5ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.19-1.22)


1.19 τὸ γὰρ ἄλλου δεόμενον δουλεύειν ἐκείνῳ πέφυκεν ἐξ ἀνάγκης οὗ ἐστιν ἐνδεές· εἰ δὲ ἀλλήλων ἀντιδεῖται͵ κατ΄ ἄλλο καὶ ἄλλο ἑκάτερον ἐνδεόμενον͵ οὐκ ἂν εἴη ἀρχή· τῇ γὰρ ὄντως ἀρχῇ τὸ ἀνενδεὲς οἰκειότατον· εἰ γάρ του δέοιτο͵ κατὰ τοῦτο οὐκ ἂν εἴη ἀρχή· δεῖ δὲ τὴν ἀρχὴν αὐτὸ τοῦτο μόνον εἶναι͵ ἀρχήν. Πρέπει ἄρα ταύτῃ τὸ ἀνενδεὲς καὶ οὐδαμῆ τι πρὸ αὐτῆς εἶναι ὁμολογεῖν· ὁμολογήσει δὲ τὸ ἐνδεὲς ἔχουσα καθ΄ ὁτιοῦν· καὶ εἰ μὲν δέοιτο τῶν πρὸ αὐτῆς τινος ὅ ἐστι κυριώτερον ἀρχή͵ οὐ θαυμαστόν͵ εἰ καὶ εἴη πρὸς τὰ μεθ΄ ἑαυ τὴν ἀρχή͵ ἅτε τούτων γε οὐ δεομένη· εἰ δέ πη δέοιτο καὶ τούτων͵ οὐδὲ πρὸς ταῦτα τὴν ἀρχῆς ἀξίαν διατηρήσει· ἔστω τοίνυν σῶμα πεποιωμένον. Τοῦτο γάρ ἐστι τὸ πρῶτον ἡμῖν ῥητόν͵ ὅπερ ἐστὶ τὸ αἰσθητόν. Ἆρα δὴ τοῦτο πρῶ τόν ἐστιν; ἀλλὰ δύο ταῦτά ἐστι͵ σῶμα καὶ τὸ τοιόνδε͵ ὅπερ ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι. Ποτέρα οὖν φύσις ἐστὶ προτέρα; ἡ γὰρ συναμφότερος ἐνδεής ἐστι τῶν οἰκείων μερῶν· ἀλλὰ καὶ τὸ ἐν ὑποκειμένῳ δεῖται τοῦ ὑπο κειμένου· μήποτε δὴ τὸ σῶμα ἀρχὴ καὶ οὐσία ἡ πρώτη· ἀλλ΄ ἀδύνατον. Πρῶτον μὲν γὰρ ἡ ἀρχὴ οὐκ ἄν τι προσλάβοι ἀπὸ τοῦ μετ΄ αὐτήν τε καὶ ἀπ΄ αὐτῆς· τὸ δὲ σῶμα πεποιῶσθαί φαμεν· οὐκ ἄρα ἀπ΄ αὐτοῦ τὸ τοιόνδε καὶ ἡ ποιότης͵ ὅγε αὐτῷ πρόσεισιν ἑτέρῳ ὄντι. Δεύτερον δὲ μεριστόν ἐστι πάντη τὸ σῶμα͵ καὶ τῶν μερῶν αὐτοῦ ἕκαστον ἐνδεὲς τῶν ἄλλων͵ καὶ τὸ ὅλον ἐνδεὲς τῶν ἁπάντων· ἐνδεὲς ἄρα καὶ ἐξ ἐνδεῶν συμπληρούμενον οὐκ ἂν εἴη πάντη ἀνενδεές. Ἔτι δὲ εἰ οὐχ ἕν ἐστιν͵ ἀλλὰ ἡνωμένον͵ δεῖται τοῦ συνέχοντος ἑνός͵ ὥς φησι Πλάτων· ἀλλὰ μὴ κοινόν τι καὶ ἀνείδεον ἀτεχνῶς͵ ὥσπερ ὕλη τις· δεῖται ἄρα κόσμου καὶ εἰδοποιίας͵ ἵνα μὴ μόνον ᾖ σῶμα͵ ἀλλὰ καὶ τοιόνδε σῶμα͵ οἷον πύριον ἢ γήϊνον καὶ ὅλως εἰπεῖν κεκοσμημένον τε καὶ πεποιωμένον. Τὰ ἄρα προσγινόμενα τελεῖ αὐτὸ καὶ διακοσμεῖ͵ ὡς ἤδη τὸ δεύτερον ὑποκείμενον͵ οἷον ὕλην φασὶν δευτέραν. Ἆρα οὖν τὸ προσγινόμενον ἡ ἀρχή; ἀλλ΄ οὐχ οἷόν τε· οὐ γὰρ μένει

