ἐὰν γὰρ προκύψαντος δράκοντος θέλωμεν τῷ ὑποκειμένῳ ἐπιστῆναι͵ εἰς πολλὴν ἀπορίαν ἐμπεσούμεθα͵ καὶ οὐχ ἕξομεν λέγειν͵ πότερον ὁ αὐτός ἐστι δράκων τῷ πρότερον προκύψαντι ἢ ἕτερος͵ πολλῶν ἐνεσπειραμένων τῷ αὐτῷ φωλεῷ δρακόντων. οὐ τοίνυν ἔχει τι ἰδίωμα ἡ καταληπτικὴ φαντασία ᾧ διαφέρει τῶν ψευδῶν τε καὶ ἀκαταλήπτων φαντασιῶν.
Πρὸς τούτοις͵ εἴ τι ἄλλο καταληπτικόν τινός ἐστι͵ καὶ ἡ ὅρασις. οὐχὶ δέ γ΄ αὕτη καταληπτική τινός ἐστιν͵ ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τι καταληπτικόν τινος. ἡ γὰρ ὅρασις λαμβάνειν μὲν δοκεῖ χρώματα καὶ μεγέθη καὶ σχήματα καὶ κινήσεις͵ τούτων δὲ οὐδὲν λαμβάνει͵ καθάπερ εὐθὺς ἀπὸ τῶν χρωμάτων ἀρξαμένοις ἡμῖν φανεῖται. εἴπερ οὖν ἡ ὅρασις καταλαμβάνεταί τι χρῶμα͵ φασὶν οἱ ἐξ Ἀκαδημίας͵ καὶ τὸ τοῦ ἀνθρώπου καταλήψεται·
οὐ καταλαμβάνεται δὲ τοῦτο· οὐδ΄ ἄλλο τοίνυν καταλήψεται χρῶμα. καὶ ὅτι οὐ καταλαμβάνεται͵ πρόδηλον· μεταβάλλει γὰρ κατὰ ὥρας ἐνεργείας φύσεις ἡλικίας περιστάσεις νόσους ὑγείαν ὕπνον ἐγρήγορσιν͵ ὥστε τὸ μὲν οὕτως αὐτὸ ποικίλλεσθαι γινώσκειν ἡμᾶς͵ τὸ δὲ τί ἐστι τὸ κατ΄ ἀλήθειαν ἀγνοεῖν. ταύτῃ τε εἰ τοῦτο μὴ ἔστι καταληπτόν͵ οὐδ΄ ἄλλο τι γενήσεται γνώριμον. καὶ μὴν καὶ ἐπὶ σχήματος τὸ αὐτὸ γένος τῆς ἀπορίας εὑρήσομεν· τὸ γὰρ αὐτὸ λεῖον καὶ τραχὺ ὑποπίπτει ὡς ἐπὶ τῶν γραφῶν͵ στρογγύλον τε καὶ τετράγωνον ὡς ἐπὶ πύργων͵ εὐθύ τε καὶ κεκλασμένον ὡς ἐπὶ τῆς ἐξάλου τε καὶ ἐνάλου κώπης͵ καὶ ἐπὶ κινήσεως κινούμενον καὶ ἠρεμοῦν͵ ὡς ἐπὶ τῶν ἐν νηὶ καθεζομένων ἢ ἐπὶ τῶν ἐν αἰγιαλοῖς ἑστώτων. Ἄλλως τε͵ εἴπερ προσαρμόζεται τῇ καταληπτικῇ φαντασίᾳ ἡ ἀκατάληπτος φαντασία͵ οὐκ ἂν εἴη κριτήριον ἀληθείας ἡ καταληπτικὴ φαντασία. ὥσπερ γὰρ τὸ προσαρμοττόμενον στρεβλῷ οὐκ ἂν εἴη κριτήριον εὐθέος͵ οὕτως εἰ προσαρμόττεται ψευδέσι καὶ ἀκαταλήπτοις φαντασίαις ἡ καταληπτικὴ φαντασία͵ οὐκ ἂν εἴη κριτήριον. προσαρμόττεται δέ γε ἀκαταλήπτοις καὶ ψευδέσι πράγμασιν ἡ καταληπτικὴ φαντασία͵ καθὼς παραστήσομεν· οὐ τοίνυν κριτήριόν ἐστι τῶν τε ἀληθῶν καὶ τῶν ψευδῶν ἡ καταληπτικὴ φαντασία. ἐπὶ γὰρ τοῦ σωρίτου τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης͵ φασὶν οἱ περὶ τὸν Χρύσιππον͵ ὅτι ἐφ΄ ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἐστὶ διαφορά͵ στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει͵ ἐφ΄ ὧν δὲ πλείων προσπίπτει͵ ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέρᾳ ὡς ἀληθεῖ. ἐὰν οὖν παραστήσω μεν ἡμεῖς πολλὰ ψευδῆ καὶ ἀκατάληπτα τῇ καταληπτικῇ φαντασίᾳ παρακείμενα͵ δῆλον ὡς ἐσόμεθα κατεσκευακότες τὸ μὴ δεῖν συγκατατίθεσθαι τῇ καταληπτικῇ φαντασίᾳ͵ ἵνα μὴ ταύτῃ συναινέσαντες προπέσωμεν διὰ τὴν γειτνίασιν καὶ εἰς τὴν τῶν ἀκαταλήπτων καὶ ψευδῶν συγκατάθεσιν͵ κἂν ὅτι μάλιστα πολλὴ περὶ τὰς φαντασίας προσπίπτειν δοκῇ διαφορά. τὸ δὲ λεγόμενον σαφὲς ἔσται ἐπὶ παραδείγματος. ὑποκείσθω γὰρ καταληπτικὴ μὲν φαντασία ἡ τὰ πεντήκοντα ὀλίγα ἐστίν͵ ἥτις καὶ κατὰ πολὺ φαίνεται κεχωρισμένη τῆς τὰ μύρια ὀλίγα ἐστίν ἑτέρας. οὐκοῦν ἐπεὶ πλεῖστον ἀπέχει τῆς τὰ πεντήκοντα ὀλίγα ἐστί καταληπτικῆς ἡ τὰ μύρια ὀλίγα ἐστίν ἀκατάληπτος͵ οὐκ ἐφέξει ὁ σπουδαῖος μεγάλης προσπιπτούσης διαφορᾶς͵ ἀλλὰ συγκαταθήσεται μὲν τῇ τὰ πεντήκοντα ὀλίγα ἐστί καταληπτικῇ φαντασίᾳ͵ οὐ συγκαταθήσεται δὲ τῇ τὰ μύρια ὀλίγα ἐστίν ἀκαταλήπτῳ. ἀλλ΄ εἰ τῇ τὰ μύρια ὀλίγα ἐστίν οὐ συγκαταθήσεται ὁ σοφός͵ παρόσον πολλῷ κεχώρισται τῆς τὰ πεντήκοντα ὀλίγα ἐστίν͵ φανερὸν δήπουθεν ὅτι συγκαταθήσεται τῇ τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν· οὐδὲν γάρ ἐστι μεταξὺ ταύτης καὶ τῆς τὰ πεντήκοντα ὀλίγα ἐστίν. ἦν δέ γε ἡ τὰ πεντήκοντα ἓν ὀλίγα ἐστί͵ καταληπτικῆς ἐσχάτως ὑποκειμένης τῆς τὰ πεντήκοντα ὀλίγα ἐστί͵ πρώτη ἀκατάληπτος. συγκαταθήσεται ἄρα ὁ σπουδαῖος ἀκαταλήπτῳ φαντασίᾳ τῇ τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν· καὶ εἰ ταύτῃ συγκαταθήσεται͵ μηδεμίαν ἐχούσῃ διαφορὰν πρὸς τὴν τὰ πεντήκοντα ὀλίγα ἐστί͵ συγκαταθήσεται καὶ τῇ τὰ μύρια ὀλίγα ἐστίν ἀκαταλήπτῳ. πᾶσα γὰρ ἀκατάληπτος φαντασία ἀκαταλήπτῳ φαντασίᾳ ἐστὶν ἴση. ἐπεὶ οὖν ἡ μὲν τὰ μύρια ὀλίγα ἐστίν ἀκατάληπτος ἴση ἐστὶ τῇ τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν͵ οὐδενὶ δὲ διέφερε καὶ ἐκεχώριστο τῆς τὰ πεντήκοντα ὀλίγα ἐστί καταληπτικῆς͵ ἴση γενήσεται τῇ τὰ μύρια ὀλίγα ἐστίν ἀκαταλήπτῳ φαντασίᾳ ἡ τὰ πεντήκοντα ὀλίγα ἐστί καταληπτική. καὶ οὕτω συνεξέρχεται τῇ ψευδεῖ καὶ ἀκαταλήπτῳ φαντασίᾳ διὰ τὴν ἀπαραλλαξίαν ἡ καταληπτική.
Οὐδὲ γὰρ ἔνεστι λέγειν μὴ πᾶσαν ἀκατάληπτον φαντασίαν ἴσην πάσῃ ἀκαταλήπτῳ τυγχάνειν φαντασίᾳ͵ ἀλλὰ τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον͵ ἐπεὶ πρῶτον μὲν μαχέσονται ἑαυτοῖς καὶ τῇ φύσει τῶν πραγμάτων οἱ Στωικοί. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπου͵ καθὸ ἄνθρωπός ἐστιν͵ οὐ διαφέρει͵ οὐδὲ λίθος λίθου͵ οὕτως οὔτε ἀκατάληπτος φαντασία ἀκαταλήπτου φαντασίας διενήνοχεν͵ ᾗ ἀκατάληπτός ἐστιν͵ οὔτε ψευδὴς ψευδοῦς͵ ᾗ ψευδής ἐστιν. κἀντεῦθεν ὁρμώμενοι οἱ περὶ τὸν Ζήνωνα ἐδίδασκον ὅτι ἴσα ἐστὶ τὰ ἁμαρτήματα. εἶτα ἔστω τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον. τί τοῦτο αὐτοῖς βοηθεῖν δύναται; ἀκολουθήσει γὰρ τῇ μὲν μᾶλλον ἀκαταλήπτῳ μὴ συγκατατίθεσθαι τὸν σοφόν͵ τῇ δὲ ἧσσον συγκατατίθεσθαι͵ ὅπερ ἐστὶν ἄτοπον· ἀπλανὲς γὰρ εἶχε κριτήριον κατ΄ αὐτοὺς ὁ σοφός͵ καὶ κατὰ πάντα ἐθεοποιεῖτο διὰ τὸ μὴ δοξάζειν͵ τουτέστι ψεύδει συγκατατίθεσθαι͵ ἐν ᾧ ἔκειτο ἡ ἄκρα κακοδαιμονία καὶ ἡ τῶν φαύλων διάπτωσις. Ἵνα γε μὴν αἰσθητικὴ γένηται φαντασία κατ΄ αὐτούς͵ οἷον ὁρατική͵ δεῖ πέντε συνδραμεῖν͵ τό τε αἰσθητήριον καὶ τὸ αἰσθητὸν καὶ τὸν τόπον καὶ τὸ φῶς καὶ τὴν διάνοιαν͵ ὡς ἐὰν τῶν ἄλλων παρόντων ἓν μόνον ἀπῇ͵ καθάπερ διάνοια παρὰ φύσιν ἔχουσα͵ οὐ σωθήσεται͵ φασίν͵ ἡ ἀντίληψις. ἔνθεν καὶ τὴν καταληπτικὴν φαντασίαν ἔλεγόν τινες μὴ κοινῶς εἶναι κριτήριον͵ ἀλλ΄ ὅταν μηδὲν ἔχῃ κατὰ τὸν τόπον ἔνστημα. τοῦτο μέντοι τῶν ἀδυνάτων ἐστίν· καὶ γὰρ παρὰ τὰς διαφορὰς τῶν τόπων καὶ παρὰ τὰς τοῦ ἐκτὸς περιστάσεις καὶ παρ΄ ἄλλους πλείονας τρόπους οὔτε τὰ αὐτὰ οὔτε ὡσαύτως ἰνδάλλεται ἡμῖν τὰ πράγματα͵ καθάπερ ἀνώτερον ἐπελογισάμεθα͵ ὥστε ὅτι μὲν φαίνεται πρὸς τῇδε τῇ αἰσθήσει καὶ τῇδε τῇ περιστάσει δύνασθαι λέγειν͵ τὸ δ΄ εἰ ταῖς ἀληθείαις τοιοῦτόν ἐστιν οἷον καὶ φαίνεται͵ ἢ ἀλλοῖον μέν ἐστιν͵ ἀλλοῖον δὲ φαίνεται͵ μὴ ἔχειν ἡμᾶς διαυθεντεῖν͵ διὰ δὲ τοῦτο μηδεμίαν εἶναι φαντασίαν χωρὶς ἐνστήματος.
