5.101 ΑΔΕΣΠΟΤΟΝ
Χαῖρε͵ κόρη. -«Καὶ δὴ σύ.» -Τίς ἡ προϊοῦσα; -«Τί πρὸς σέ;»
-Οὐκ ἀλόγως ζητῶ. -«Δεσπότις ἡμετέρη.»
-Ἐλπίζειν ἔστιν; -«Ζητεῖς δὲ τί;» -Νύκτα. –«Φέρεις τι;»
-Χρυσίον. –«Εὐθύμει.» -Καὶ τόσον. –«Οὐ δύνασαι.»
5.102 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Τὴν ἰσχνὴν Διόκλειαν ἀσαρκοτέρην Ἀφροδίτην͵
ὄψεαι͵ ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.
οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται͵ ἀλλ΄ ἐπὶ λεπτὰ
στέρνα πεσὼν ψυχῆς κείσομαι ἐγγυτάτω.
5.103 ΡΟΥΦΙΝΟΥ
Μέχρι τίνος͵ Προδίκη͵ παρακλαύσομαι; ἄχρι τίνος σε
γουνάσομαι͵ στερεή͵ μηδὲν ἀκουόμενος;
ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι͵
καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.
5.104 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Αἶρε τὰ δίκτυα ταῦτα͵ κακόσχολε͵ μηδ΄ ἐπίτηδες
ἰσχίον ἐρχομένη σύστρεφε͵ Λυσιδίκη.
οὔ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος͵
πάντα δέ σου βλέπεται γυμνὰ καὶ οὐ βλέπεται.
εἰ τόδε σοι χαρίεν καταφαίνεται͵ αὐτὸς ὁμοίως
ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.
5.105 ΤΟΥ ΑΥΤΟΥ
Ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος͵
ἄλλος͵ ἐπεὶ πάσης γεύεται ἀκρασίης.
ἀλλ΄ ἴτε͵ Χαλδαῖοι͵ κείνης πέλας· ἦ γὰρ ὁ ταύτης
οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.
5.106 ΔΙΟΤΙΜΟΥ ΜΙΛΗΣΙΟΥ
Γραῖα͵ φίλη θρέπτειρα͵ τί μου προσιόντος ὑλακτεῖς
καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας;
παρθενικὴν γὰρ ἄγεις περικαλλέα͵ τῆς ἐπιβαίνων
ἴχνεσι͵ τὴν ἰδικὴν οἶμον ἴδ΄ ὡς φέρομαι͵
εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων͵
δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.
5.107 ΦΙΛΟΔΗΜΟΥ
«Γινώσκω͵ χαρίεσσα͵ φιλεῖν πάνυ τὸν φιλέοντα͵
καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν·
μὴ λύπει με λίην στέργοντά σε μηδ΄ ἐρεθίζειν
τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.»
τοῦτ΄ ἐβόων αἰεὶ καὶ προὔλεγον· ἀλλ΄ ἴσα πόντῳ
Ἰονίῳ μύθων ἔκλυες ἡμετέρων.
τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζοις·
ἡμεῖς δ΄ ἐν κόλποις ἥμεθα Ναϊάδος.
5.108 ΚΡΙΝΑΓΟΡΟΥ
Δειλαίη͵ τί σε πρῶτον ἔπος͵ τί δὲ δεύτατον εἴπω;
δειλαίη· τοῦτ΄ ἐν παντὶ κακῷ ἔτυμον.
οἴχεαι͵ ὦ χαρίεσσα γύναι͵ καὶ ἐς εἴδεος ὥρην
ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.
Πρώτη σοι ὄνομ΄ ἔσκεν ἐτήτυμον· ἦν γὰρ ἅπαντα
δεύτερ΄ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.
5.109 ΑΝΤΙΠΑΤΡΟΥ
Δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα μήτε φοβηθεὶς
μηδένα μήτ΄ ἄλλως ἀντιλέγουσαν ἔχε͵
καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα͵ χὠπότε χειμών͵
ἄνθρακας. ἦ ῥα μάτην͵ Ζεῦ φίλε͵ βοῦς ἐγένου.
5.110 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Ἔγχει Λυσιδίκης κυάθους δέκα͵ τῆς δὲ ποθεινῆς
Εὐφράντης ἕνα μοι͵ λάτρι͵ δίδου κύαθον.
φήσεις Λυσιδίκην με φιλεῖν πλέον· οὐ μὰ τὸν ἡδὺν
Βάκχον͵ ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι͵
ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρους
ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.
5.111 ΑΝΤΙΦΙΛΟΥ
Εἶπον ἐγὼ καὶ πρόσθεν͵ ὅτ΄ ἦν ἔτι φίλτρα Τερείνης
νήπια· «Συμφλέξει πάντας ἀεξομένη.»
οἱ δ΄ ἐγέλων τὸν μάντιν. ἴδ΄͵ ὁ χρόνος͵ ὅν ποτ΄ ἐφώνουν͵
οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.
καὶ τί πάθω; λεύσσειν μέν͵ ὅλαι φλόγες· ἢν δ΄ ἀπονεύσω͵
φροντίδες· ἢν δ΄ αἰτῶ͵ παρθένος. οἰχόμεθα.
5.112 ΦΙΛΟΔΗΜΟΥ
Ἠράσθην· τίς δ΄ οὐχί; κεκώμακα· τίς δ΄ ἀμύητος
κώμων; ἀλλ΄ ἐμάνην· ἐκ τίνος; οὐχὶ θεοῦ;
ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης
θρὶξ ἤδη͵ συνετῆς ἄγγελος ἡλικίης.
καὶ παίζειν ὅτε καιρός͵ ἐπαίξαμεν· ἡνίκα καιρὸς
οὐκέτι͵ λωιτέρης φροντίδος ἁψόμεθα.
5.113 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Ἠράσθης πλουτῶν͵ Σωσίκρατες͵ ἀλλὰ πένης ὢν
οὐκέτ΄ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει.
ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν
Μηνοφίλα νῦν σου τοὔνομα πυνθάνεται·
«Τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις;» ἦ μόλις ἔγνως
τοῦτ΄ ἔπος͵ ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.
5.114 ΜΑΙΚΙΟΥ
Ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον͵ ἡ τὸν ἐραστὴν
μηδέποτ΄ ἀργυρίου χωρὶς ἀνασχομένη͵
φαίνετ΄ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα
φαίνεσθ΄· ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.
καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής͵
δάκνει δ΄ οὐκ ἄλλως ἢ θανατηφορίην.
5.115 ΦΙΛΟΔΗΜΟΥ
Ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα·
καὶ Σαμίης Δημοῦς δεύτερον· οὐχὶ μέγα·
καὶ πάλιν Ὑσιακῆς Δημοῦς τρίτον· οὐκέτι ταῦτα
παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.
αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον͵
ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχοι με πόθος.
5.116 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται͵
ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.
εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον͵ οἶδα διδάξαι
φάρμακον͵ ᾧ παύσεις τὴν δυσέρωτα νόσον.
στρέψας Μηνοφίλαν εὐίσχιον ἐν φρεσὶν ἔλπου
αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.
5.117 ΜΑΙΚΙΟΥ
Θερμαίνει μ΄ ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαι
τοῦτο τὸ φῶς͵ ἤδη πῦρ μέγα γινόμενον.
5.118 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Ἰσιὰς ἡδύπνευστε͵ καὶ εἰ δεκάκις μύρον ὄσδεις͵
ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον͵
ὃν νῦν μὲν θάλλοντα͵ μαραινόμενον δὲ πρὸς ἠῶ
ὄψεαι͵ ὑμετέρης σύμβολον ἡλικίης.
5.119 ΚΡΙΝΑΓΟΡΟΥ
Κἢν ῥίψῃς ἐπὶ λαιὰ καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς͵
Κριναγόρη͵ κενεοῦ σαυτὸν ὕπερθε λέχους͵
εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα͵
γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον͵ ἀλλὰ κόπον.
5.120 ΦΙΛΟΔΗΜΟΥ
Καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον
ἦλθον καὶ πυκινῇ τεγγομένη ψακάδι.
τοὔνεκ΄ ἐν ἀπρήκτοισι καθήμεθα κοὐχὶ λαλεῦντες
εὕδομεν͵ ὡς εὕδειν τοῖς φιλέουσι θέμις;
5.121 ΤΟΥ ΑΥΤΟΥ
Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον͵ ἀλλὰ σελίνων
οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη
καὶ κεστοῦ φωνεῦσα μαγώτερα καὶ παρέχουσα
πάντα καὶ αἰτῆσαι πολλάκι φειδομένη.
τοιαύτην στέργοιμι Φιλαίνιον͵ ἄχρις ἂν εὕρω
ἄλλην͵ ὦ χρυσέη Κύπρι͵ τελειοτέρην.
5.122 ΔΙΟΔΩΡΟΥ
Μὴ σύ γε͵ μηδ΄ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων
ἀμφοτέρων Κλεῖνος͵ κοῦρε͵ Μεγιστοκλέους͵
κἢν στίλβῃ Χαρίτεσσι λελουμένος͵ ἀμφιδονοίης
τὸν καλόν· οὐ γὰρ ὁ παῖς ἤπιος οὐδ΄ ἄκακος͵
ἀλλὰ μέλων πολλοῖσι καὶ οὐκ ἀδίδακτος ἐρώτων.
τὴν φλόγα ῥιπίζειν δείδιθι͵ δαιμόνιε.
5.123 ΦΙΛΟΔΗΜΟΥ
Νυκτερινή͵ δίκερως͵ φιλοπάννυχε͵ φαῖνε͵ Σελήνη͵
φαῖνε δι΄ εὐτρήτων βαλλομένη θυρίδων·
αὔγαζε χρυσέην Καλλίστιον· ἐς τὰ φιλεύντων
ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.
ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας͵ οἶδα͵ Σελήνη·
καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.
5.124 ΤΟΥ ΑΥΤΟΥ
Οὔπω σοι καλύκων γυμνὸν θέρος͵ οὐδὲ μελαίνει
βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας.
ἀλλ΄ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες͵
Λυσιδίκη͵ καὶ πῦρ τύφεται ἐγκρύφιον.
φεύγωμεν͵ δυσέρωτες͵ ἕως βέλος οὐκ ἐπὶ νευρῇ·
μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.
5.125 ΒΑΣΣΟΥ
Οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο
ἄλλος χὠ μελίθρους κύκνος ἐπῃόνιος.
Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ
τοὺς ὀβολοὺς δώσω τοὺς δύο κοὐ πέτομαι.
5.126 ΦΙΛΟΔΗΜΟΥ
Πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα͵
καὶ βινεῖ φρίσσων καί͵ μὰ τόν͵ οὐδὲ καλήν·
πέντε δ΄ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ͵
καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.
πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω͵ ἢ τό γε λοιπὸν
τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.
5.127 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ
Παρθένον Ἀλκίππην ἐφίλουν μέγα͵ καί ποτε πείσας
αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.
ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο͵ μή τις ἐπέλθῃ͵
μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσότερον.
μητέρα δ΄ οὐκ ἔλαθεν κείνης λάλον· ἀλλ΄ ἐσιδοῦσα
ἐξαπίνης· «Ἑρμῆς κοινός»͵ ἔφη͵ «θύγατερ.»
5.128 ΤΟΥ ΑΥΤΟΥ
Στέρνα περὶ στέρνοις͵ μαστῷ δ΄ ἔπι μαστὸν ἐρείσας
χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας
Ἀντιγόνης καὶ χρῶτα λαβὼν πρὸς χρῶτα͵ τὰ λοιπὰ
σιγῶ͵ μάρτυς ἐφ΄ οἷς λύχνος ἐπεγράφετο.
5.129 ΑΥΤΟΜΕΔΟΝΤΟΣ
Τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα͵ τὴν κακοτέχνοις
σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων͵
αἰνέω͵ οὐχ ὅτι πάντα παθαίνεται οὐδ΄ ὅτι βάλλει
τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας͵
ἀλλ΄ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι
οἶδε καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.
γλωττίζει͵ κνίζει͵ περιλαμβάνει· ἢν δ΄ ἐπιρίψῃ
τὸ σκέλος͵ ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.
5.130 ΜΑΙΚΙΟΥ
Τί στυγνή; τί δὲ ταῦτα κόμης εἰκαῖα͵ Φιλαινί͵
σκύλματα καὶ νοτερῶν σύγχυσις ὀμματίων;
μὴ τὸν ἐραστὴν εἶδες ἔχονθ΄ ὑποκόλπιον ἄλλην;
εἶπον ἐμοί· λύπης φάρμακ΄ ἐπιστάμεθα.
δακρύεις; οὐ φὴς δέ; μάτην ἀρνεῖσθ΄ ἐπιβάλλῃ·
ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.
5.131 ΦΙΛΟΔΗΜΟΥ
Ψαλμὸς καὶ λαλιὴ καὶ κωτίλον ὄμμα καὶ ᾠδὴ
Ξανθίππης καὶ πῦρ ἄρτι καταρχόμενον͵
ὦ ψυχή͵ φλέξει σε· τὸ δ΄ ἐκ τίνος ἢ πότε καὶ πῶς
οὐκ οἶδα· γνώσῃ͵ δύσμορε͵ τυφομένη.
5.132 ΤΟΥ ΑΥΤΟΥ
Ὢ ποδός͵ ὢ κνήμης͵ ὢ τῶν (ἀπόλωλα δικαίως)
μηρῶν͵ ὢ γλουτῶν͵ ὢ κτενός͵ ὢ λαγόνων͵
ὤμοιν͵ ὢ μαστῶν͵ ὢ τοῦ ῥαδινοῖο τραχήλου͵
ὢ χειρῶν͵ ὢ τῶν (μαίνομαι) ὀμματίων͵
ὢ κατατεχνοτάτου κινήματος͵ ὢ περιάλλων
γλωττισμῶν͵ ὢ τῶν (θῦ΄ ἐμὲ) φωναρίων.
εἰ δ΄ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς͵
καὶ Περσεὺς Ἰνδῆς ἠράσατ΄ Ἀνδρομέδης.
5.133 ΜΑΙΚΙΟΥ
Ὤμοσ΄ ἐγὼ δύο νύκτας ἀφ΄ Ἡδυλίου͵ Κυθέρεια͵
σὸν κράτος ἡσυχάσειν. ὡς δοκέω δ΄͵ ἐγέλας͵
τοὐμὸν ἐπισταμένη τάλανος κακόν· οὐ γὰρ ὑποίσω
τὴν ἑτέρην͵ ὅρκους δ΄ εἰς ἀνέμους τίθεμαι.
αἱροῦμαι δ΄ ἀσεβεῖν κείνης χάριν ἢ τὰ σὰ τηρῶν
ὅρκι΄ ἀποθνῄσκειν͵ πότνι΄͵ ὑπ΄ εὐσεβίης.
5.134 ΠΟΣΕΙΔΙΠΠΟΥ
Κεκροπί͵ ῥαῖνε͵ λάγυνε͵ πολύδροσον ἰκμάδα Βάκχου͵
ῥαῖνε͵ δροσιζέσθω συμβολικὴ πρόποσις.
σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους
μοῦσα· μέλοι δ΄ ἡμῖν ὁ γλυκύπικρος Ἔρως.
5.135 ΑΔΗΛΟΝ
Στρογγύλη͵ εὐτόρνευτε͵ μονούατε͵ μακροτράχηλε͵
ὑψαύχην στεινῷ φθεγγομένη στόματι͵
Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης͵
ἡδύγελως͵ τερπνὴ συμβολικῶν ταμίη͵
τίφθ΄͵ ὁπόταν νήφω͵ μεθύεις σύ μοι͵ ἢν δὲ μεθυσθῶ͵
ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.
5.136 ΜΕΛΕΑΓΡΟΥ
Ἔγχει καὶ πάλιν εἰπέ͵ πάλιν͵ πάλιν «Ἡλιοδώρας»·
εἰπέ͵ σὺ δ΄ ἀκρήτῳ τὸ γλυκὺ μίσγ΄ ὄνομα·
καί μοι τὸν βρεχθέντα μύροις͵ καὶ χθιζὸν ἐόντα͵
μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.
δακρύει φιλέραστον͵ ἰδού͵ ῥόδον͵ οὕνεκα κείναν
ἄλλοθι κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
5.137 ΤΟΥ ΑΥΤΟΥ
Ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας
καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγου Χάριτος.
αὐτὰ γὰρ μί΄ ἐμοὶ γράφεται θεός͵ ἇς τὸ ποθεινὸν
οὔνομ΄ ἐν ἀκρήτῳ συγκεράσας πίομαι.
5.138 ΔΙΟΣΚΟΡΙΔΟΥ
Ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν· ἐν πυρὶ πᾶσα
Ἴλιος ἦν͵ κἀγὼ κείνῃ ἅμ΄ ἐφλεγόμαν͵
οὐ δείσας Δαναῶν δεκέτη πόνον· ἐν δ΄ ἑνὶ φέγγει
τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.
5.139 ΜΕΛΕΑΓΡΟΥ
Ἁδὺ μέλος͵ ναὶ Πᾶνα τὸν Ἀρκάδα͵ πηκτίδι μέλπεις͵
Ζηνοφίλα͵ ναὶ Πᾶν΄͵ ἁδὺ κρέκεις τι μέλος.
ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες͵
οὐδ΄ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον.
ἢ γάρ μοι μορφὰ βάλλει πόθον ἢ πάλι μοῦσα
ἢ χάρις ἢ -τί λέγω; πάντα· πυρὶ φλέγομαι.
5.140 ΤΟΥ ΑΥΤΟΥ
Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι καὶ Λόγος ἔμφρων
σὺν Πειθοῖ καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν͵
Ζηνοφίλα͵ σοὶ σκῆπτρα Πόθων ἀπένειμαν͵ ἐπεί σοι
αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.
5.141 ΜΕΛΕΑΓΡΟΥ
Ναὶ τὸν Ἔρωτα͵ θέλω τὸ παρ΄ οὔασιν Ἡλιοδώρας
φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας.
5.142 ΑΔΗΛΟΝ
Τίς͵ ῥόδον ὁ στέφανος Διονυσίου ἢ ῥόδον αὐτὸς
τοῦ στεφάνου; δοκέω͵ λείπεται ὁ στέφανος.
5.143 ΜΕΛΕΑΓΡΟΥ
Ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώρας·
αὐτὴ δ΄ ἐκλάμπει τοῦ στεφάνου στέφανος.
5.144 ΤΟΥ ΑΥΤΟΥ
῎Ηδη λευκόιον θάλλει͵ θάλλει δὲ φίλομβρος
νάρκισσος͵ θάλλει δ΄ οὐρεσίφοιτα κρίνα.
ἤδη δ΄ ἁ φιλέραστος͵ ἐν ἄνθεσιν ὥριμον ἄνθος͵
Ζηνοφίλα Πειθοῦς ἁδὺ τέθηλε ῥόδον.
λειμῶνες͵ τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε;
ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.
5.145 ΑΣΚΛΗΠΙΑΔΟΥ
Αὐτοῦ μοι͵ στέφανοι͵ παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ
μίμνετε͵ μὴ προπετῶς φύλλα τινασσόμενοι͵
οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματ΄ ἐρώντων.
ἀλλ΄ ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης͵
στάξαθ΄ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν͵ ὡς ἂν ἄμεινον
ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.
5.146 ΚΑΛΛΙΜΑΧΟΥ
Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις
ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ.
εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα͵
ἇς ἄτερ οὐδ΄ αὐταὶ ταὶ Χάριτες Χάριτες.
5.147 ΜΕΛΕΑΓΡΟΥ
Πλέξω λευκόιον͵ πλέξω δ΄ ἁπαλὴν ἅμα μύρτοις
νάρκισσον͵ πλέξω καὶ τὰ γελῶντα κρίνα͵
πλέξω καὶ κρόκον ἡδύν· ἐπιπλέξω δ΄ ὑάκινθον
πορφυρέην͵ πλέξω καὶ φιλέραστα ῥόδα͵
ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας
εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.
5.148 ΤΟΥ ΑΥΤΟΥ
Φαμί ποτ΄ ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραν
νικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν.
5.149 ΤΟΥ ΑΥΤΟΥ
Τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν;
τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα;
ἆρ΄ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον
δῶρα διδοὺς καὐτὰν τὰν Χάριν ἐν χάριτι.
5.150 ΑΣΚΛΗΠΙΑΔΟΥ
Ὡμολόγησ΄ ἥξειν εἰς νύκτα μοι ἡ ΄πιβόητος
Νικὼ καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον·
κοὐχ ἥκει· φυλακὴ δὲ παροίχεται. ἆρ΄ ἐπιορκεῖν
ἤθελε; τὸν λύχνον͵ παῖδες͵ ἀποσβέσατε.
5.151 ΜΕΛΕΑΓΡΟΥ
Ὀξυβόαι κώνωπες͵ ἀναιδέες αἵματος ἀνδρῶν
σίφωνες͵ νυκτὸς κνώδαλα διπτέρυγα͵
βαιὸν Ζηνοφίλαν͵ λίτομαι͵ πάρεθ΄ ἥσυχον ὕπνῳ
εὕδειν͵ τἀμὰ δ΄͵ ἰδού͵ σαρκοφαγεῖτε μέλη.
καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι
τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.
ἀλλ΄ ἔτι νῦν προλέγω͵ κακὰ θρέμματα͵ λήγετε τόλμης͵
ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.
5.152 ΤΟΥ ΑΥΤΟΥ
Πταίης μοι͵ κώνωψ͵ ταχὺς ἄγγελος͵ οὔασι δ΄ ἄκροις
Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε·
«Ἄγρυπνος μίμνει σε· σὺ δ΄͵ ὦ λήθαργε φιλούντων͵
εὕδεις.» εἶα͵ πέτευ· ναί͵ φιλόμουσε͵ πέτευ·
ἥσυχα δὲ φθέγξαι͵ μὴ καὶ σύγκοιτον ἐγείρας
κινήσῃς ἐπ΄ ἐμοὶ ζηλοτύπους ὀδύνας.
ἢν δ΄ ἀγάγῃς τὴν παῖδα͵ δορᾷ στέψω σε λέοντος͵
κώνωψ͵ καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.
5.153 ΑΣΚΛΗΠΙΑΔΟΥ
Νικαρέτης τὸ πόθοισι βεβλημένον ἡδὺ πρόσωπον͵
πυκνὰ δι΄ ὑψιλόφων φαινόμενον θυρίδων͵
αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροισι μάραναν͵
Κύπρι φίλη͵ γλυκεροῦ βλέμματος ἀστεροπαί.
