πλὴν ἀλλ΄ εἰ μή ἐστιν ἀπιστότερα τὰ ἄλογα ζῷα ἡμῶν πρὸς τὴν κρίσιν τῶν φαντασιῶν͵ καὶ διάφοροι γίνονται
φαντασίαι παρὰ τὴν τῶν ζῴων παραλλαγήν͵ ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἐμοὶ φαίνεται δυνήσομαι λέγειν͵ ὁποῖον δὲ ἔστι τῇ φύσει διὰ τὰ προειρημένα ἐπέχειν ἀναγκασθήσομαι. Καὶ ὁ μὲν πρῶτος τῆς ἐποχῆς τρόπος τοιοῦτός ἐστι͵ δεύτερον δὲ ἐλέγομεν εἶναι τὸν ἀπὸ τῆς διαφορᾶς τῶν ἀνθρώπων· ἵνα γὰρ καθ΄ ὑπόθεσιν καὶ συγχωρήσῃ τις πιστοτέρους εἶναι τῶν ἀλόγων ζῴων τοὺς ἀνθρώπους͵
εὑρήσομεν καὶ ὅσον ἐπὶ τῇ ἡμετέρᾳ διαφορᾷ τὴν ἐποχὴν εἰσαγομένην. δύο τοίνυν εἶναι λεγομένων ἐξ ὧν σύγκειται ὁ ἄνθρωπος͵
ψυχῆς καὶ σώματος͵ κατ΄ ἄμφω ταῦτα διαφέρομεν ἀλλήλων͵
οἷον κατὰ σῶμα ταῖς τε μορφαῖς καὶ ταῖς ἰδιοσυγκρισίαις. διαφέρει μὲν γὰρ κατὰ μορφὴν σῶμα Σκύθου Ἰνδοῦ σώματος͵ τὴν δὲ παραλλαγὴν ποιεῖ͵ καθάπερ φασίν͵ ἡ διάφορος τῶν χυμῶν ἐπικράτεια. παρὰ δὲ τὴν διάφορον τῶν χυμῶν ἐπικράτειαν διάφοροι γίνονται καὶ αἱ φαντασίαι͵ καθάπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ παρεστήσαμεν. ταῦτά τοι καὶ ἐν τῇ αἱρέσει καὶ φυγῇ τῶν ἐκτὸς διαφορὰ πολλὴ κατ΄ αὐτούς ἐστιν· ἄλλοις γὰρ χαίρουσιν Ἰνδοὶ καὶ ἄλλοις οἱ καθ΄ ἡμᾶς͵ τὸ δὲ διαφόροις χαίρειν τοῦ παρηλλαγμένας ἀπὸ τῶν ὑποκειμένων φαντασίας
λαμβάνειν ἐστὶ μηνυτικόν. κατὰ δὲ ἰδιοσυγκρισίας διαφέρομεν ὡς ἐνίους κρέα βόεια πετραίων ἰχθυδίων ῥᾷον πέττειν καὶ ὑπὸ Λεσβίου οἰναρίου εἰς χολέραν περιτρέπεσθαι. ἦν δέ͵
φασίν͵ γραῦς Ἀττικὴ τριάκοντα ὁλκὰς κωνείου ἀκινδύνως προσφερομένη͵ Λῦσις δὲ καὶ μηκωνείου τέσσαρας ὁλκὰς ἀλύπως ἐλάμβανεν. καὶ Δημοφῶν μὲν ὁ Ἀλεξάνδρου τραπεζοποιὸς ἐν ἡλίῳ γινόμενος ἢ ἐν βαλανείῳ ἐρρίγου͵ ἐν σκιᾷ δὲ ἐθάλπετο͵ Ἀθηναγόρας δὲ ὁ Ἀργεῖος ὑπὸ σκορπίων καὶ φαλαγγίων ἀλύπως ἐπλήσσετο͵ οἱ δὲ καλούμενοι Ψυλλαεῖς οὐδ΄ ὑπὸ ὄφεων ἢ ἀσπίδων δακνόμενοι
βλάπτονται͵ οἱ δὲ Τεντυρῖται τῶν Αἰγυπτίων οὐ βλάπτονται πρὸς [ἄνω κάτω] τῶν κροκοδείλων. ἀλλὰ καὶ Αἰθιόπων οἱ ἀντιπέραν τῆς Μερόης παρὰ τὸν Ἀστάπουν ποταμὸν οἰκοῦντες σκορπίους καὶ ὄφεις καὶ τὰ παραπλήσια ἀκινδύνως ἐσθίουσιν. καὶ Ρουφῖνος δὲ ὁ ἐν Χαλκίδι πίνων ἑλλέβορον οὔτε ἤμει οὔτε ὅλως ἐκαθαίρετο͵
ἀλλ΄ ὥς τι τῶν συνήθων προσεφέρετο καὶ ἔπεσσεν. Χρύσερμος δὲ ὁ Ἡροφίλειος εἴ ποτε πέπερι προσηνέγκατο͵ καρδιακῶς ἐκινδύνευεν. καὶ Σωτήριχος δὲ ὁ χειρουργὸς εἴ ποτε σιλούρων ᾔσθετο κνίσσης͵ χολέρᾳ ἡλίσκετο. Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. Τιβέριος δὲ ὁ Καῖσαρ ἐν σκότῳ ἑώρα. Ἀριστοτέλης δὲ ἱστορεῖ Θάσιόν τινα ᾧ ἐδόκει ἀνθρώπου εἴδωλον προηγεῖσθαι αὐτοῦ διὰ παντός. τοσαύτης οὖν παραλλαγῆς οὔσης ἐν τοῖς ἀνθρώποις κατὰ τὰ σώματα͵