Πῶς δ΄ οὐχὶ καὶ εἰς τὸν δι΄ ἀλλήλων ἐμπίπτουσι τρόπον; ζητούντων γὰρ ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ φαντασία͵ ὁριζόμενοί φασιν ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ΄ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη͵ ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος. εἶτα πάλιν͵ ἐπεὶ πᾶν τὸ ὁρικῶς διδασκόμενον ἐκ γινωσκομένων διδάσκεται͵ προσανακρινόντων ἡμῶν τίποτ΄ ἐστι καὶ τὸ ὑπάρχον͵ ἀναστρέψαντές φασιν ὅτι ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν. ὥστε ἵνα μὲν μάθωμεν τὴν καταληπτικὴν φαντασίαν͵ προειληφέναι ὀφείλομεν τὸ ὑπάρχον͵ ἵνα δὲ τοῦτο͵ ἐπὶ τὴν καταληπτικὴν βαδίζειν φαντασίαν·
καὶ οὕτω μηδέτερον γίνεσθαι σαφές͵ περιμένον τὴν ἐκ τοῦ ἑτέρου πίστιν. ὥσπερ τε ἐπεὶ τῶν φανταστῶν τὰ μὲν φαίνεται καὶ ὑπάρχει͵ τὰ δὲ φαίνεται μέν͵ οὐχὶ δέ γε καὶ ὑπάρχει͵ χρῄζομέν τινος κριτηρίου τοῦ παραστήσοντος τίνα ἐστὶ τὰ φαινόμενα ἅμα καὶ ὑπάρχοντα καὶ τίνα τὰ φαινόμενα καὶ μὴ ὑπάρχοντα͵ οὕτως ἐπεὶ καὶ τῶν φαντασιῶν αἱ μέν εἰσι καταληπτικαὶ αἱ δὲ οὔ͵ δεόμεθα κριτηρίου τοῦ διατάξοντος τίνες εἰσὶ τοιαῦται καὶ τίνες ἀκατάληπτοί τε καὶ ψευδεῖς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι καταληπτικὴ γενήσεται φαντασία ἢ οὐ καταληπτική. καὶ εἰ μὲν οὐ καταληπτική͵ ἀκολουθήσει καὶ πάντων ἁπαξαπλῶς τὴν μὴ καταληπτικὴν φαντασίαν κριτήριον εἶναι͵ ἧς ἔργον ἐστὶ τὸ καὶ τὴν καταληπτικὴν ἐξετάζειν͵ ὅπερ οὐ θελήσουσιν· εἰ δὲ καταληπτική͵ πρῶτον μὲν εὔηθες (αὐτὴν γὰρ ταύτην ἐζητοῦμεν κρίνειν πότε ἐστὶ καταληπτική)͵ δεύτερον δέ͵ εἰ πρὸς τὸ διαγνῶναι τὰς καταληπτικὰς καὶ ἀκαταλήπτους φαντασίας κριτήριον παραλαμβάνομεν τὴν καταληπτικὴν φαντασίαν͵ δεήσει καὶ τὸ ὅτι ἡ κρίνουσα αὐτὰς τῷ ὄντι καταληπτική ἐστι φαντασία δοκιμάζεσθαι διὰ καταληπτικῆς φαντασίας͵ κἀκείνην πάλιν δι΄ ἄλλης͵ καὶ τοῦτο μέχρις ἀπείρου. Ἀλλ΄ ἴσως τις ἐρεῖ τὴν καταληπτικὴν φαντασίαν καὶ τοῦ φανταστοῦ͵ ὅτι κατὰ ἀλήθειαν ὑπόκειται͵ καὶ ἑαυτῆς͵ ὅτι καταληπτική ἐστι͵ κριτήριον ὑπάρχειν. ὅπερ οὐ διενήνοχε τοῦ φάναι κατὰ ἀναστροφὴν καὶ τὸ φανταστὸν ἑαυτοῦ τε καὶ τῆς φαντασίας εἶναι δοκίμιον. ὡς γὰρ τῶν