1.20 ἐφ΄ ἑαυτοῦ οὐδὲ μόνον ὑφέστηκεν͵ ἀλλ΄ ἔστιν ἐν ὑποκειμένῳ καὶ τοῦ ὑποκειμένου ἐνδεές· εἰ δὲ μὴ ὑποκείμενον αὐτὸ θεῖτό τις͵ ἀλλ΄ ἓν τῶν ἐν ἑκάστῳ στοιχείων͵ ὡς τὸ ζῷον ἐν ἵππῳ καὶ ἀνθρώπῳ͵ καὶ οὕτως ἐνδεὲς ἑκάτερον τοῦ ἑτέρου͵ τό τε ὑποκείμενον τοῦτο καὶ τὸ ἐν ὑποκειμένῳ͵ μᾶλλον δὲ τὸ κοινὸν στοιχεῖον͵ ὡς τὸ ζῷον͵ καὶ τὰ ἴδια͵ ὡς τὸ λογικὸν καὶ ἄλογον· ἀεὶ γὰρ τὰ στοιχεῖα δεῖται ἀλλήλων͵ καὶ τὸ ἐκ στοιχείων͵ αὐτῶν τῶν στοιχείων· ὅλως δὲ τὸ αἰσθητὸν τοῦτο καὶ τρανὲς ἡμῖν οὕτω προβεβλημένον οὔτε τὸ σῶμά ἐστιν͵ οὐ γὰρ κινεῖ τοῦτο τὴν αἴσθησιν καθ΄ ἑαυτό͵ οὔτε ἡ ποιότης͵ οὐ γὰρ ἔχει διάστασιν τῇ αἰσθήσει σύμμετρον͵ οὐδὲ τοῦ αἰσθητηρίου σώματος ὄντος ἐστί. Τὸ γοῦν διακριτικὸν ὄψεως ἢ συγκριτικὸν οὔτε τὸ σῶμα οὔτε τὸ χρῶμα͵ ἀλλὰ τὸ κεχρωσμένον σῶμα͵ ἢ χρῶμα σεσωματωμένον͵ τοῦτό ἐστι τὸ κινητικὸν ὄψεως͵ καὶ καθόλου τῆς αἰσθήσεως τὸ αἰσθητόν͵ ὅπερ ἐστὶ σῶμα τοιόνδε. Ἐκ τούτων ἄρα φανερὸν ἓν μὲν ὅτι τὸ τοιόνδε τοῦτο προσκείμενον ἀσώματον· εἰ γὰρ σῶμα͵ οὔπω αἰσθητόν· τὸ ἄρα σῶμα δεῖται τοῦ ἀσωμάτου͵ καὶ τὸ ἀσώματον δὲ τοῦ σώματος· οὐδὲ γὰρ τοῦτο καθ΄ αὑτὸ αἰσθητόν. Ἕτερον δὲ ὅτι ἀντιπλεονεκτεῖται τὰ ἄλληλα͵ καὶ οὐδέτερον τοῦ ἑτέρου προϋπάρχει͵ στοιχεῖα δὲ ὄντα τοῦ ἑνὸς αἰσθητοῦ σύνεστιν ἀλλήλοις· τὸ μὲν τὴν διάστασιν τῷ ἀδιαστάτῳ παρεχόμενον͵ τὸ δὲ τὴν ἄλλην συνεισάγον τῷ ἀμορφώτῳ διαμεμορφωμένην αἰσθητὴν ποικιλίαν. Τρίτον δὲ ἐπὶ τούτοις ὅτι οὐδὲ τὸ συναμφότερον ἀρχή· οὐδὲ γὰρ ἀνενδεές· τῶν τε γὰρ οἰκείων στοιχείων ἐπιδεῖται καὶ τοῦ συνάγοντος αὐτὰ πρὸς ἑνὸς εἴδους τοῦ αἰσθητοῦ γένεσιν· οὔτε γὰρ τὸ σῶμα συνάξει͵ ὅγε καὶ διίστησιν͵ οὔτε ἡ ποιότης͵ ἅτε μηδὲ ὑφισταμένη χωρὶς τοῦ σώματος ἐν ᾧ ἐστιν ἢ σὺν ᾧ τυγχάνει οὖσα· ἀλλὰ καὶ εἶδος ὃ σύνθετον. ῍Η οὖν ἑαυτὸ παράγει͵ ὅπερ ἀδύνατον͵ οὐ γὰρ συννεύει πρὸς ἑαυτό͵ ἀλλὰ διέρριπται αὐτοῦ πολλαχῆ τὸ ὅλον͵ ἢ οὐχ ὑφ΄ ἑαυτοῦ παράγεται͵ καὶ ἔσται τις ἄλλη ἀρχὴ πρὸ αὐτοῦ. Καὶ δὴ ὑποκείσθω ἣν καλοῦσιν φύσιν͵ ἀρχὴν κινήσεως οὖσαν καὶ ἠρεμίας͵ ἐν αὐτῷ οὖσαν τῷ κινουμένῳ καὶ ἠρεμιζομένῳ καθ΄ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός· ἁπλούστερον γάρ τι αὕτη ἐστὶ καὶ δημιουργικὴ τῶν συνθέτων

