4ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.15-1.18)


1.15 εἰπεῖν͵ τῆς πρώτης ὑποθέσεως͵ ἐπεὶ καὶ τὰ νοητὰ εἴδη μήπω εἰδότες͵ ἀτιμάζομεν τὰ ἐν ἡμῖν συνιστάμενα ἐκείνων εἴδωλα͵ τῆς ἐκείνων φύσεως ἀμερίστου οὔσης καὶ αἰωνίου͵ τούτων δὲ μεριστῶν ἐν ἡμῖν γιγνομένων καὶ πολλαχῆ μεταβαλλομένων͵ ἔτι δὲ μειζόνως τὸ συναίρεμα τῶν εἰδῶν καὶ γενῶν ἀγνοοῦντες· ἔχοντες δὲ ἐκείνου τὸ εἴδωλον͵ συναίρεμά γε ὂν τῶν ἐν ἡμῖν διακεκριμένων γενῶν τε καὶ εἰδῶν͵ τοιοῦτον μὲν εἶναι τὸ ὂν ὑπονοοῦμεν͵ οὐ τοῦτο δέ͵ κρεῖττον δέ τι καὶ τὸ μάλιστα ἡνωμένον. ῎Ηδη δὲ καὶ τὸ ἓν ἐννοοῦμεν͵ οὐ συναιροῦντες͵ ἀλλὰ ἀναπλοῦντες τὰ πάντα εἰς ἐκεῖνο· καὶ ἐν ἡμῖν ἡ ἁπλότης αὕτη συνίσταται πρὸς ἓν ἡμῖν πάντα͵ πολλοῦ δέουσα τῆς παντελοῦς ἅπτεσθαι ἐκείνης· τὸ γὰρ ἐν ἡμῖν ἓν καὶ τὸ ἁπλοῦν ἥκιστα τοῦτό ἐστιν ὃ λέγεται͵ πλὴν ὅτι δεῖγμά ἐστιν τῆς φύσεως ἐκείνης. Οὕτω δὴ καὶ πᾶν τὸ ὁπωσοῦν γνωστὸν καὶ ὑπονοητὸν λαβόντες ἐν τῷ νῷ͵ μέχρι καὶ τοῦ ἑνὸς ἀξιοῦμεν͵ εἰ δεῖ φθέγγεσθαι τὰ ἄφθεγκτα καὶ ἐννοεῖν τὰ ἀνεννόητα. Ἀξιοῦμεν ὅμως ὑποτίθεσθαι τὸ ἀσύμβατον πρὸς πάντα καὶ ἀσύντακτον καὶ οὕτως ἐξῃρημένον͵ ὥστε μηδὲ τὸ ἐξῃρημένον ἔχειν κατ΄ ἀλήθειαν· ἐξῄρηται γὰρ ἀεί τινος τόγε ἐξῃρημένον καὶ οὐ πάντη ἐστὶν ἐξῃρημένον͵ ἅτε σχέσιν ἔχον πρὸς τὸ οὗ ἐξῄρηται͵ καὶ ὅλως ἐν προηγήσει τινὶ σύνταξιν. Εἰ οὖν μέλλοι τῷ ὄντι ἐξῃρημένον ὑποκεῖσθαι͵ μηδ΄ ἐξ ηρημένον ὑποκείσθω· οὐ γὰρ ἐπαληθεύει τῷ ἐξῃρημένῳ τὸ οἰκεῖον ὄνομα κατὰ ἀκρίβειαν· ἅμα γὰρ ἤδη καὶ συντεταγμένον͵ ὥστε καὶ τοῦτο αὐτοῦ ἀποφῆσαι ἀνάγκη· ἀλλὰ καὶ ἡ ἀπόφασις λόγος τις͵ καὶ τὸ ἀποφατὸν πρᾶγμα͵ τὸ δὲ οὐδὲν οὐδὲ ἄρα ἀποφατόν͵ οὐδὲ λεκτὸν ὅλως͵ οὐδὲ γνωστὸν ὁπωσοῦν· ὥστε οὐδὲ ἀποφῆναι