φαινομένων ἐν διαφωνίᾳ καθεστώτων ζητεῖται τίνι κρινοῦμεν τὸ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον͵ οὕτω καὶ τῶν φαντασιῶν ἀσυμφώνων οὐσῶν σκεπτόμεθα τὸ τίνι κρινοῦμεν τήν τε καταληπτικὴν καὶ τὴν μὴ τοιαύτην. διόπερ ὁμοίων ὄντων τῶν πραγμάτων͵ εἰ ἑαυτῆς κριτήριον εἶναι δύναται ἡ φαντασία καίπερ ἀσύμφωνος οὖσα͵ ἔσται καὶ τὸ φανταστὸν ἐξ αὑτοῦ πιστόν͵ κἂν ὅτι μάλιστα διαφωνῆται· ὅπερ ἄτοπον. ἢ εἴπερ τοῦτο͵ παρόσον ἐστὶ διάφωνον͵ δεῖται τοῦ κρινοῦντος αὐτό͵ δεήσεται καὶ ἡ φαντασία τοῦ δοκιμάσοντος αὐτὴν καὶ παραστήσοντος εἰ τῷ ὄντι καταληπτική ἐστιν. Ἄλλως τε͵ εἰ πᾶσα φαύλου κατ΄ αὐτοὺς ὑπόληψις ἄγνοιά ἐστι καὶ μόνος ὁ σοφὸς ἀληθεύει καὶ ἐπιστήμην ἔχει τἀληθοῦς βεβαίαν͵ ἀκολουθεῖ μέχρι δεῦρο ἀνευρέτου καθεστῶτος τοῦ σοφοῦ κατ΄ ἀνάγκην καὶ τἀληθὲς ἀνεύρετον εἶναι͵ διὰ δὲ τοῦτο καὶ πάντα ἀκατάληπτα τυγχάνειν͵ ἐπείπερ φαῦλοι πάντες ὄντες οὐκ ἔχομεν βεβαίαν τῶν ὄντων κατάληψιν. τούτου δὲ οὕτως ἔχοντος ἀπολείπεται τὰ ὑπὸ τῶν Στωικῶν πρὸς τοὺς ἀπὸ τῆς σκέψεως λεγόμενα παρὰ μέρος καὶ ὑπὸ τῶν σκεπτικῶν πρὸς ἐκείνους λέγεσθαι. ἐπεὶ γὰρ τοῖς φαύλοις κατ΄ αὐτοὺς ἐγκαταριθμοῦνται Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος καὶ οἱ λοιποὶ τῶν ἀπὸ τῆς αἱρέσεως͵ πᾶς δὲ φαῦλος ἀγνοίᾳ κρατεῖται͵ πάντως ἠγνόει Ζήνων͵ πότερον ἐν κόσμῳ περιέχεται ἢ αὐτὸς τὸν κόσμον περιέσχηκεν͵ καὶ πότερον ἀνήρ ἐστιν ἢ γυνή͵ καὶ οὐκ ἠπίστατο Κλεάνθης͵ εἴτε ἄνθρωπός ἐστιν εἴτε τι θηρίον Τυφῶνος πολυπλοκώτερον. καὶ μὴν ἢ ἐγίνωσκε τὸ δόγμα τοῦτο Χρύσιππος Στωικὸν ὄν (φημὶ δὲ τὸ πάντα ἀγνοεῖ ὁ φαῦλος)͵ ἢ οὐδὲ αὐτὸ τοῦτο ἠπίστατο. καὶ εἰ μὲν ἠπίστατο͵ ψεῦδος τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον· αὐτὸ γὰρ τοῦτο φαῦλος ὢν ἐγίνωσκεν ὁ Χρύσιππος͵ τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον. εἰ δ΄ οὐδ΄ αὐτὸ τοῦτο ᾔδει τὸ ὅτι πάντα ἀγνοεῖ͵ πῶς περὶ πολλῶν δογματίζει͵ τιθεὶς τὸ ἕνα εἶναι κόσμον καὶ προνοίᾳ τοῦτον διοικεῖσθαι καὶ διόλου τρεπτὴν εἶναι τὴν οὐσίαν καὶ ἄλλα παμπληθῆ; πάρεστι δέ͵ εἴ τινι φίλον ἐστί͵ καὶ τὰς ἄλλας ἀπορίας τὸν ἀντερωτῶντα͵ ὡς ἔθος ἔχουσιν αὐτοὶ τοῖς σκεπτικοῖς ..... προσάγειν· δεδηλωμένου