3ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.10-1.14)


1.10 ἢ τάχα μὲν καὶ οὗτος ἐρεῖ δικαίως ὅτι τὸ χρῶμα οὐκ ἔστιν θερμόν· τὸ μὲν γὰρ ἁπτόν͵ καὶ οἶδε τοῦτο διὰ τῆς ἁφῆς͵ τὸ δὲ χρῶμα πάντη οὐκ οἶδεν͵ πλὴν ὅτι οὐχ ἁπτόν· οἶδε γὰρ ὅτι οὐκ οἶδεν αὐτό· καὶ γάρ ἐστιν ἁπλῶς ἡ τοιαύτη γνῶσις οὐκ ἐκείνου͵ ἀλλὰ τῆς οἰκείας ἀγνοίας. Καὶ δὴ καὶ ἡμεῖς ἄγνωστον ἐκεῖνο λέγοντες οὐκ αὐτοῦ τι ἀπαγγέλλομεν͵ ἀλλὰ τὸ περὶ αὐτὸ πάθος ἡμῶν ὁμολογοῦμεν· οὐ γὰρ ἐν τῷ χρώματι ἡ τοῦ τυφλοῦ ἀναισθησία͵ οὐδὲ γὰρ ἡ τυφλότης͵ ἀλλ΄ ἐν αὐτῷ͵ καὶ τοίνυν ἐν ἡμῖν ἡ ἀγνωσία ἐκείνου ὃ ἀγνοοῦμεν· καὶ γὰρ ἡ γνῶσις τοῦ γνωστοῦ ἐν τῷ γιγνώσκοντι͵ οὐκ ἐν τῷ γιγνωσκομένῳ. Εἰ δὲ ὥσπερ ἡ γνῶσις ἐν τῷ γιγνωσκομένῳ ἐστίν͵ οἷον φανότης αὐτοῦ οὖσα͵ οὕτω λέγοι τις ἐν τῷ ἀγνοουμένῳ εἶναι τὴν ἄγνοιαν͵ οἷον σκοτεινότητα οὖσαν αὐτοῦ͵ ἢ ἀφάνειαν͵ καθ΄ ἣν ἀγνοεῖται καὶ ἀφανές ἐστι τοῖς πᾶσιν͵ ἀγνοεῖ ὁ ταῦτα λέγων ὅτι στέρησίς ἐστι͵ καθάπερ ἡ τυφλότης͵ οὕτω καὶ πᾶσα ἄγνοια͵ καὶ ὡς τὸ ἀόρατον͵ οὕτω τὸ ἀγνόητόν τε καὶ ἄγνωστον. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἡ τοῦδε στέρησις ἄλλοτι καταλείπει· καὶ γὰρ τὸ ἀσώματον͵ εἰ καὶ ἀόρατον͵ ἀλλὰ νοητόν· καὶ τὸ ἀνόητον͵ ἄλλο τι ὅμως͵ οἷον εἴ τι τῶν ὁπωσοῦν νοήσει τινὶ ἀκατάληπτον· εἰ δὲ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν ἀναιροῦμεν͵ καὶ ταύτην εἶναί φαμεν͵ τὴν παντάπασι ἡμῶν ἀγνοουμένην͵ περὶ ὃ πᾶν ὄμμα μύομεν͵ καὶ πάντη μύομεν͵ τοῦτο ἄγνωστον λέγομεν͵ οὐχ ὅτι αὐτοῦ τι λέγομεν͵ οἷον τὸ μὴ πεφυκὸς ὁρᾶσθαι ὄψει͵ ὡς ἐπὶ τοῦ νοητοῦ͵ οὐδὲ τὸ μὴ πεφυκὸς νοεῖσθαι τῇ οὐσιώδει καὶ πολλῇ νοήσει͵ ὡς ἐπὶ τοῦ ἑνός͵ ἀλλὰ τὸ μηδεμίαν ἑαυτοῦ παρεχόμενον ἀντιλαβήν͵ μηδὲ ὑποψίαν· οὐδὲ γὰρ μόνον ἄγνωστον αὐτό φαμεν͵ ἵνα ἄλλο τι ὂν ἔχει φύσιν τὸ ἄγνωστον͵ ἀλλ΄ οὐδὲ ὄν͵ οὐδὲ ἕν͵ οὐδὲ πάντα͵ οὐδὲ ἀρχὴν τῶν πάντων οὐδὲ ἐπέκεινα πάντων͵ οὐδέ τι ἁπλῶς ἀξιοῦμεν αὐτοῦ κατηγορεῖν. Οὐκοῦν οὐδὲ ταῦτα φύσις αὐτοῦ τὸ οὐδὲν καὶ τὸ ἐπέκεινα πάντων καὶ τὸ ὑπεραίτιον καὶ τὸ ἀσύντακτον πρὸς πάντα͵

1.11 οὐδὲ τὰ τοιαῦτα φύσις αὐτοῦ͵ ἀλλὰ μόνον ἀναιρέσεις τῶν μετ΄ αὐτό. Πῶς οὖν λέγομέν τι περὶ αὐτοῦ; ἢ ὅτι τὰ μετὰ ταῦτα γιγνώσκοντες͵ αὐτῷ τουτῷ τῷ ὁπωσοῦν γιγνώσκειν͵ ἀτιμάζομεν αὐτὰ πρὸς τὴν θέσιν͵ ἵνα οὕτως εἴπω͵ τοῦ πάντη ἀρρήτου. Ὡς γὰρ τό τινος γνώσεως ἐπέκεινα κρεῖττόν ἐστι τοῦ ὑπ΄ αὐτῆς αἱρουμένου͵ οὕτω καὶ τὸ πάσης ὑπονοίας ἐπέκεινα δεῖ εἶναι σεμνότερον͵ οὐδὲ ὅτι σεμνότερόν ἐστι γιγνωσκόμενον͵ ἀλλὰ τὸ σεμνότατον ἔχον ὡς ἐν ἡμῖν καὶ ὡς ἡμέτερον πάθημα· καὶ θαῦμα τοῦτο λεγόμενον αὐτῷ τῷ πάντη ἀλήπτῳ ταῖς ἡμετέραις ἐννοίαις· δι΄ ἀναλογίας γάρ. Εἰ τὸ πῆ κατὰ τὸ κρεῖττον ἄγνωστον ὑπέρτερόν ἐστι τοῦ πάντη γνωστοῦ͵ τὸ πάντη ἄρα κατὰ τὸ κρεῖττον ἄγνωστον ὑπέρτατον ἀνάγκη ὁμολογεῖν͵ κἂν ἐκεῖνο μηδὲ τὸ ὑπέρτατον ἔχῃ͵ μηδὲ τὸ κράτιστον͵ μηδὲ τὸ σεμνότατον· ἡμέτερα γὰρ ταῦτα ὁμολογήματα περὶ ἐκείνου ὃ πάντη διαφεύγει τὰς ἡμετέρας ἐννοίας τε καὶ ὑπονοίας· τῷ γὰρ μηδὲν ὑπονοεῖν αὐτῷ τούτῳ ὁμολογοῦμεν εἶναι αὐτὸ θαυμασιώτατον· εἰ γάρ τι ὑπενοοῦμεν͵ ἐζητοῦμεν καὶ ἄλλο πρὸ τῆς ὑπονοίας· καὶ ἤτοι ἐπ΄ ἄπειρον͵ ἢ ἀνάγκη ἐν τῷ παντάπασιν ἀπορρήτῳ στῆναι. Ἆρα οὖν ἀποδείκνυμέν τι περὶ ἐκείνου͵ καὶ ἔστιν ἐκεῖνο ἀποδεικτόν͵ ὅπερ οὐδὲ ὑπονοητὸν εἶναι ἀξιοῦμεν; ἢ ταῦτα μὲν λέγοντες ἀποδείκνυμεν καὶ περὶ ἐκείνου͵ ἀλλ΄ οὐκ ἐκεῖνο͵ οὐδὲ τὸ ἀποδεικτὸν ἐν ἐκείνῳ· οὐδὲ γὰρ ἄλλο τι οὐδὲ ἐκεῖνό ἐστιν ἐν αὐτῷ͵ οὐδὲ αὐτό͵ ἀλλὰ τὴν ἡμετέραν ἀποδείκνυμεν περὶ αὐτὸ ἄγνοιάν τε καὶ ἀφασίαν͵ καὶ αὕτη ἐστὶ τὸ ἀποδεικτόν. Τί οὖν; οὐ δοξάζομεν περὶ αὐτοῦ ταῦτα ἃ λέγομεν; εἰ δέ ἐστιν δόξα αὐτοῦ͵ καὶ δοξαστόν