ἵνα ὀλίγα ἀπὸ πολλῶν τῶν παρὰ τοῖς δογματικοῖς κειμένων ἀρκεσθῶμεν εἰπόντες͵
εἰκός ἐστι καὶ κατ΄ αὐτὴν τὴν ψυχὴν διαφέρειν ἀλλήλων τοὺς ἀνθρώπους· τύπος γάρ τίς ἐστι τὸ σῶμα τῆς ψυχῆς͵ ὡς καὶ ἡ φυσιογνωμονικὴ σοφία δείκνυσιν. τὸ δὲ μέγιστον δεῖγμα τῆς κατὰ τὴν διάνοιαν τῶν ἀνθρώπων πολλῆς καὶ ἀπείρου διαφορᾶς ἡ διαφωνία τῶν παρὰ τοῖς δογματικοῖς λεγομένων περί τε τῶν ἄλλων καὶ περὶ τοῦ τίνα μὲν αἱρεῖσθαι προσήκει τίνα δὲ ἐκκλίνειν. δεόντως οὖν καὶ οἱ ποιηταὶ περὶ τούτων ἀπεφήναντο· ὁ μὲν γὰρ Πίνδαρός φησιν ἀελλοπόδων μέν τιν΄ εὐφραίνουσιν ἵππων τιμαί τε καὶ στέφανοι͵ τοὺς δ΄ ἐν πολυχρύσοις θαλάμοις βιοτά· τέρπεται δὲ καί τις ἐπ΄ οἶδμ΄ ἅλιον ναῒ θοᾷ διαμείβων. ὁ δὲ ποιητὴς λέγει ἄλλος γάρ τ΄ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. ἀλλὰ καὶ ἡ τραγῳδία μεστὴ τῶν τοιούτων ἐστί· λέγει γοῦν εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ΄ ἅμα͵
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις͵
καὶ πάλιν δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν τοῖς δ΄ ἔχθος εἶναι. ἐπεὶ οὖν ἡ αἵρεσις καὶ ἡ φυγὴ ἐν ἡδονῇ καὶ ἀηδισμῷ ἐστιν͵
ἡ δὲ ἡδονὴ καὶ ὁ ἀηδισμὸς ἐν αἰσθήσει κεῖται καὶ φαντασίᾳ͵ ὅταν τὰ αὐτὰ οἱ μὲν αἱρῶνται οἱ δὲ φεύγωσιν͵ ἀκόλουθον ἡμᾶς ἐπιλογίζεσθαι ὅτι οὐδὲ ὁμοίως ὑπὸ τῶν αὐτῶν κινοῦνται͵ ἐπεὶ ὁμοίως ἂν τὰ αὐτὰ ᾑροῦντο ἢ ἐξέκλινον. εἰ δὲ τὰ αὐτὰ διαφόρως κινεῖ παρὰ τὴν διαφορὰν τῶν ἀνθρώπων͵ εἰσάγοιτ΄ ἂν εἰκότως καὶ κατὰ τοῦτο ἡ ἐποχή͵ ὅ τι μὲν ἕκαστον φαίνεται τῶν ὑποκειμένων ὡς πρὸς ἑκάστην διαφορὰν ἴσως λέγειν ἡμῶν δυναμένων͵ τί δὲ ἔστι [κατὰ δύναμιν] ὡς πρὸς τὴν φύσιν οὐχ οἵων τε ὄντων ἀποφήνασθαι. ἤτοι γὰρ πᾶσι τοῖς ἀνθρώποις πιστεύσομεν ἢ τισίν. ἀλλ΄ εἰ μὲν πᾶσιν͵ καὶ ἀδυνάτοις ἐπιχειρήσομεν καὶ τὰ ἀντικείμενα παραδεξόμεθα· εἰ δὲ τισίν͵ εἰπάτωσαν ἡμῖν τίσι χρὴ συγκατατίθεσθαι· ὁ μὲν γὰρ Πλατωνικὸς λέξει ὅτι Πλάτωνι͵
ὁ Ἐπικούρειος δὲ Ἐπικούρῳ͵ καὶ οἱ ἄλλοι ἀναλόγως͵ καὶ οὕτως ἀνεπικρίτως στασιάζοντες αὖθις ἡμᾶς εἰς τὴν ἐποχὴν περιστήσουσιν. ὁ δὲ λέγων ὅτι τοῖς πλείστοις δεῖ συγκατατίθεσθαι παιδαριῶδές τι προοίσεται͵ οὐδενὸς δυναμένου πάντας τοὺς ἀνθρώπους ἐπελθεῖν καὶ διαλογίσασθαι τί τοῖς πλείστοις ἀρέσκει͵
ἐνδεχομένου τοῦ ἔν τισιν ἔθνεσιν͵
ἃ ἡμεῖς οὐκ ἴσμεν͵ τὰ μὲν παρ΄ ἡμῖν σπάνια τοῖς πλείοσι προσεῖναι τὰ δὲ ἡμῶν τοῖς πολλοῖς συμβαίνοντα σπάνια ὑπάρχειν͵
ὡς τοὺς πολλοὺς μὲν ὑπὸ φαλαγγίων δακνομένους μὴ ἀλγεῖν͵ τινὰς δὲ σπανίως ἀλγεῖν͵ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων ἰδιοσυγκρισιῶν τὸ ἀνάλογον.