μέντοι τοῦ κατὰ τὴν ἐπιχείρησιν χαρακτῆρος οὐκ ἀνάγκη μακρηγορεῖν. Πρὸς δὲ τοὺς τὰς πιθανὰς ἀποδεχομένους φαντασίας σύντομος ὁ λόγος. ταυτὶ γὰρ τὰ κριτήρια͵ δυεῖν θάτερον͵ ἢ ὡς πρὸς τὴν τοῦ βίου διεξαγωγὴν χρήσιμα αὐτοῖς ὑπείληπται ἢ ὡς πρὸς τὴν εὕρεσιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας. καὶ εἰ μὲν τὸ πρῶτον λέγοιεν͵ ἄτοποι γενήσονται· οὐδεμία γὰρ τούτων τῶν φαντασιῶν δύναται κατ΄ ἰδίαν χρειοῦν πρὸς τὰς τοῦ βίου διεξαγωγάς͵ ἀλλὰ χρεία ἐστὶν ἑκάστῃ καὶ τῆς τηρήσεως͵ καθ΄ ἣν ἥδε μὲν διὰ τόδε ἐστὶ πιθανή͵ ἥδε δὲ διὰ τόδε διεξωδευμένη καὶ ἀπερίσπαστος. εἰ δὲ ὡς πρὸς τὴν τἀληθοῦς εὕρεσιν͵ διαπεσοῦνται. οὔτε γὰρ ἡ πιθανὴ μόνον κριτήριον τἀληθοῦς· δεῖ γάρ͵ ἵνα τοῦτο εὑρεθῇ͵ πολὺ πρότερον αὐτὴν περιωδευμένην .....͵ διὰ τὸ πάντως ἡμᾶς ἐν τῷ διοδεύειν ἕκαστον τῶν κατὰ τὸν τόπον αὐτῆς θεωρουμένων [μὴ] εἰς ὑπόνοιαν ἀνάγεσθαι͵ μήποτε παραλέλειπταί τι τῶν ὀφειλόντων κατὰ τὸν τόπον ἐξετάζεσθαι͵ ὅτι περισπασμοῦ περὶ τὴν διάνοιαν συμβαίνοντος αἴρεται ἡ τῆς ἀληθείας γνῶσις. τὸ δὲ ὅλον μήποτε τοῖς αὑτῶν ἐλέγχοις κρατοῦνται. ὡς γὰρ διαβάλλοντες τὴν καταληπτικὴν φαντασίαν ἔφασκον μὴ εἶναι κριτήριον ταύτην τῆς ἀληθείας τῷ καὶ ἄλλας ἀπαραλλάκτους παρακεῖσθαι αὐτῇ ψευδεῖς͵ οὕτως οὐκ ἀπέοικε καὶ τοῖς διεξωδευμένοις πράγμασιν ἡμῖν ἐν τῷ διαθεωρεῖν τὴν πιθανὴν φαντασίαν ἄλλα τινὰ ψευδῆ παρακεῖσθαι͵ ὥστε λόγου ἕνεκεν δοκεῖν μὲν ἡμᾶς ἔχειν ἀρτίαν τὴν ψυχὴν καὶ τὸ σῶμα͵ μὴ οὕτως δὲ ἔχειν͵ ἢ ὡς ἐκ συμμέτρου μὲν διαστήματος δοκεῖν βλέπεσθαι τὸ φανταστόν͵ ἄλλως δὲ ἔχειν. πλὴν τό γε κεφάλαιον͵ εἰ μήτε πᾶσαι αἱ φαντασίαι εἰσὶ πισταὶ μήτε πᾶσαι ἄπιστοι͵ μήτε τινὲς μὲν πισταὶ τινὲς δὲ ἄπιστοι͵ οὐκ ἂν εἴη κριτήριον τῆς ἀληθείας ἡ φαντασία. ᾧ ἀκόλουθον τὸ μηδὲν εἶναι κριτήριον διὰ τὸ μήτε τὸ ὑφ΄ οὗ μήτε τὸ δι΄ οὗ μήτε τὸ καθ΄ ὃ βεβαίαν ἔχειν τὴν γνῶσιν. Ἀλλ΄ εἰώθασιν ἀνθυποφέροντες οἱ δογματικοὶ ζητεῖν͵ πῶς ποτε καὶ ὁ σκεπτικὸς τὸ μηδὲν εἶναι κριτήριον ἀποφαίνεται. ἤτοι γὰρ ἀκρίτως τοῦτο λέγει ἢ μετὰ κριτηρίου· καὶ εἰ μὲν ἀκρίτως͵ ἄπιστος γενήσεται͵ εἰ δὲ μετὰ κριτηρίου͵ περιτραπήσεται καὶ λέγων μηδὲν εἶναι κριτήριον