμεθα πρὸς τὸ ἡμέρα ἔστιν ἐπὶ τοῦ παρόντος καὶ πρὸς τὸ νὺξ ἔστι͵ τό τε ζῆν Σωκράτη καὶ τεθνάναι͵ οὐδὲ τὴν ἴσην ποτὲ ταῦτα προσβάλλει ἐνάργειαν͵ ἀλλὰ τὸ μὲν ἡμέραν νῦν εἶναι καὶ τὸ Σωκράτη τεθνάναι πιστὸν ἔοικεν ὑπάρχειν͵ τὸ δὲ νύκτα εἶναι καὶ τὸ ζῆν Σωκράτη οὐχ ὁμοίως ἐστὶ πιστόν͵ ἀλλὰ τῶν ἀνυπάρκτων φαίνεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῆς ἔν τισι πράγμασιν ἀκολουθίας τε καὶ μάχης [ἀληθής τε καὶ ψευδής ἐστιν]. τῷ μὲν γὰρ ἡμέραν εἶναι τὸ φῶς εἶναι καὶ τῷ περιπατεῖν σε τὸ κινεῖσθαί σε ἐμφανῶς ἀκολουθεῖ͵ τῷ δὲ ἡμέραν εἶναι τὸ νύκτα εἶναι καὶ τῷ περιπατεῖν σε τὸ μὴ κινεῖσθαί σε προδήλως ἐμάχετο͵ καὶ ἡ τοῦ ἑτέρου θέσις ἄρσις ἦν τοῦ λοιποῦ καὶ εἰ μὲν συνακολουθεῖ τί τινι͵ καὶ μάχεται πάντως ἕτερον ἑτέρῳ. εἰ δέ ἐστί τί τινι μαχόμενον͵ οὐ πᾶσα φαντασία ἐστὶν ἀληθής· τὸ γάρ τινι μαχόμενον ὡς ἀληθὲς ψεύδει ἢ ὡς ψεῦδος ἀληθεῖ μάχεται. εἴπερ τε πάσας συμβέβηκε τὰς φαντασίας εἶναι ἀληθεῖς͵ οὐδέν ἐστιν ἡμῖν ἄδηλον. ἀληθοῦς γάρ τινος ὄντος καὶ ψεύδους͵ εἶτ΄ ἀγνοουμένου τί τούτων ἐστὶν ἀληθὲς καὶ τί ψεῦδος͵ τὸ ἀδηλούμενον ἡμῖν συνίσταται͵ καὶ ὁ λέγων ἄδηλόν ἐστί μοι τὸ ἀρτίους ἢ περισσοὺς εἶναι τοὺς ἀστέρας δυνάμει λέγει μὴ ἐπίστασθαι πότερον ἀληθές ἐστι καὶ πότερον ψεῦδος͵ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ περισσούς. ὥστε εἰ πάντα ἐστὶν ἀληθῆ καὶ πᾶσαι φαντασίαι εἰσὶν ἀληθεῖς͵ οὐδέν ἐστιν ἡμῖν ἄδηλον. εἰ δὲ μηδέν ἐστιν ἡμῖν ἄδηλον͵ πάντ΄ ἔσται πρόδηλα. εἰ δὲ πάντα ἐστὶ πρόδηλα͵ οὐδὲν ἔσται τὸ ζητεῖν καὶ ἀπορεῖν περί τινος· ζητεῖ γάρ τις καὶ ἀπορεῖ περὶ τοῦ ἀδηλουμένου αὐτῷ πράγματος͵ ἀλλ΄ οὐχὶ περὶ τοῦ φανεροῦ. ἄτοπον δέ γέ ἐστι τὸ ζήτησιν καὶ ἀπορίαν ἀναιρεῖν· οὐκ ἄρα πᾶσα φαντασία ἐστὶν ἀληθής͵ οὐδὲ πάντα ἐστὶν ἀληθῆ. Καὶ μὴν εἰ πᾶσα φαντασία ἐστὶν ἀληθὴς καὶ πάντα ἐστὶν ἀληθῆ͵ οὔτε ἀλήθευσίς τις ἔστιν οὔτε ἀπλανησία͵ οὐ διδασκαλία͵ οὐ μάθησις͵ οὐ τέχνη͵ οὐκ ἀπόδειξις͵ οὐκ ἀρετή͵ οὐκ ἄλλο τι τῶν τοιούτων. σκοπῶμεν δὲ τὸ λεγόμενον. εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής͵ οὐδέν ἐστι ψεῦδος͵ μηδενὸς δὲ ὄντος ψεύδους οὔτε τὸ ψεύδεσθαι ἔσται οὔτε τὸ πλανᾶσθαι οὔτε τὸ ἄτεχνον εἶναι οὔτε τὸ φαῦλον ὑπάρχειν· ἕκαστον γὰρ τούτων τοῦ ψεύδους ἔχεται καὶ περὶ τοῦτο τὴν ὑπόστασιν λαμβάνει. μηδενὸς δὲ ψευδομένου οὐδ΄ ἀληθεύων τις ἔσται͵ καὶ μηδενὸς πλανωμένου οὐδ΄ ἀπλανὴς καταστήσεταί τις. ὡσαύτως δὲ μὴ ὄντος ἀτέχνου συναναιρεῖται καὶ ὁ τεχνίτης καὶ μὴ ὑπάρχοντος φαύλου ὁ σοφός· ταῦτα γὰρ κατὰ σύμβλησιν νοεῖται͵ καὶ ὃν τρόπον μὴ ὄντος δεξιοῦ τινος οὐδὲ ἀριστερὸν ἔστι μηδὲ ὄντος τοῦ κάτω οὐδὲ τὸ ἄνω ἔστιν͵ οὕτω μὴ ὄντος τοῦ ἑτέρου τῶν ἀντικειμένων οὐδὲ τὸ λοιπὸν ὑποστήσεται. οἰχήσεται δὲ καὶ ἡ ἀπόδειξις καὶ τὸ σημεῖον.
ἣ μὲν γὰρ τοῦ ἀληθὲς εἶναι ἀλλὰ μὴ ψεῦδος ἔστιν ἀπόδειξις· μηδενὸς δὲ ὄντος ψεύδους οὐ χρεία τοῦ διδάξοντος ὅτι οὐκ ἔστι ψεῦδος· τὸ δὲ σημεῖον καὶ τὸ τεκμήριον ἐπηγγέλλετο ἐκκαλυπτικὸν εἶναι τοῦ ἀδηλουμένου͵ πάντων δὲ ἀληθῶν ὄντων καὶ δι΄ αὑτῶν προφανῶν οὐ χρῄζομεν τοῦ μηνύσοντος τὸ μὴ γινωσκόμενον͵ εἴτε ἀληθές ἐστιν εἴτε καὶ ψεῦδος. Καίτοι τί περὶ τούτων διέξιμεν͵ ὅτε οὔτε ζῷον οὔτε κοινῶς κόσμος ὑποκείσεται συγχωρηθέντος τοῦ πάσας τὰς φαντασίας ἀληθεῖς ὑπάρχειν; εἰ γὰρ πάντα ἐστὶν ἀληθῆ͵ πάντα ἡμῖν γενήσεται πρόδηλα͵ καὶ εἰ τοῦτο͵ ἔσται ὑγιές τε καὶ ἀληθὲς καὶ τὸ πάντα ἡμῖν εἶναι ἄδηλα͵ ἓν ἐκ τῶν πάντων καθεστώς· ἀληθοῦς δὲ ὄντος τοῦ πάντα ἄδηλα τυγχάνειν͵ οὔτε ζῷον οὔτε φυτὸν οὔτε κόσμον προσδεξόμεθα φαίνεσθαι ἡμῖν· ὅπερ ἐστὶν ἄτοπον. λεκτέον ἄρα διὰ ταῦτα πάντα μὴ πάσας τὰς φαντασίας εἶναι ἀληθεῖς καὶ πιστάς͵ καὶ μὴν οὐδὲ πάσας ψευδεῖς διὰ τὰς ἀναλόγους αἰτίας· ἰσοδυναμεῖ γὰρ τῷ πάσας εἶναι ἀληθεῖς καὶ τὸ πάσας εἶναι ψευδεῖς. διὸ καὶ πάντα σχεδὸν τὰ προειρημένα ἡμῖν ἔσται καὶ ἐπὶ τὴν τοιαύτην μεταφέρειν στάσιν. εἰ γὰρ πᾶσαι αἱ φαντασίαι εἰσὶ ψευδεῖς καὶ οὐδέν ἐστιν ἀληθές͵ ἀληθές ἐστι τὸ οὐδέν ἐστιν ἀληθές. εἰ ἄρα μηδέν ἐστιν ἀληθές͵ ἔστιν ἀληθές· καὶ οὕτως εἰς τοὐναντίον τῇ προθέσει περιήχθησαν οἱ περὶ τὸν Ξενιάδην͵ λέγοντες πάσας τὰς φαντασίας εἶναι ψευδεῖς καὶ μηδὲν ὅλως ἐν τοῖς οὖσιν ὑπάρχειν ἀληθές. καθόλου γὰρ ἀμήχανόν ἐστι τῶν ἐπὶ μέρους τι λέγοντα ψεῦδος μὴ οὐχὶ καὶ ἀληθὲς ὁρίζειν. οἷον ὅτε λέγομεν ψεῦδος εἶναι τὸ Α͵ τοῦ μὲν Α τὸ ψεῦδος αὐτὸ ὑπάρχειν κατηγοροῦμεν͵ τὸ δὲ ψεῦδός ἐστι τὸ Α τίθεμεν͵ ὥστε δυνάμει τοιοῦτόν τι ἀποφαίνεσθαι ἀληθές ἐστι τὸ ψεῦδος εἶναι τὸ Α. ἅμα οὖν τῷ ψεῦδός τι λέγειν καὶ τὸ εἶναι ἀληθὲς ἐξ ἀνάγκης ὁρίζομεν. ἔνεστι δὲ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐνταυθοῖ διδάσκειν͵ ὅτι ἐναργεῖς σχεδόν εἰσι τῶν φαντασιῶν αἱ διαφοραί͵ καθ΄ ἃς αἱ μὲν ἐπισπῶνται ἡμῶν τὴν συγκατάθεσιν͵ αἱ δ΄ ἀποκρούονται͵ καὶ οὔτε ἅπασαι ἐπισπῶνται κοινῶς οὔτε ἅπασαι συλλήβδην ἀποκρούονται͵ ἐπεί τοι μηδεμιᾶς οὔσης τῆς διαφορᾶς͵ ἀλλὰ πασῶν ἐπ΄ ἴσης ἀπίστων οὐσῶν ἢ πιστῶν͵ οὔτε τέχνη ποτ΄ ἂν οὔτε ἀτεχνία καθειστήκει͵ οὐκ ἔπαινος͵ οὐκ ἐπιτίμησις͵ οὐκ ἀπάτη· ἐνοεῖτο γὰρ ἡ μὲν τέχνη καὶ ἀποδοχὴ καὶ τὸ ἀνεξαπάτητον κατὰ τὰς ἀληθεῖς φαντασίας͵ ἡ δὲ ἀπάτη καὶ ἐπιτίμησις κατὰ τὰς ψευδεῖς. οὔτε οὖν πάσας ἀληθεῖς εἶναι ῥητέον καὶ πιστὰς οὔτε πάσας ψευδεῖς καὶ ἀπίστους. Λείπεται ἄρα τὰς μὲν πιστὰς τὰς δὲ ἀπίστους ἀξιοῦν͵ ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας ἔλεγον͵ οἱ μὲν ἀπὸ τῆς Στοᾶς τὰς καταληπτικὰς φαντασίας ἀποδεχόμενοι͵ οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας τὰς πιθανὰς εἶναι δοκούσας. τοῦτο δὲ καὶ αὐτὸ σκεψαμένοις ἡμῖν ἀκριβῶς εὐχῇ μᾶλλον ἔοικεν ἢ ἀληθείᾳ. ἦν γὰρ καταληπτικὴ φαντασία͵ ἵνα τις ἀπὸ ταύτης ἄρχηται͵ ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ΄ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη͵ ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος. τούτων δὲ τὰ μὲν ἄλλα λέγουσιν οἱ περὶ τὸν Καρνεάδην συγχωρήσειν τοῖς ἀπὸ τῆς Στοᾶς͵ τὸ δὲ οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος ἀσυγχώρητον εἶναι. γίνονται γὰρ καὶ ἀπὸ μὴ ὑπαρχόντων φαντασίαι ὡς ἀπὸ ὑπαρχόντων. καὶ τεκμήριον τῆς ἀπαραλλαξίας τὸ ἐπ΄ ἴσης ταύτας ἐναργεῖς καὶ πληκτικὰς εὑρίσκεσθαι͵ τοῦ δὲ ἐπ΄ ἴσης πληκτικὰς καὶ ἐναργεῖς εἶναι τὸ τὰς ἀκολούθους πράξεις ἐπιζεύγνυσθαι. ὥσπερ γὰρ ἐν τοῖς ὕπαρ ὁ μὲν διψῶν ἀρυόμενος ποτὸν ἥδεται͵ ὁ δὲ θηρίον ἢ ἄλλο τι τῶν δειμαλέων φεύγων βοᾷ καὶ κέκραγεν͵ οὕτω καὶ κατὰ τοὺς ὕπνους ἡ μὲν διάχυσίς ἐστι τοῖς διψῶσι καὶ ἀπὸ κρήνης πίνειν δοκοῦσιν͵ ἀνάλογον δὲ φόβος τοῖς δειματουμένοις· ταφὼν γὰρ ἀνόρουσεν Ἀχιλλεύς χερσί τε συμπλατάγησεν͵ ἔπος τ΄ ὀλοφυδνὸν ἔειπεν. καὶ ὃν τρόπον ἐν ὑγιεῖ καταστάσει τοῖς τρανότατα φαινομένοις πιστεύομεν καὶ συγκατατιθέμεθα͵ οἷον Δίωνι μὲν ὡς