1.12 ἐστιν· ἢ ὅ τι οὐκ ἔστι͵ δοξάζομεν; καὶ ἀληθής γε αὕτη ἡ δόξα͵ φησὶν Ἀριστοτέλης. Οὐκοῦν εἰ ἀληθὴς ἡ δόξα͵ καὶ πρᾶγμά ἐστιν͵ ᾧ ἐφαρμόζουσα ἡ δόξα γίνεται ἀληθής. Τῷ γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἡ δόξα ἀληθεύει· καίτοι ἐκεῖνο πῶς ἂν εἴη͵ ἢ πῶς ἀληθὲς ὅ γε ἄγνωστόν ἐστι παντελῶς; ἢ τόγε μὴ εἶναι αὐτοῦ καὶ τὸ μὴ γνωστόν͵ τοῦτο ἀληθές͵ ὡς τὸ ἀληθῶς ψεῦδος· ἀληθὲς γὰρ ὅ τι ψεῦδος· ἢ ταῦτα μὲν ἐπὶ τῶν στερήσεων συνακτέον καὶ τοῦ πῆ μὴ ὄντος͵ ἐφ΄ ὧν παραπολαύειν ἐστὶ τῆς τοῦ εἴδους ὑποστάσεως τὴν ἔκπτωσιν͵ ὡς τοῦ φωτὸς τὴν τοῦ φωτὸς ἀπουσίαν͵ ἣν σκιὰν καλοῦμεν· μὴ γὰρ ὄντος φωτός͵ οὐδὲ σκιά τις· ἐπὶ δὲ τοῦ μηδαμῆ μηδαμῶς ὄντος οὐδὲν τῶν ὄντων ὁπωσοῦν προσεῖναι δυνατόν͵ ὥς φησι Πλάτων· οὐδὲ ἄρα τὸ μὴ ὃν οὐδὲ στέρησιν ὅλως͵ ἀλλὰ καὶ τὸ μηδαμῆ μηδαμῶς ἄκυρον τῆς αὐτοῦ σημασίας· ὂν γὰρ τοῦτο καὶ ἡ σημασία τῶν ὄντων τι καὶ τὸ δοξαστόν γε ὄν͵ κἂν ὅτι μὴ ἔστι δοξάζῃ͵ μηδαμῶς͵ ἀλλ΄ αὐτὸ ὅμως τὸ δοξαστὸν ὂν τῶν ὄντων. Διόπερ ἄμεινον ὁ Πλάτων ἄρρητον καὶ ἀδόξαστον εἶναί φησι τὸ μηδαμῆ μηδαμῶς ὂν κατὰ τὸ χεῖρον͵ ὡς ἡμεῖς ἐκεῖνο κατὰ τὸ κρεῖττον· ἀλλὰ γὰρ δοξάζομεν ὅ τι ἀδόξαστον͵ ἢ περιτρέπεται͵ φησίν͵ ὁ λόγος͵ καὶ τῷ ὄντι οὐδὲ δοξάζομεν. Τί οὖν; οὐκ οἰόμεθα καὶ πειθόμεθα τοῦτο οὕτως ἔχειν; ἢ τάγε ἡμέτερα πάθη περὶ ἐκεῖνο͵ ὡς εἴρηται πολλάκις· ἀλλ΄ ἔχομεν ἐν ἡμῖν τοῦτο τὸ δόξασμα͵ οὐκοῦν κενόν͵ ὡς τοῦ κενοῦ καὶ τοῦ ἀπείρου. Ὥσπερ οὖν τούτων οὐκ ὄντων δόξας ἀναλαμβάνομεν͵ ὡς ὄντων͵ φαντασιώδεις καὶ πεπλασμένας͵ ἐπεὶ καὶ τὸν ἥλιον ποδιαῖον δοξάζομεν͵ οὐκ ὄντα τηλικοῦτον͵ οὕτως εἴ τι δοξάζομεν ἢ περὶ τοῦ μηδαμῆ μηδαμῶς ὄντος ἢ περὶ οὗ ταῦτα γράφομεν͵ ἡμέτερον τὸ δόξασμα καὶ ἐν ἡμῖν κενεμβατοῦν· ὃ καὶ αἱροῦντες οἰόμεθα ἐκεῖνο αἱρεῖν͵ τόδ΄ ἐστὶν οὐδὲν πρὸς ἡμᾶς͵ οὕτως ἐκβέβηκε τὴν ἡμετέραν ἔννοιαν. Πῶς οὖν ἀποδεικτὸν τόγε ὅσον ἐν ἡμῖν συνίσταται περὶ ἐκεῖνο ἀγνόημα; πῶς γὰρ ἐκεῖνο ἄγνωστον λέγομεν; ἑνὶ μὲν λόγῳ τῷ ῥηθέντι͵ ὅτι ἀεὶ τὸ ὑπὲρ τὴν γνῶσιν τιμιώτερον εὑρίσκομεν· ὥστε τὸ ὑπὲρ ἅπασαν γνῶσιν εἴπερ ἦν εὑρετόν͵ εὑρέθη ἂν καὶ αὐτὸ τιμιώτατον· ἀρκεῖ δὲ πρὸς τὴν ἀπόδειξιν τὸ μηδ΄ εὑρετὸν εἶναι αὐτό· ἑτέρῳ δὲ λόγῳ͵ ὅτι ὑπὲρ πάντα· ὅτι δὲ ἦν ὁπωσοῦν γνωστόν͵ ἦν ἂν καὶ αὐτὸ ἐν τοῖς πᾶσιν· ἃ γὰρ γινώσκομεν͵ ταῦτα πάντα φαμέν͵ καὶ ἦν ἄν τι κοινὸν

1.13 αὐτῷ πρὸς πάντα͵ ὡς αὐτὸ τὸ γνῶστον· οἷς δέ ἐστι κοινόν τι͵ τούτων μία σύνταξις͵ ὥστε καὶ ταύτῃ μετὰ πάντων ἐκεῖνο· καὶ ταύτῃ ἄρα ἄγνωστον αὐτὸ εἶναι δεῖ· τρίτον δ΄ ὅτι ἔνεστι τοῖς οὖσι τὸ ἄγνωστον ὥσπερ τὸ γνωστόν· εἰ καὶ πρός τι͵ ὅμως ἔνεστιν. Ὡς οὖν τὸ αὐτὸ πρός τι μέγα καὶ μικρὸν λέγομεν͵ οὕτω καὶ γνωστὸν καὶ ἄγνωστον πρὸς ἄλλο καὶ ἄλλο͵ καὶ ὡς τὸ αὐτὸ μετέχον τῶν δύο εἰδῶν μικροῦ καὶ μεγάλου͵ οὕτως ἅμα ἐστὶ μέγα καὶ μικρόν͵ οὕτω καὶ ἅμα τοῦτο τοῦ γνωστοῦ μετασχὸν καὶ τοῦ ἀγνώστου ἑκάτερόν ἐστιν· καὶ ὡς τὸ γνωστὸν προϋπάρχει͵ καὶ τὸ ἄγνωστον ἀνάγκη προϋπάρχειν͵ ἄλλως τε καὶ εἰ κρεῖττον εἴη τοῦ γνωστοῦ͵ ὡς τῇ αἰσθήσει τὸ νοητὸν ἄγνωστον͵ τῷ δὲ νῷ γνωστόν· οὐ γὰρ ἂν εἴη τὸ κρεῖττον στέρησις εἴδους ὄντος τοῦ χείρονος͵ ἄλλως τε καὶ τῷ νοητῷ ὑπάρχον. Πᾶσα γὰρ ἡ ἀπουσία καὶ ἡ τοιαύτη στέρησις ἐν ὕλῃ ἐστὶν ἢ ἐν ψυχῇ· ἐν νῷ δὲ πῶς ἂν εἴη͵ ἐν ᾧ πάντα