5.154 ΜΕΛΕΑΓΡΟΥ
Ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασι Κύπριν͵
ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά.
5.155 ΤΟΥ ΑΥΤΟΥ
Ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώραν
ψυχὴν τῆς ψυχῆς ἔπλασεν αὐτὸς Ἔρως.
5.156 ΤΟΥ ΑΥΤΟΥ
Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης
ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.
5.157 ΤΟΥ ΑΥΤΟΥ
Τρηχὺς ὄνυξ ὑπ΄ Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας·
ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην.
5.158 ΑΣΚΛΗΠΙΑΔΟΥ
Ἑρμιόνῃ πιθανῇ ποτ΄ ἐγὼ συνέπαιζον ἐχούσῃ
ζωνίον ἐξ ἀνθέων ποικίλον͵ ὦ Παφίη͵
χρύσεα γράμματ΄ ἔχον· «Διόλου»͵ δ΄ ἐγέγραπτο͵ «φίλει με
καὶ μὴ λυπηθῇς͵ ἤν τις ἔχῃ μ΄ ἕτερος.»
5.159 [ΣΙΜΩΝΙΔΟΥ]
Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς͵ αἵ ποτ΄ ἐρασταί͵
σοί͵ Κύπρι͵ τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.
ἔμπορε καὶ φορτηγέ͵ τὸ σὸν βαλλάντιον οἶδεν͵
καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
5.160 ΜΕΛΕΑΓΡΟΥ
Δημὼ λευκοπάρειε͵ σὲ μέν τις ἔχων ὑπόχρωτα
τέρπεται͵ ἁ δ΄ ἐν ἐμοὶ νῦν στενάχει κραδία.
εἰ δέ σε σαββατικὸς κατέχει πόθος͵ οὐ μέγα θαῦμα·
ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως.
5.161 ΗΔΥΛΟΥ [οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ]
Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον͵ αἱ Διομήδους͵
Γραῖαι͵ ναυκλήρων ὁλκάδες εἰκόσοροι͵
Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην͵ ἕν΄ ἑκάστη͵
γυμνούς͵ ναυηγῶν ἥσσονας͵ ἐξέβαλον.
ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.
5.162 ΑΣΚΛΗΠΙΑΔΟΥ
Ἡ λαμυρή μ΄ ἔτρωσε Φιλαίνιον· εἰ δὲ τὸ τραῦμα
μὴ σαφές͵ ἀλλ΄ ὁ πόνος δύεται εἰς ὄνυχα.
οἴχομ΄͵ Ἔρωτες͵ ὄλωλα͵ διοίχομαι· εἰς γὰρ ἑταίραν
νυστάζων ἐπέβην ἠδ΄ ἔθιγον γ΄ Ἀίδα.
5.163 ΜΕΛΕΑΓΡΟΥ
Ἀνθοδίαιτε μέλισσα͵ τί μοι χροὸς Ἡλιοδώρας
ψαύεις͵ ἐκπρολιποῦσ΄ εἰαρινὰς κάλυκας;
ἦ σύ γε μηνύεις͵ ὅτι καὶ γλυκὺ καὶ δυσόιστον
πικρὸν ἀεὶ κραδίᾳ κέντρον Ἔρωτος ἔχει;
ναὶ δοκέω͵ τοῦτ΄ εἶπας. ἰώ͵ φιλέραστε͵ παλίμπους
στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.
5.164 ΑΣΚΛΗΠΙΑΔΟΥ
Νύξ͵ σὲ γάρ͵ οὐκ ἄλλην μαρτύρομαι͵ οἷά μ΄ ὑβρίζει
Πυθιὰς ἡ Νικοῦς͵ οὖσα φιλεξαπάτης.
κληθείς͵ οὐκ ἄκλητος͵ ἐλήλυθα· ταὐτὰ παθοῦσα
σοὶ μέμψαιτ΄ ἐπ΄ ἐμοὶ στᾶσα παρὰ προθύροις.
5.165 ΜΕΛΕΑΓΡΟΥ
Ἓν τόδε͵ παμμήτειρα θεῶν͵ λίτομαί σε͵ φίλη Νύξ͵
ναὶ λίτομαι͵ κώμων σύμπλανε͵ πότνια Νύξ·
εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας
θάλπεται͵ ὑπναπάτῃ χρωτὶ χλιαινόμενος͵
κοιμάσθω μὲν λύχνος͵ ὁ δ΄ ἐν κόλποισιν ἐκείνης
ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.
5.166 ΤΟΥ ΑΥΤΟΥ
Ὦ Νύξ͵ ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας͵
καὶ σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ͵
ἆρα μένει στοργῆς ἐμὰ λείψανα͵ καί τι φίλημα
μνημόσυνον ψυχρᾷ θάλπετ΄ ἐν εἰκασίᾳ;
ἆρά γ΄ ἔχει σύγκοιτα τὰ δάκρυα κἀμὸν ὄνειρον
ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;
ἢ νέος ἄλλος ἔρως͵ νέα παίγνια; μήποτε͵ λύχνε͵
ταῦτ΄ ἐσίδῃς͵ εἴης δ΄ ἧς παρέδωκα φύλαξ.
5.167 ΑΣΚΛΗΠΙΑΔΟΥ
Ὑετὸς ἦν καὶ νὺξ καί͵ τὸ τρίτον ἄλγος ἔρωτι͵
οἶνος· καὶ Βορέης ψυχρός͵ ἐγὼ δὲ μόνος.
«Ἀλλ΄ ὁ καλὸς Μόσχος πλέον ἴσχυε.» Καὶ σὺ γὰρ οὕτως
ἤλυθες οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας͵
τῇδε τοσοῦτ΄ ἐβόησα βεβρεγμένος. ἄχρι τίνος͵ Ζεῦ;
Ζεῦ φίλε͵ σίγησον͵ καὐτὸς ἐρᾶν ἔμαθες.
5.168 ΑΔΗΛΟΝ
Καὶ πυρὶ καὶ νιφετῷ με καί͵ εἰ βούλοιο͵ κεραυνῷ
βάλλε καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη.
τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα
οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.
5.169 ΑΣΚΛΗΠΙΑΔΟΥ
Ἡδὺ θέρους διψῶντι χιὼν ποτόν͵ ἡδὺ δὲ ναύταις
ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·
ἥδιον δ΄͵ ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας
χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ΄ ἀμφοτέρων.
5.170 ΝΟΣΣΙΔΟΣ
Ἅδιον οὐδὲν ἔρωτος· ἃ δ΄ ὄλβια͵ δεύτερα πάντα
ἐστίν· ἀπὸ στόματος δ΄ ἔπτυσα καὶ τὸ μέλι.
τοῦτο λέγει Νοσσίς· τίνα δ΄ ἁ Κύπρις οὐκ ἐφίλησεν͵
οὐκ οἶδεν τήνα γ΄͵ ἄνθεα ποῖα ῥόδα.
5.171 ΜΕΛΕΑΓΡΟΥ
Τὸ σκύφος ἁδὺ γέγηθε· λέγει δ΄͵ ὅτι τᾶς φιλέρωτος
Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος.
ὄλβιον· εἴθ΄ ὑπ΄ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα
ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.
5.172 ΤΟΥ ΑΥΤΟΥ
Ὄρθρε͵ τί μοι͵ δυσέραστε͵ ταχὺς περὶ κοῖτον ἐπέστης͵
ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης͵
ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
ἤδη γὰρ καὶ πρόσθεν ἐπ΄ Ἀλκμήνην Διὸς ἦλθες
ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.
5.173 ΤΟΥ ΑΥΤΟΥ
Ὄρθρε͵ τί νῦν͵ δυσέραστε͵ βραδὺς περὶ κόσμον ἑλίσσῃ͵
ἄλλος ἐπεὶ Δημοῦς θάλπεθ΄ ὑπὸ χλανίδι;
ἀλλ΄ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον͵ ὠκὺς ἐπέστης͵
ὡς βάλλων ἐπ΄ ἐμοὶ φῶς ἐπιχαιρέκακον.
5.174 ΤΟΥ ΑΥΤΟΥ
Εὕδεις͵ Ζηνοφίλα͵ τρυφερὸν θάλος· εἴθ΄ ἐπὶ σοὶ νῦν
ἄπτερος εἰσῄειν Ὕπνος ἐπὶ βλεφάροις͵
ὡς ἐπὶ σοὶ μηδ΄ οὗτος͵ ὁ καὶ Διὸς ὄμματα θέλγων͵
φοιτήσαι͵ κάτεχον δ΄ αὐτὸς ἐγώ σε μόνος.
5.175 ΤΟΥ ΑΥΤΟΥ
Οἶδα. τί μοι κενὸς ὅρκος͵ ἐπεὶ σέ γε τὴν φιλάσωτον
μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος͵
μηνύει δ΄ ἄγρυπνον͵ ἰδού͵ βεβαρημένον ὄμμα
καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος;
ἔσκυλται δ΄ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος͵
πάντα δ΄ ὑπ΄ ἀκρήτου γυῖα σαλευτὰ φορεῖς.
ἔρρε͵ γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος
πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.
5.176 ΤΟΥ ΑΥΤΟΥ
Δεινὸς Ἔρως͵ δεινός. τί δὲ τὸ πλέον͵ ἢν πάλιν εἴπω
καὶ πάλιν οἰμώζων πολλάκι· «Δεινὸς Ἔρως»;
ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ καὶ πυκνὰ κακισθεὶς
ἥδεται· ἢν δ΄ εἴπω λοίδορα͵ καὶ τρέφεται.
θαῦμα δέ μοι͵ πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα
κύματος ἐξ ὑγροῦ͵ Κύπρι͵ σὺ πῦρ τέτοκας.
5.177 ΤΟΥ ΑΥΤΟΥ
Κηρύσσω τὸν Ἔρωτα͵ τὸν ἄγριον· ἄρτι γάρ͵ ἄρτι
ὀρθρινὸς ἐκ κοίτας ᾤχετ΄ ἀποπτάμενος.
ἔστι δ΄ ὁ παῖς γλυκύδακρυς͵ ἀείλαλος͵ ὠκύς͵ ἀθαμβής͵
σιμὰ γελῶν πτερόεις νῶτα͵ φαρετροφόρος.
πατρὸς δ΄ οὐκέτ΄ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ͵
οὐ Χθών φησι τεκεῖν τὸν θρασύν͵ οὐ Πέλαγος.
πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλ΄ ἐσορᾶτε
μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.
καίτοι κεῖνος͵ ἰδού͵ περὶ φωλεόν. οὔ με λέληθας͵
τοξότα͵ Ζηνοφίλας ὄμμασι κρυπτόμενος.
5.178 ΤΟΥ ΑΥΤΟΥ
Πωλείσθω͵ καὶ ματρὸς ἔτ΄ ἐν κόλποισι καθεύδων·
πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν;
καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον· ἄκρα δ΄ ὄνυξιν
κνίζει· καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ·
πρὸς δ΄ ἔτι λοιπὸν ἄτρεπτον͵ ἀείλαλον͵ ὀξὺ δεδορκός͵
ἄγριον͵ οὐδ΄ αὐτᾷ ματρὶ φίλᾳ τιθασόν·
πάντα τέρας. τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους
ἔμπορος ὠνεῖσθαι παῖδα θέλει͵ προσίτω.
καίτοι λίσσετ΄͵ ἰδού͵ δεδακρυμένος. οὔ σ΄ ἔτι πωλῶ·
θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε.
5.179 ΤΟΥ ΑΥΤΟΥ
Ναὶ τὰν Κύπριν͵ Ἔρως͵ φλέξω τὰ σὰ πάντα πυρώσας͵
τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην.
φλέξω͵ ναί. τί μάταια γελᾷς καὶ σιμὰ σεσηρὼς
μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις.
ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας
χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.
καίτοι Καδμεῖον κράτος οἴσομεν͵ εἴ σε πάροικον
ψυχῇ συζεύξω͵ λύγκα παρ΄ αἰπολίοις.
ἀλλ΄ ἴθι͵ δυσνίκητε͵ λαβὼν δ΄ ἔπι κοῦφα πέδιλα
ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.
5.180 ΤΟΥ ΑΥΤΟΥ
Τί ξένον͵ εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα
βάλλει καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ;
οὐ μάτηρ στέργει μὲν Ἄρη͵ γαμέτις δὲ τέτυκται
Ἁφαίστου͵ κοινὰ καὶ πυρὶ καὶ ξίφεσι;
ματρὸς δ΄ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα
τραχὺ βοᾷ; γενέτας δ΄ οὔτε τις οὔτε τινός.
τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα͵ κύμασι δ΄ ὀργὰν
στέρξεν ἴσαν͵ Ἄρεως δ΄ αἱματόφυρτα βέλη.
5.181 ΑΣΚΛΗΠΙΑΔΟΥ
Τῶν καρύων ἡμῖν λάβε κώλακας (ἀλλά ποθ΄ ἥξει;)
καὶ πέντε στεφάνους τῶν ῥοδίνων. «Τί͵ τὸ ...» Πάξ.
οὐ φὴς κέρματ΄ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις
τὸν Λαπίθην; λῃστήν͵ οὐ θεράποντ΄ ἔχομεν.
οὐκ ἀδικεῖς; «Οὐδέν.» Φέρε τὸν λόγον· ἐλθὲ λαβοῦσα͵
Φρύνη͵ τὰς ψήφους. ὢ μεγάλου κινάδους·
πέντ΄ οἶνος δραχμῶν͵ ἀλλᾶς δύο ...
ὦτα͵ λαγώς͵ σκόμβροι͵ σησαμίδες͵ σχάδονες.
αὔριον αὐτὰ καλῶς λογιούμεθα. νῦν δὲ πρὸς Αἴσχραν
τὴν μυρόπωλιν ἰὼν πέντε λάβ΄ ἀργυρέας·
εἰπὲ δὲ σημεῖον͵ Βάκχων ὅτι πέντ΄ ἐφίλησεν
ἑξῆς͵ ὧν κλίνη μάρτυς ἐπεγράφετο.
5.182 ΜΕΛΕΑΓΡΟΥ
Ἄγγειλον τάδε͵ Δορκάς· ἰδού͵ πάλι δεύτερον αὐτῇ
καὶ τρίτον ἄγγειλον͵ Δορκάς͵ ἅπαντα· τρέχε·
μηκέτι μέλλε͵ πέτου ... βραχύ μοι͵ βραχύ͵ Δορκάς͵ ἐπίσχες·
Δορκάς͵ ποῖ σπεύδεις͵ πρίν σε τὰ πάντα μαθεῖν;
πρόσθες δ΄͵ οἷς εἴρηκα πάλαι ... μᾶλλον δὲ ... τί ληρῶ;
μηδὲν ὅλως εἴπῃς͵ ἀλλ΄ ὅτι ... πάντα λέγε·
μὴ φείδου σὺ τὰ πάντα λέγειν. καίτοι τί σε͵ Δορκάς͵
ἐκπέμπω͵ σὺν σοὶ καὐτός͵ ἰδού͵ προάγων;
5.183 ΠΟΣΕΙΔΙΠΠΟΥ
Τέσσαρες οἱ πίνοντες͵ ἐρωμένη ἔρχεθ΄ ἑκάστῳ·
ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν.
παιδάριον͵ βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον
ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο
ἀσφαλέως͵ οἶμαι δ΄͵ ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·
ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.
5.184 ΜΕΛΕΑΓΡΟΥ
Ἔγνων͵ οὔ μ΄ ἔλαθες. τί θεούς; οὐ γάρ με λέληθας·
ἔγνων· μηκέτι νῦν ὄμνυε· πάντ΄ ἔμαθον.
ταῦτ΄ ἦν͵ ταῦτ΄͵ ἐπίορκε; μόνη σὺ πάλιν͵ μόνη ὑπνοῖς;
ὢ τόλμης͵ καὶ νῦν͵ νῦν͵ ἔτι φησὶ «μόνη».
οὐχ ὁ περίβλεπτός σε Κλέων ...; κἂν μὴ ... τί δ΄ ἀπειλῶ;
ἔρρε͵ κακὸν κοίτης θηρίον͵ ἔρρε τάχος.
καίτοι σοι δώσω τερπνὴν χάριν· οἶδ΄͵ ὅτι βούλει
κεῖνον ὁρᾶν· αὐτοῦ δέσμιος ὧδε μένε.
5.185 ΑΣΚΛΗΠΙΑΔΟΥ
Εἰς ἀγορὰν βαδίσας͵ Δημήτριε͵ τρεῖς παρ΄ Ἀμύντου
γλαυκίσκους αἴτει καὶ δέκα φυκίδια
καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός)
εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.
καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε <πλοχμοὺς>
καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.
5.186 ΠΟΣΕΙΔΙΠΠΟΥ
Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι͵ Φιλαινί.
οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ͵
τοῦτον ὅσον παρ΄ ἐμοὶ κέκλισαι χρόνον· εἰ δ΄ ἕτερός σε
εἶχε͵ φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.