τὴν ἀπόφασιν δυνατόν. Ἀλλὰ ἡ πάντη περιτροπὴ τῶν λόγων καὶ τῶν νοήσεων αὕτη ἐστὶν ἡ ἐμφανταζομένη ἡμῖν ἀπόδειξις οὗ λέγομεν· καὶ τί πέρας ἔσται τοῦ λόγου͵ πλὴν σιγῆς ἀμηχάνου καὶ ὁμολογίας τοῦ μηδὲν γιγνώσκειν͵ ὧν μηδὲ θέμις͵ ἀδυνάτων ὄντων͵ εἰς γνῶσιν ἐλθεῖν; Ἆρα οὐκ ἄν τις καὶ τοῦτο ἐπιζητήσειε τοιούτοις λόγοις παραβαλλόμενος; εἰ γὰρ ἀπὸ τῶν τῇδε περὶ ἐκείνου͵ τί λέγομεν; ἐπειδὴ ἐν τούτοις ἑκασταχοῦ ἡ μονὰς ἡγεῖταί τινος οἰκείου ἀριθμοῦ (μία γὰρ ψυχὴ καὶ πολλαὶ

1.16 ψυχαί͵ καὶ εἷς νοῦς καὶ πολλοὶ νόες͵ καὶ ἓν τὸ ὂν καὶ πολλὰ ὄντα͵ καὶ ἑνὰς μία καὶ πολλαὶ ἑνάδες)͵ οὕτω δήπουθεν ἀπαιτήσει ὁ λόγος καὶ ὂν ἀπόρρητον καὶ πολλὰ ἀπόρρητα͵ καὶ ἔδει γε τὸ ἀπόρρητον γόνιμον εἶναι ἀπορρήτως εἰπεῖν. Γεννήσει ἄρα πλῆθος οἰκεῖον; ἢ ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἀπορημάτων ἐπι λαθομένων ἐστὶ τῶν προειρημένων· οὐδὲν γὰρ ὅ τι ἐκείνῳ κοινὸν πρὸς τὰ τῇδε οὐδ΄ ἂν εἴη τι αὐτῷ τῶν λεγομένων καὶ νοουμένων καὶ ὑπονοουμένων· οὐδὲ ἄρα τὸ ἓν οὐδὲ τὰ πολλά͵ οὐδὲ τὸ γόνιμον ἢ παράγωγον ἢ ὁπώς ποτε αἴτιον͵ οὐδέ τις ἀναλογία͵ οὐδὲ ὁμοιότης· οὐκ ἄρα ὡς τὰ τῇδε͵ καὶ ἐκεῖνο ἢ ἐκεῖνα· μᾶλλον δὲ οὐδὲ ἐκεῖνο ῥητέον͵ οὐδὲ ἐκεῖνα͵ οὐδὲ ὅτι ἕν͵ οὐδὲ ὅτι πολλά· μάλιστα μὲν ἡσυχίαν ἄγειν τῷ ἀπορρήτῳ μένοντας ἀδύτῳ τῆς ψυχῆς͵ οὐδὲ προϊόντας. Εἰ δὲ ἄρα ἀνάγκη τι ἐνδείκνυσθαι͵ ταῖς ἀποφάσεσιν τούτων χρηστέον͵ ὅτι οὐδὲ ἓν οὐδὲ πολλά͵ οὐδὲ γόνιμον οὐδὲ ἄγονον͵ οὔτε αἴτιον οὔτε ἀναίτιον͵ καὶ ταύταις μέντοι ταῖς ἀποφάσεσιν ἐπ΄ ἄπειρον ἀτεχνῶς οὐκ οἶδα ὅπως περιτρεπομέναις. Οὐκοῦν τὸ μηδαμῆ μηδαμῶς ὂν προφερώμεθα͵ ταῦτα ληροῦντες. Ἐφαρμόσει γὰρ καὶ ἐκείνῳ πάντα ταῦτα λεγόμενα καὶ αὕτη γε ἐπὶ πᾶσιν ἡ περιτροπή͵ καθάπερ ἡμᾶς καὶ ὁ Ἐλεάτης διδάσκει φιλόσοφος. ῍Η τοῦτο μὲν οὐ χαλεπὸν διαλῦσαι· καὶ εἴρηται πρότερον ὅτι τοῦτο μὲν κατὰ τὸ χεῖρον͵ ἐκεῖνο δὲ ὑποτίθεται κατὰ τὸ κρεῖττον· καὶ γὰρ τὰ ἀποφασκόμενα οὐ τὸν αὐτὸν ἑκατέρου τρόπον ἀποφάσκεται͵ ἀλλ΄ ἄνω μὲν χείρονα κρείττονος͵ εἰ θέμις εἰπεῖν͵ κάτω δὲ ὡς κρείττονα χείρονος͵ εἰ δυνατὸν εἰπεῖν. Καὶ γὰρ καὶ τῆς ὕλης καὶ τοῦ ἑνὸς ἀποφάσκομεν͵ ἀλλὰ τὸν διχῆ τοῦτον εἰρημένον τρόπον· τοῦτο μὲν οὖν͵ ὅπερ ἔφην͵ εὐδιάλυτον͵ ἐκεῖνο δὲ ἤδη καρτερώτερον͵ εἰ τὸ μηδαμῆ μηδαμῶς ὂν ἀπόπτωσίς ἐστι τοῦ ὄντος͵ ἥγε παντελής͵ ἐπέκεινα δὲ τοῦ ὄντος τὸ ἕν͵ καὶ ἔτι μᾶλλον τὸ ἀπόρρητον. Περισχεθήσεται ἄρα τὸ μηδαμῶς ὂν ὑπὸ τοῦ ἑνὸς ὑπερεκτεινομένου εἰς τὸ ἐπίταδε͵ καὶ ἔσται ἓν καὶ ἔτι ἀπόρρητον͵ ὅτι ἐπίταδε καὶ τοῦ ἑνὸς τὸ ἀπόρρητον͵ ὡς ἐπέκεινα. ῍Η εἰ μὲν στέρησις τοῦ

1.17 ὄντος ἐστί͵ τοῦτο δὴ τὸ μηδαμῶς ὂν λεγόμενον πάσχοι ἂν ταῦτα· καὶ οὐδὲν θαυμαστόν· ἡ γὰρ ὕλη μὴ ὄν ἐστι παντελῶς͵ ὅταν ἑστήκῃ θεωρουμένη κατὰ τὸ ἕν͵ ἐκεῖ τε γὰρ τὸ ἓν τὸ ὑπὲρ τὸ ὂν καὶ ἐνθάδε μετὰ τὸ ὄν͵ καὶ οὐδὲν ἄτοπον εἰ μετέχοι καὶ τοῦ ἀπορρήτου· εἰ δὲ οὕτω λέγεται μηδαμῶς ὂν μηδαμῆ͵ ὡς οὔτε ὄν͵ οὔτε ἕν͵ οὔτε ἀπόρρητον τιθέμενον͵ οὔτε καταφατικῶς͵ οὔτε ἀποφατικῶς͵ οὔτε κατὰ περιτροπήν͵ οὔτε ἀντιφατικῶς͵ οὔτε ὁπωσοῦν ἄλλως οὐδαμῆ οὐδαμῶς (περὶ γὰρ τοιούτου καὶ ὁ Ἐλεάτης διελέγετο ξένος)͵ τοῦτο δὴ πάντων ἔκπτωσίς ἐστι τῶν ὑπονοουμένων͵ καὶ ὁπωσοῦν͵ αὐτό γε δήπου τὸ μηδ΄ ὁτιοῦν. Τὸ τοίνυν ἀπόρρητον ὡς ἀληθῶς οἷον θριγκὸς τῷ ῥητῷ παντὶ περιβέβληται͵ ἄνωθέν τε ὑπερέχον καὶ κάτωθεν ἕδρα πᾶσιν ὑποκείμενον; ἢ οὐδὲ τοῦτο πρέψει ἐκείνῳ λεγόμενον· οὔτε γὰρ ἄνωθεν͵ οὔτε κάτωθεν͵ οὔτε τι πρῶτον αὐτοῦ͵ οὐδὲ ἔσχατον· οὐδὲ γὰρ πρόοδος· οὐδὲ ἄρα θριγκός ἐστι πάντων͵ οὐδὲ περιέχει πάντα͵ οὐδὲ εἴσω αὐτοῦ τὸ ῥητόν͵ οὐδὲ αὐτὸ τὸ ἕν. Ἆρα οὐδὲ ἥκει τι ἀπ΄ αὐτοῦ εἰς τὰ τῇδε; ἐπὶ γὰρ τούτοις τοῦτο ζητητέον· καὶ πῶς οὐκ ἂν ἥκοι͵ εἴπερ ἀπ΄ αὐτοῦ τὰ πάντα ἐστὶν ὅτῳ δὴ τρόπῳ; ἀφ΄ οὗ γὰρ ἕκαστον πρόεισι͵ καὶ μετέχει αὐτοῦ͵ εἰ μηδὲν ἄλλο τοῦτο͵ ὅ ἐστιν͵ ἔχον ἐκεῖθεν καὶ ἀναπνέον τὴν οἰκείαν ἀρχὴν καὶ εἰς ἐκείνην ἐπιστρεφόμενον͵ ὅσον δύναται· τί γὰρ δὴ καὶ κωλύσει ἐκεῖνο διδόναι τι ἑαυτοῦ τοῖς ἀπ΄ αὐτοῦ; τί γὰρ ἄλλο μέσον; πῶς δὲ οὐκ ἀναγκαῖον ἀεὶ τὸ δεύτερον ὅτι ἐγγυτέρω εἶναι τοῦ τρίτου͵ πρὸς τὴν μίαν ἀρχήν͵ καὶ τοῦ τετάρτου τὸ τρίτον͵ εἰ δὲ τοῦτο͵ καὶ ἧττον αὐτῆς ἐκφοιτᾶν͵ εἰ δὲ τοῦτο͵ καὶ μᾶλλον ἐν τῷ ὅρῳ μένειν ἐκείνης τῆς φύσεως͵ εἰ δὲ τοῦτο͵ καὶ μᾶλλον ὁμοιῶσθαι πρὸς αὐτήν͵ ὥστε καὶ ἐπιτήδειον εἶναι πρὸς τὸ μετέχειν αὐτῆς͵ ὥστε καὶ μετέχειν; Πῶς δ΄ ἂν ἡμεῖς ταῦτα περὶ αὐτῆς ὑπονοοῦμεν͵ καὶ ὅπως δήποτε͵ εἰ μή τι καὶ ἦν ἐν ἡμῖν ἴχνος ἐκείνης͵ οἷον πρὸς αὐτὴν ἐπειγόμενον; Μήποτε οὖν καὶ ῥητέον͵ ἀπόρρητον οὖσαν͵ ἀπορρήτου μεταδιδόναι τοῖς πᾶσι μεθέξεως͵ καθ΄ ἣν ἔστι τι καὶ ἐν ἑκάστῳ ἀπόρρητον͵ ὥσπερ τοῦτο ὁμολογοῦμεν ἄλλα ἄλλων ἀπορρητότερα εἶναι φύσει͵ τὸ μὲν ἓν τοῦ ὄντος͵ τὸ δὲ ὂν τῆς ζωῆς͵ τὴν δὲ ζωὴν τοῦ νοῦ καὶ ἀεὶ ἑξῆς͵ ἀνὰ τὸν αὐτὸν λόγον͵ μᾶλλον δὲ τὸν ἀντίστροφον ἀπὸ τῆς ὕλης ἄχρι τῆς λογικῆς οὐσίας͵ ταῦτα μὲν κατὰ τὸ χεῖρον͵ ἐκεῖνα δὲ κατὰ τὸ κρεῖττον͵ εἰ θέμις εἰπεῖν. ῍Η εἴ