πάρεστιν; ἐν δὲ τῷ νοητῷ πώς ἐστι μᾶλλον͵ εἰ μίαν ἄρα στέρησιν καλοῖμεν κατὰ τὸ κρεῖττον͵ ὡς τὸ μὴ εἶδος͵ ὅπερ ἐστὶν ὑπερείδεον͵ καὶ τὸ μὴ ὄν͵ ὅπερ ἐστὶν ὑπερούσιον͵ καὶ τὸ μηδέν͵ ὅπερ ἐστὶ τὸ ὡς ἀληθῶς ἄγνωστον κατὰ τὴν πάντων ὑπεροχήν. Εἰ τοίνυν τὸ ἓν ἔσχατόν ἐστι γνωστόν͵ τῶν ὁπώς ποτε γνωριζομένων ἢ ὑπο νοουμένων͵ καὶ τὸ τοῦ ἑνὸς ἐπέκεινα τὸ πρώτως ἐστὶ καὶ πάντη ἄγνωστον͵ ὅπερ οὕτως ἐστὶν ἄγνωστον͵ ὡς μηδὲ τὸ ἄγνωστον ἔχειν φύσιν͵ μηδὲ ὡς ἀγνώστῳ προσβάλλειν ἡμᾶς͵ ἀγνοεῖν δὲ καὶ εἰ ἄγνωστον. Παντελὴς γὰρ ἄγνοια περὶ αὐτό· καὶ οὔτε ὡς γνωστόν͵ οὔτε ὡς ἄγνωστον ἐκεῖνο γιγνώσκομεν. Διὸ καὶ περιτρεπόμεθα πανταχῆ ὡς κατὰ μηδὲν αὐτοῦ ἐφαπτόμενοι͵ ἅτε καὶ οὐδενὸς ὄντος͵ μᾶλλον δὲ μηδὲ τούτου ὄντος͵ τὸ οὐδέν. Οὐκοῦν τὸ μηδαμῆ μηδαμῶς ὄν ἐστιν ἢ ἐπέκεινα τούτου͵ εἴπερ τοῦτο μὲν τοῦ ὄντος ἀπόφασις͵ τὸ δὲ καὶ τοῦ ἑνός͵ οἷον τὸ οὐδέν· ἀλλὰ τὸ οὐδὲν κενόν ἐστι καὶ πάντων ἔκπτωσις. Οὐχ οὕτω δὲ ἐννοοῦμεν περὶ τοῦ ἀρρήτου; ἢ τὸ οὐδὲν διττόν͵ τὸ μὲν ἐπέκεινα͵ τὸ δὲ ἐπίταδε· καὶ γὰρ τὸ ἓν διττόν͵ τὸ μὲν ἔσχατον͵ οἷον τὸ τῆς ὕλης͵ τὸ δὲ πρῶτον͵ οἷον τὸ τοῦ ὄντος πρεσβύτερον· ὥστε καὶ τὸ οὐδέν͵ τὸ

1.14 μὲν ὡς οὐδὲ τὸ ἔσχατον ἕν͵ τὸ δὲ ὡς οὐδὲ τὸ πρῶτον. Ταύτῃ ἄρα καὶ τὸ ἄγνωστόν τε καὶ ἄρρητον διττόν͵ τὸ μὲν ὡς οὐδὲ τὸ ἔσχατον ὑπονοητόν͵ τὸ δὲ ὡς οὐδὲ τὸ πρῶτον. Ἆρα οὖν ὡς ἡμῖν ἄγνωστον αὐτὸ τίθεμεν; ἢ τοῦτο μὲν οὐδὲν παράδοξον͵ εἴη δ΄ ἄν͵ εἰ θέμις εἰπεῖν͵ καὶ τῷ πολυτιμήτῳ νῷ ἄγνωστον· πᾶς γὰρ νοῦς εἰς τὸ νοητὸν ὁρᾷ· τὸ δὲ νοητὸν ἢ εἶδός ἐστιν ἢ ὄν. Ἀλλὰ μήποτε ἡ θεία γνῶσις αὐτὸ γινώσκει καὶ ταύτῃ γνωστόν ἐστι τῇ ἑνιαίᾳ καὶ ὑπερουσίῳ. Ἀλλ΄ αὕτη τῷ ἑνὶ ἐπιβάλλει· τὸ δὲ ἦν ἄρα καὶ τοῦ ἑνὸς ἐπέκεινα· ὅλως δὲ εἰπεῖν͵ εἰ γινώσκοιτο͵ καὶ ἐκεῖνο μετὰ τῶν ἄλλων ἔσται͵ καὶ αὐτὸ τῶν πάντων. Κοινὸν γὰρ αὐτῷ καὶ τοῖς ἄλλοις ἔσται τὸ γνωστοῖς εἶναι͵ καὶ συντετάξεται τοῖς πᾶσι κατὰ τοσοῦτον. Ἔτι δέ͵ εἰ γνωστόν͵ περιλήψεται αὐτὸ ἡ γνῶσις ἥγε θεία· ὁριεῖ ἄρα· πᾶς δὲ ὅρος ἐπ΄ ἔσχατον ἀναβαίνει τὸ ἕν· ἐκεῖνο δὲ ὑπὲρ τὸ ἕν· ἀπερίληπτον ἄρα καὶ ἀόρατον πάντη· ὥστε καὶ γνώσει πάσῃ ἄγνωστον ἄρα͵ καὶ τῇ θείᾳ γνώσει. Πρὸς δὲ τούτοις ἡ γνῶσις τῶν γιγνωσκομένων ἐστὶν ὡς ὄντων ἢ ὑπαρχόντων͵ ἢ τοῦ ἑνὸς μετεχόντων͵ τὸ δ΄ ἐπέκεινα τούτων· τὸ δὲ γνωστὸν πρὸς τὴν γνῶσιν καὶ τὸ γιγνῶσκον· ἕξει ἄρα καὶ ἐκεῖνο σύνταξίν τινα καὶ σχέσιν πρὸς τὰ τοιαῦτα. Ἔτι καὶ τὸ ἓν κινδυνεύει ἄγνωστον εἶναι͵ εἴπερ δεῖ ἄλλο τὸ γιγνῶσκον εἶναι καὶ τὸ γιγνωσκόμενον͵ κἂν ἐν τῷ αὐτῷ ᾖ ἑκάτερον͵ ὥστε τὸ ἓν ἑαυτό γε οὐκ ἂν γνοίη͵ τό γε ὄντως ἕν· οὐ γὰρ ἔχει τινὰ διπλόην τὸ ἕν. Οὐκ ἔσται ἄρα ἐν αὐτῷ γιγνῶσκον καὶ γιγνωσκόμενον· οὐδὲ ἄρα θεὸς κατά γε τὸ ἓν αὐτὸ μόνον ἑστώς͵ καὶ τῷ ἑνὶ συναπτόμενος τῷ ἁπλῶς͵ κατὰ διπλόην συναφθήσεται· πῶς γὰρ ἂν συναφθείη τῷ ἁπλῷ τὸ διπλοῦν; Εἰ δὲ τῷ ἑνὶ τὸ ἓν γνοίη͵ ἔσται τὸ μὲν γιγνῶσκον͵ τὸ δὲ γιγνωσκόμενον ἕν͵ καὶ ἑκάτερον ἐπιδέξεται ἡ τοῦ ἑνὸς φύσις͵ μέγα οὖσα καὶ ἕν͵ ὥστε οὐχ ὡς ἕτερον ἑτέρῳ συναφθήσεται͵ ὡς γνωστῷ γνωστικόν͵ ἓν μόνον αὐτὸ τοῦτο οὖσα͵ ὥστε οὐδὲ κατὰ γνῶσιν. Ἀλλὰ τοῦτο μὲν ὅπως ἔχει περὶ τὸ ἕν͵ εἰσαῦθις· πολλῷ δὴ οὖν τόγε μηδὲ ἓν ἄγνωστόν ἐστι· καλῶς γὰρ καὶ ὁ Πλάτων ἀδύνατον εἶναί φησι γιγνώσκειν μὲν φάναι͵ γιγνώσκειν δὲ μηδέν͵ ἀλλ΄ ἢ τὸ ἔσχατον γνωστόν͵ τόγε ἕν͵ οὐδὲν ἴσμεν τι τοῦ ἑνὸς ἐπέκεινα· ὥστε μάτην ταῦτα ῥαψῳδοῦμεν. ῍Η ταῦτα ἃ ἴσμεν εἰδότες͵ ἴσμεν καὶ τοῦτο αὐτῶν ὅτι ἀνάξιά ἐστιν͵ εἰ θέμις