5.187 ΜΕΛΕΑΓΡΟΥ
Εἰπὲ Λυκαινίδι͵ Δορκάς· «Ἴδ΄͵ ὡς ἐπίτηκτα φιλοῦσα
ἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.»
5.188 ΛΕΩΝΙΔΟΥ
Οὐκ ἀδικέω τὸν Ἔρωτα͵ γλυκύς· μαρτύρομαι αὐτὴν
Κύπριν· βέβλημαι δ΄ ἐκ δολίου κέραος
καὶ πᾶς τεφροῦμαι· θερμὸν δ΄ ἐπὶ θερμῷ ἰάλλει
ἄτρακτον͵ λωφᾷ δ΄ οὐδ΄ ὅσον ἰοβολῶν.
χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ͵ κεἰ πτηνὸς ὁ δαίμων͵
τίσομαι· ἐγκλήμων δ΄ ἔσσομ΄ ἀλεξόμενος;
5.189 ΑΣΚΛΗΠΙΑΔΟΥ
Νὺξ μακρὴ καὶ χεῖμα͵ μέσην δ΄ ἐπὶ Πλειάδα δύνει͵
κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος͵
τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα
Κύπρις͵ ἀνιηρὸν δ΄ ἐκ πυρὸς ἧκε βέλος.
5.190 ΜΕΛΕΑΓΡΟΥ
Κῦμα τὸ πικρὸν Ἔρωτος ἀκοίμητοί τε πνέοντες
ζῆλοι καὶ κώμων χειμέριον πέλαγος͵
ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται.
ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἀποψόμεθα;
5.191 ΤΟΥ ΑΥΤΟΥ
Ἄστρα καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη
καὶ Νὺξ καὶ κώμων σύμπλανον ὀργάνιον͵
ἆρά γε τὴν φιλάσωτον ἔτ΄ ἐν κοίταισιν ἀθρήσω
ἄγρυπνον λύχνῳ πόλλ΄ ἀποδυρομένην;
ἤ τιν΄ ἔχει σύγκοιτον; ἐπὶ προθύροισι μαράνας
δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους͵
ἓν τόδ΄ ἐπιγράψας· «Κύπρι͵ σοὶ Μελέαγρος͵ ὁ μύστης
σῶν κώμων͵ στοργῆς σκῦλα τάδ΄ ἐκρέμασε.»
5.192 ΤΟΥ ΑΥΤΟΥ
Γυμνὴν ἢν ἐσίδῃς Καλλίστιον͵ ὦ ξένε͵ φήσεις·
«῎Ηλλακται διπλοῦν γράμμα Συρηκοσίων.»
5.193 ΔΙΟΣΚΟΡΙΔΟΥ
Ἡ τρυφερή μ΄ ἤγρευσε Κλεὼ τὰ γαλάκτιν΄͵ Ἄδωνι͵
τῇ σῇ κοψαμένη στήθεα παννυχίδι.
εἰ δώσει κἀμοὶ ταύτην χάριν͵ ἢν ἀποπνεύσω͵
μὴ προφάσεις͵ σύμπλουν σύν με λαβὼν ἀγέτω.
5.194 ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ
Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες͵
Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων͵
ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος͵ οἷά τε λύγδου
γλυπτήν͵ παρθενίων βριθομένην χαρίτων͵
καὶ πολλοὺς τότε χερσὶν ἐπ΄ ἠιθέοισιν ὀιστοὺς
τόξου πορφυρέης ἧκαν ἀφ΄ ἁρπεδόνης.
5.195 ΜΕΛΕΑΓΡΟΥ
Αἱ τρισσαὶ Χάριτες͵ τρισσὸν στεφάνωμα συνευνᾷ
Ζηνοφίλᾳ͵ τρισσᾶς σύμβολα καλλοσύνας͵
ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον͵ ἁ δ΄ ἐπὶ μορφᾶς
ἵμερον͵ ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.
5.195b Τρισσάκις εὐδαίμων͵ ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν
καὶ Πειθὼ μύθους καὶ γλυκὺ κάλλος Ἔρως.
5.196 ΤΟΥ ΑΥΤΟΥ
Ζηνοφίλᾳ κάλλος μὲν Ἔρως͵ σύγκοιτα δὲ φίλτρα
Κύπρις ἔδωκεν ἔχειν͵ αἱ Χάριτες δὲ χάριν.
5.197 ΤΟΥ ΑΥΤΟΥ
Ναὶ μὰ τὸν εὐπλοκάμου Τιμοῦς φιλέρωτα κίκιννον͵
ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην͵
ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια͵ ναὶ φιλάγρυπνον
λύχνον ἐμῶν κώμων πόλλ΄ ἐπιδόντα τέλη͵
βαιὸν ἔχω τό γε λειφθέν͵ Ἔρως͵ ἐπὶ χείλεσι πνεῦμα·
εἰ δ΄ ἐθέλεις καὶ τοῦτ΄͵ εἰπέ͵ καὶ ἐκπτύσομαι.
5.198 ΤΟΥ ΑΥΤΟΥ
Οὐ πλόκαμον Τιμοῦς͵ οὐ σάνδαλον Ἡλιοδώρας͵
οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον͵
οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας͵
οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους͵
οὐκέτι σοὶ φαρέτρη <γλαφυρὴ> πτερόεντας ὀιστοὺς
κρύπτει͵ Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.
5.199 ΗΔΥΛΟΥ
Οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην
αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω͵
ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα
κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων͵
σάνδαλα καὶ μαλακαί͵ μαστῶν ἐνδύματα͵ μίτραι͵
ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.
5.200 ΑΔΗΛΟΝ
Ὁ κρόκος οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦς
σὺν μίτραις κισσοῦ κυάνεοι στέφανοι
τῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ
κεῖνται τῆς ἱερῆς ξείνια παννυχίδος.