1.21 εἰδῶν· ἀλλ΄ εἰ ἐν αὐτοῖς ἐστι τοῖς δημιουργουμένοις͵ καὶ χωρὶς αὐτῶν͵ οὐδὲ πρὸ αὐτῶν ὑφέστηκεν͵ ἀλλὰ δεῖται αὐτῶν πρὸς τὸ εἶναι ὅ ἐστιν· ἐχέτω μέν τοι ἐξαίρετον πρὸς αὐτὰ τὸ συμπλάττειν αὐτὰ καὶ δημιουργεῖν͵ ὥς φαμεν· ἀνενδεὴς δὲ ὅμως οὐκ ἔστιν͵ ἥγε σὺν αὐτοῖς ἔχει τὸ εἶναι͵ καὶ ἐν αὐτοῖς ἐστιν ἀχώριστος͵ καὶ ὄντων οὖσα͵ καὶ μὴ ὄντων οὐκ οὖσα͵ διὰ τὸ πάντη αὐτοῖς ἐγκαταδῦναι καὶ μὴ δύνασθαι τὸ οἰκεῖον ἀνενεγκεῖν· τὸ γὰρ αὖξον καὶ τρέφον καὶ γεννῶν τὰ ὅμοια καὶ τὸ ἓν πρὸ τῶν τριῶν τούτων ἡ φύσις οὐκ ἔσται τὸ ὅλον ἀσώματος͵ ἀλλὰ σχεδόν τι τοῦ σώματός ἐστι ποιότης͵ καὶ διαφέρει τοσοῦτον μόνον ὅσον τὸ δοκοῦν ἔνδοθεν κινεῖσθαι καὶ ἠρεμεῖν παρέχεται τῷ συνθέτῳ. Ἡ μὲν γὰρ τοῦ αἰσθητοῦ ποιότης τὸ ἐπιπολῆς φαινόμενον καὶ τῇ αἰσθήσει προσπίπτον ἐνδίδωσι͵ τὸ δὲ σῶμα τὴν πάντη διάστασιν͵ ἡ δὲ φύσις τὴν ἔνδοθεν προϊοῦσαν ἐνέργειαν φυσικήν͵ εἴτε κατὰ τόπον μόνον͵ εἴτε κατὰ τὸ τρέφειν καὶ αὔξειν καὶ ὅμοια γεννᾶν. ῎Ηδη γὰρ καὶ αὕτη φύσις ἀξιολογωτέρα͵ οἵα ἡ διὰ τῶν φυτῶν· ἀλλ΄ οὐ δι΄ αὐτῆς γε͵ ὡς ἀνασπάσαι δύναται ἑαυτὴν τῶν διοικουμένων· ὅλην γὰρ ἑαυτὴν ἐκείνοις ἐπιδέδωκεν κατ΄ αὐτὴν τὴν οὐσίαν· ζωὴ μὲν γάρ τις καὶ ἄλλη παρὰ τὸ σῶμα τὸ φυσικόν͵ ἁπλῶς λεγόμενον καὶ τρανέστερον τῆς ἐν τούτῳ καταπεπομένης ὑπ΄ αὐτοῦ φύσεως͵ τῆς ἔνδοθέν πως ἐνεργούσης͵ οὔτε δὲ τρεφούσης͵ οὔτε αὐξούσης͵ οὔτε τὰ ὅμοια γεννώσης· ἀλλὰ γὰρ καὶ αὕτη ἀχώριστός ἐστι τοῦ ὑποκειμένου καὶ ἐνδεής͵ ὥστε οὐκ ἂν εἴη ἁπλῶς ἀρχὴ τὸ ἐνδεὲς ἔχουσα τοῦ χείρονος· οὐ γὰρ δὴ ἐκεῖνο θαυμαστόν͵ εἰ ἀρχή τις οὖσα τῆς ὑπὲρ ἑαυτὴν ἀρχῆς ἐστιν ἐνδεής͵ ἀλλ΄ εἰ τῶν μεθ΄ ἑαυτὴν ὧν εἶναι ἀρχὴ ὑποτίθεται. Τῷ δὲ αὐτῷ λόγῳ διελέγξωμεν καὶ εἴ τις ἀρχὴν ὑποθοῖτο τὴν ἄλογον ψυχήν͵ εἴτε αἰσθητικήν͵ εἴτε ὀρεκτικήν· εἰ γὰρ καὶ δοκεῖ τι χωριστότερον ἔχειν αὕτη͵ κατὰ τὰς ὁρμητικάς τε καὶ γνωστικὰς ἐνεργείας͵ ἀλλ΄ ἐνδέδεται ὅμως καὶ αὐτὴ τῷ σώματι καὶ ἔχει τι αὐτοῦ ἀχώριστον͵ εἴπερ οὐ δύναται πρὸς ἑαυτὴν ἐπιστρέφειν͵ ἀλλὰ τῷ ὑποκειμένῳ συμπέφυρται αὐτῆς ἡ ἐνέργεια· δῆλον γὰρ ὅτι καὶ ἡ οὐσία τοιαύτη τις· εἰ γὰρ ἦν ἀπόλυτος αὕτη καὶ ἐλευθέρα ἐφ΄ ἑαυτῆς͵ κἂν ἐπεδείξατό τινα καὶ τοιαύτην ἐνέργειαν͵ οὐ πρὸς τὸ σῶμα ἀεί͵ πρὸς ἑαυτὴν δὲ ἐπιστρεφομένη ποτέ· καὶ εἰ ἀεὶ πρὸς τὸ σῶμα͵

1.22 ἀλλὰ κριτικῶς τε καὶ ἑαυτῆς ἐξεταστικῶς· αἱ γοῦν τῶν πολλῶν ἀνθρώπων ἐνέργειαι͵ κἂν περὶ τὰ ἔξω τευτάζωσιν καὶ διατρίβωσιν͵ ὅμως περὶ αὐτὰ τὸ χείριστον ἐπιδείκνυνται͵ βουλευόμεναι ὅπως αὐτῶν τύχωσι καὶ ἐφιστάνουσαι ὅτι βουλῆς χρεία πρὸς τὸ δρᾶσαί τι ἢ παθεῖν τῶν φαινομένων ἀγαθῶν ἢ ἐκκλῖναί τι τῶν ἐναντίων. Αἱ δὲ τῶν ἀλόγων ζῴων ὁρμαὶ μονοειδεῖς τέ εἰσι καὶ αὐτοφυεῖς͵ καὶ τοῖς ὀργάνοις συγκινούμεναι καὶ αἰτοῦσαι μόνον πρὸς τὰς ἀπὸ τῶν αἰσθητῶν ἡδείας αἰσθήσεις͵ καὶ ἀποστρεφόμεναι τὰς λυπηράς.

Εἰ τοίνυν τῆς λύπης καὶ τῆς ἡδονῆς κοινωνεῖ τὸ σῶμα καὶ διατίθεταί πως ὑπ΄ αὐτῶν͵ δῆλον ὅτι καὶ αἱ ψυχικαὶ ἐνέργειαι͵ συμπεφυρμέναι τοῖς σώμασι προέρχονται καὶ οὐκ εἰσὶ καθαρῶς ψυχικαί͵ ἀλλὰ καὶ σωματοειδεῖς͵ ὥσπερ οὐδὲ τὸ διακριτικὸν ἢ συγκριτικὸν μόνου τοῦ χρώματος͵ ἀλλὰ καὶ τοῦ κεχρωσμένου σώματος͵ ὥσπερ οὐδὲ τοῦ σιδήρου τομὴ εἴη͵ φησὶν Ἀριστοτέλης͵ ἀλλ΄ οὐδὲ τοῦ σχήματος͵ τοῦ δὲ συναμφοτέρου͵ ὅ ἐστι πέλεκυς ἢ σμίλη ἢ ξίφος· οὕτω γὰρ καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ ὀρέγεσθαι τοῦ ἐψυχωμένου σώματος͵ ἢ τῆς σωματοειδοῦς ψυχῆς͵ εἰ καὶ μᾶλλον ἐν τούτοις τὸ ψυχικὸν διαφαίνεται τοῦ σωματικοῦ͵ ὥσπερ ἐν ἐκείνοις τὸ σωματικὸν ἐπικρατεῖ κατὰ τὴν διάστασίν τε καὶ ὑπόστασιν. Ἀλλὰ γὰρ καθ΄ ὅσον ἐν ἄλλῳ ἔχει τὸ εἶναι καὶ ὁπωσοῦν͵ κατὰ τοιοῦτόν ἐστιν ἐνδεὴς τοῦ χείρονος͵ τὸ δὲ τοσοῦτον οὐκ ἂν εἴη ἀρχή.