ὁμολογήσει εἰς τὴν τούτου παράστασιν κριτήριον παραλαμβάνειν. πάλιν τε ἡμῶν συνερωτώντων εἰ ἔστι κριτήριον͵ ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι͵ καὶ δυεῖν θάτερον συναγόντων͵ ἤτοι τὴν εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι͵ ἀντιπαρεξάγοντές φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν· τὸ εὐθὺ γὰρ ἑαυτοῦ τε καὶ ἄλλων ἐστὶ δοκιμαστικόν͵ καὶ ὁ ζυγὸς τῆς τε τῶν ἄλλων ἰσότητος καὶ τῆς ἰδίας σταθμητικὸς ὑπῆρχεν͵ καὶ τὸ φῶς οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ ἑαυτοῦ ἐκκαλυπτικὸν φαίνεται͵ διόπερ καὶ τὸ κριτήριον δύναται καὶ ἄλλων καὶ ἑαυτοῦ κριτήριον καθεστάναι. ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον͵ ὅτι σκεπτικόν ἐστιν ἔθος τὸ τοῖς πεπιστευμένοις μὴ συνηγορεῖν͵ ἀρκεῖσθαι δ΄ ἐπ΄ αὐτῶν ὡς αὐτάρκει κατασκευῇ τῇ κοινῇ προλήψει͵ τοῖς δὲ ἀπίστοις εἶναι δοκοῦσι συναγορεύειν καὶ εἰς ἰσοσθένειαν αὐτῶν ἕκαστον ἀνάγειν τῇ περὶ τὰ παραδοχῆς ἠξιωμένα πίστει. τοίνυν καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀναιροῦντες τὸ κριτήριον τοὺς κατὰ τούτου χειρίζομεν λόγους͵ ἀλλὰ βουλόμενοι δεῖξαι ὅτι οὐ πάντως πιστόν ἐστι τὸ εἶναι κριτήριον͵ διδομένων εἰς τοὐναντίον καὶ τῶν ἴσων ἀφορμῶν. εἶτα κἂν τῷ ὄντι συναναιρεῖν δοκῶμεν τὸ κριτήριον͵ δυνάμεθα εἰς τοῦτο οὐχ ὡς κριτηρίῳ χρῆσθαι τῇ προχείρῳ φαντασίᾳ͵ καθ΄ ἣν τοὺς προσπίπτοντας ἡμῖν πιθανοὺς λόγους τιθέντες εἰς τὸ μηδὲν εἶναι κριτήριον ἐκτιθέμεθα μέν͵ οὐ μετὰ συγκαταθέσεως δὲ τοῦτο ποιοῦμεν διὰ τὸ καὶ τοὺς ἀντικειμένους λόγους ἐπ΄ ἴσης εἶναι πιθανούς. νὴ Δία͵ ἀλλὰ δύναταί τι καὶ ἑαυτοῦ εἶναι κριτήριον͵ ὡς ἐπί τε κανόνος καὶ ζυγοῦ ἐγίνετο. ὅπερ ἐστὶ μειρακιῶδες. τούτων μὲν γὰρ ἑκάστου ἔστι τι ὑπεραναβεβηκὸς κριτήριον͵ ὡς αἴσθησις καὶ νοῦς͵ διὸ καὶ ἐπὶ τὴν κατασκευὴν αὐτῶν ἐρχόμεθα· τοῦ δὲ νῦν ὑπὸ τὴν ζήτησιν πεπτωκότος κριτήριον οὐδὲν θέλουσιν ὑπεράνω τυγχάνειν. τοίνυν ἄπιστόν ἐστι περὶ αὑτοῦ τι λέγον καὶ μὴ ἔχον τὸ προσμαρτυροῦν τὴν ἀληθότητα.
Τοσαῦτα μὲν περὶ κριτηρίου· μέτρον δὲ ἔχοντος αὔταρκες τοῦ ὑπομνήματος͵ ἀπὸ ἄλλης ἀρχῆς πειρασόμεθα καὶ περὶ αὐτοῦ κατὰ ἀποτομὴν τοῦ ἀληθοῦς διαπορεῖν.