Δίωνι͵ Θέωνι δὲ ὡς Θέωνι προσφερόμενοι͵ οὕτω καὶ ἐν μανίᾳ τὸ παραπλήσιον πάσχουσί τινες. ὁ γοῦν Ἡρακλῆς μανείς͵ καὶ λαβὼν φαντασίαν ἀπὸ τῶν ἰδίων παίδων ὡς Εὐρυσθέως͵ τὴν ἀκόλουθον πρᾶξιν ταύτῃ τῇ φαντασίᾳ συνῆψεν. ἀκόλουθον δὲ ἦν τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας ἀνελεῖν͵ ὅπερ καὶ ἐποίησεν. εἰ οὖν καταληπτικαί τινές εἰσι φαντασίαι παρόσον ἐπάγονται ἡμᾶς εἰς συγκατάθεσιν καὶ εἰς τὸ τὴν ἀκόλουθον αὐταῖς πρᾶξιν συνάπτειν͵ ἐπεὶ καὶ ψευδεῖς τοιαῦται πεφήνασι͵ λεκτέον ἀπαραλλάκτους εἶναι ταῖς καταληπτικαῖς φαντασίαις τὰς ἀκαταλήπτους. καὶ μὴν ὃν τρόπον ἀπὸ τῶν τόξων ἐλάμβανε φαντασίαν ὁ ἥρως͵ οὕτω καὶ ἀπὸ τῶν ἰδίων παίδων ὅτι Εὐρυσθέως εἰσὶ παῖδες. μία γὰρ καὶ ἡ αὐτὴ προϋπέκειτο καὶ ὡσαύτως ἔχοντι φαντασία. ἀλλ΄ ἦν ἡ μὲν ἀπὸ τῶν τόξων ἀληθής͵ ἡ δὲ ἀπὸ τῶν παίδων ψευδής. ἐπ΄ ἴσης οὖν κινουσῶν ἀμφοτέρων ὁμολογητέον ἀπαράλλακτον εἶναι τὴν ἑτέραν τῇ ἑτέρᾳ· καὶ εἰ ἡ ἀπὸ τῶν τόξων λέγεται καταληπτική͵ ὅτι ἡ ἀκόλουθος αὐτῇ πρᾶξις ἐπεζεύχθη τοῖς τόξοις αὐτοῦ ὡς τόξοις χρησαμένου͵ λεγέσθω καὶ ἡ ἀπὸ τῶν παίδων μὴ διαφέρειν ταύτης͵ παρόσον καὶ ταύτῃ τὸ ἀκόλουθον ἐπεζεύχθη ἔργον͵ τουτέστι τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας δεῖν ἀναιρεῖν. ἀλλὰ γὰρ αὕτη μὲν ἡ ἀπαραλλαξία τῶν τε καταληπτικῶν καὶ τῶν ἀκαταλήπτων φαντασιῶν κατὰ τὸ ἐναργὲς καὶ ἔντονον ἰδίωμα παρίσταται. οὐδὲν δὲ ἧττον δείκνυται τοῖς ἀπὸ τῆς Ἀκαδημίας καὶ ἡ κατὰ χαρακτῆρα καὶ [ἡ] κατὰ τύπον. καλοῦσι δὲ ἐπὶ τὰ φαινόμενα τοὺς Στωικούς. ἐπὶ γὰρ τῶν ὁμοίων μὲν κατὰ μορφήν͵ διαφερόντων δὲ κατὰ τὸ ὑποκείμενον͵ ἀμήχανόν ἐστι διορίζειν τὴν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς ψευδοῦς καὶ ἀκαταλήπτου· οἷον δυεῖν ᾠῶν ἄκρως ἀλλήλοις ὁμοίων ἐναλλὰξ τῷ Στωικῷ δίδωμι πρὸς διάκρισιν͵ εἰ ἐπιβαλὼν ὁ σοφὸς ἰσχύσει λέγειν ἀδιαπτώτως͵ πότερον ἕν ἐστι τὸ δεικνύμενον ᾠὸν ἢ ἄλλο καὶ ἄλλο. ὁ δ΄ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ διδύμων· λήψεται γὰρ ψευδῆ φαντασίαν ὁ σπουδαῖος καὶ ὡς ἀπὸ ὑπάρχοντος καὶ κατ΄ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἔχων τὴν φαντασίαν͵ ἐὰν ἀπὸ Κάστορος ὡς ἀπὸ Πολυδεύκους φαντασιωθῇ. ἐντεῦθεν γοῦν καὶ ὁ ἐγκεκαλυμμένος συνέστη λόγος·