1.18 τις ὑποθοῖτο ταῦτα͵ ποιήσει καὶ ἐκείνου πρόοδον καὶ τάξιν τινὰ τῶν προελθόντων ἀπόρρητον͵ καὶ πάντα ὅσα ῥητὰ καὶ εἰς τὸ ἀπόρρητον ἀνοίσομεν͵ ἅτε πανταχοῦ τῷ ῥητῷ συνδιῃρημένον͵ καὶ τρεῖς ἄρα μονάδας καὶ τρεῖς ἀριθμούς͵ ἀλλ΄ οὐκέτι δύο ποιήσομεν͵ τὸν οὐσιώδη͵ τὸν ἑνιαῖον͵ τὸν ἀπόρρητον͵ καὶ οὕτω γε θησόμεθα͵ οὗ πρόσθεν ἀπέγνωμεν ἓν καὶ πολλὰ ἐν τῷ ἀπορρήτῳ͵ καὶ πρώτων τάξιν καὶ μέσων καὶ τελευταίων͵ ἔτι δὲ μονήν͵ πρόοδον͵ ἐπι στροφήν· καὶ ὅλως τὸ ῥητὸν πολὺ τῷ ἀπορρήτῳ ἐγκαταμίξωμεν. Εἰ δέ͵ ὡς ἐλέγομεν͵ ἐκεῖνο ἢ ἐκεῖνα͵ οὐ προσοιστέον τῷ ἀπορρήτῳ͵ ὅγε ὑπὲρ τὸ ἓν καὶ τὰ πολλὰ βουλόμεθα. Οὐδὲ ἄρα τὸ πρὸ τῶν πολλῶν ἕτερον θετέον͵ καὶ τὸ ἐν μεθέξει τοῖς πολλοῖς ἕτερον συνδιῃρημένον· οὐκ ἄρα μετέχεται͵ οὐδὲ μεταδίδωσί τι ἑαυτοῦ τοῖς ἐφ΄ ἑαυτοῦ͵ οὐδὲ πᾶς θεὸς ἀπόρρητος πρότερον ἢ ἕν͵ ὥσπερ ἓν πρότερον ἢ οὐσία. Μήποτε οὖν καὶ ἐνταῦθα περιτρεπόμενος ὁ λόγος ἀπόρρητον ἀποφαίνει ἐκεῖνο κατὰ πάντα τρόπον͵ ἐναντία ἐπινοήσειεν ἀπὸ τῶν μετ΄ αὐτόν· καὶ τί θαυμαστὸν ὅτε καὶ περὶ τοῦ ἑνὸς ἕτερα τοιαῦτα ἀπορήσομεν͵ καὶ δήπου καὶ περὶ τοῦ παντελῶς ἡνωμένου καὶ ὄντος; Ἀλλὰ ταῦτα μὲν ἡμᾶς περιμενέτω· νῦν δὲ περὶ τοῦ πρώτου τεθέντος ἔτι ζητητέον τίς ἡ ἀνάβασις ἡ ἐπ΄ ἐκεῖνο καὶ τίνα τρόπον ἐπιτελουμένη ἀπὸ τῶν ἐσχάτων. Ἔστω δὲ ὁ λόγος κοινὸς καὶ ἐπὶ τῶν ἄλλων ἀρχῶν καὶ τῶν ἀπ΄ αὐτῶν εἰς ἔσχατον προελθόντων· ὡς γὰρ ὁ Παρμενίδης τὸ ἓν ἐπιζητῶν ἐπὶ πάντα προῆλθε τὰ ὁπωσοῦν τοῦ ἑνὸς ἐξηρτημένα͵ καὶ ἡμεῖς οὕτω συμπρόϊμεν τῷ πρώτῳ τεθέντι͵ μᾶλλον δὲ ἀπὸ τῶν ῥητῶν πάντη καὶ τῇ αἰσθήσει γνωρίμων ἀρξάμενοι ἐπ΄ ἐκεῖνα ἀναβησόμεθα καὶ εἰς τὴν περὶ αὐτοῦ σιωπὴν καθορμιοῦμεν τὰς τῆς ἀληθείας ὠδῖνας. Πῶς ἂν οὖν τις ἐξ ἀρχῆς ἀπὸ τῶν ἐναργῶν ὁρμώμενος τὴν ὅλην ποιήσαιτο ταύτην ἀνάβασιν; Οὐκοῦν ἀξίωμα τοῦτο προβλητέον͵ ᾧ ἐπ οχούμενοι διαβαλοῦμεν ἐντεῦθεν ἐκεῖσε κατὰ δύναμιν͵ ὡς οἷόν τε ἀσφαλῶς. Λεγέσθω τοίνυν τὸ ἀνενδεὲς φύσει πάντως εἶναι πρὸ τοῦ ἐνδεοῦς·