1.23 Καὶ μὴν πρὸ τῆσδε τῆς οὐσίας͵ ὁρῶμέν τι καὶ χωριστὸν εἶδος ἐφ΄ ἑαυτοῦ͵ καὶ εἰς ἑαυτὸ ἐπιστρεφόμενον͵ οἷον τὸ τῆς λογικῆς ὑποστάσεως. Ἡ γοῦν ἡμετέρα ψυχὴ ἐφιστάνει ταῖς οἰκείαις ἐνεργείαις καὶ ἐπανορθοῦται ἑαυτήν· οὐκ ἂν τοῦτό γε͵ εἰ μὴ ἐπέστρεφε πρὸς ἑαυτήν· οὐκ ἂν δὲ τοῦτό γε͵ εἰ μὴ χωριστὴν εἶχε τὴν οὐσίαν͵ ὡς καὶ Ἀριστοτέλει δοκεῖ· οὐκ ἄρα αὕτη δεῖται τοῦ χείρονος. Ἀρχὴ αὕτη ἄρα τελεωτάτη; ἢ οὐ πάσας ὁμοῦ προβάλλεται τὰς ἐνεργείας͵ ἀλλὰ τῶν πλείστων ἀεί ἐστιν ἐνδεής· ἡ δὲ ἀρχὴ οὐδὲν ἔχειν βούλεται ἐνδεές· ἡ δέ ἐστιν οὐσία τῶν ἑαυτῆς ἐνεργειῶν ἐλλιπής. Ἀλλ΄ ἡ οὐσία αἰώνιος͵ εἴποι τις ἄν͵ καὶ ἀνενδεὴς καὶ ἔχουσα τὰς οὐσιώδεις ἐνεργείας ἀνελλιπεῖς καὶ ἀεὶ τῇ οὐσίᾳ συνδρόμους κατὰ τὸ αὐτοκίνητόν τε καὶ ἀείζων͵ καὶ εἴη ἂν αὕτη ἀρχή. Ἀλλ΄ ἓν εἶδος ἡ ψυχὴ τὸ ὅλον καὶ μία φύσις͵ πῆ μὲν ἀνενδεής͵ πῆ δὲ ἐνδεής· ἡ δὲ ἀρχὴ πάντη ἀνενδεής· ἡ ψυχὴ ἄρα ἡ καὶ τὰς μεταβαλλομένας ἐνεργείας προβαλλομένη οὐκ ἂν εἴη ἀρχή͵ ἥ γε κυριωτάτη. Δεῖ ἄρα καὶ πρὸ ταύτης εἶναι ἑτέραν͵ τὴν πανταχῆ ἀμετάβλητον κατά τε οὐσίαν καὶ ζωὴν καὶ γνῶσιν͵ κατά τε πάσας δυνάμεις καὶ ἐνεργείας͵ οἵαν τὴν ἀκίνητον καὶ αἰώνιον εἶναί φαμεν͵ αὐτὸν τὸν πολυτίμητον νοῦν ἐφ΄ ὃν καὶ Ἀριστοτέλης ἀναβὰς ᾠήθη τὴν πρώτην ἀρχὴν εὑρηκέναι· τί γὰρ καὶ ἐπιδεῖ τῇ πάντα συλλαβούσῃ ἐν ἑαυτῇ τὰ ἑαυτῆς πληρώματα͵ καὶ ἧς οὔτε πρόσθεσις οὔτε ἀφαίρεσις μεταβάλλει τι τῶν ὑπαρχόντων οὐδέποτε οὐδὲν οὐδενός; ἢ καὶ αὐτὴ ἕν ἐστι καὶ πολλά͵ ὅλον τε καὶ μέρη͵ πρῶτά τε ἐν αὐτῇ καὶ μέσα καὶ τελευταῖα. Τὰ δὲ χείρω πληρώματα δεῖται τῶν κρειττόνων͵ καὶ τὰ κρείττω τῶν χειρόνων͵ καὶ τὸ ὅλον τῶν μερῶν͵ τὰ γὰρ πρὸς ἄλληλα δεῖται ἀλλήλων͵ καὶ τὰ πρῶτα τῶν τελευταίων διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲν γὰρ καθ΄ ἑαυτὸ πρῶτον· ἀλλὰ μὴν καὶ τὸ ἓν τῶν πολλῶν ἐπιδεές͵ ὅτι ἐν πολλοῖς ἔχει τὸ εἶναι͵ ἢ τῶν πολλῶν ἐστι συναγωγὸν τοῦτο τὸ ἕν͵ καὶ οὐ καθ΄ ἑαυτό͵ ἀλλὰ σὺν ἐκείνοις· πολὺ ἄρα καὶ ἐν τῇ ἀρχῇ ταύτῃ τὸ ἐνδεές͵ ἐπεὶ καὶ ὡς γεννῶν ἐν ἑαυτῷ τὰ οἰκεῖα πληρώματα ὁ νοῦς͵ ἐξ ὧν ὁ σύμπας
1.24 ὁμοῦ συμπληροῦται͵ ἐπιδεὴς ἂν εἴη αὐτὸς ἑαυτοῦ͵ οὐ μόνον ὁ γεννώμενος τοῦ γεννῶντος͵ ἀλλὰ καὶ ὁ γεννῶν τοῦ γεννωμένου͵ πρὸς τὴν τοῦ γεννῶντος ἑαυτὸν ὅλου ὅλον συμπλήρωσιν. Ἔτι δὲ νοῶν ἐστι καὶ νοούμενος͵ νοητόν τε καὶ νοερὸν ἑαυτοῦ τε καὶ ἑαυτῷ͵ καὶ τὸ συναμφότερόν ἐστιν ὁ νοῦς. Οὐκοῦν τό τε νοερὸν δεῖται τοῦ νοητοῦ͵ ὡς οἰκείου ἐφέτου͵ τό τε νοητὸν προσδεῖται τοῦ νοεροῦ͵ ὅτι καὶ αὐτὸ νοερὸν εἶναι βούλεται͵ τό τε συναμφότερον ἑκατέρου προσδεές· εἰ καὶ ἡ τεῦξις ἀεὶ τῇ ἐνδείᾳ σύνεστιν͵ ὥσπερ τῇ ὕλῃ ὁ κόσμος· ἀλλὰ φύσει γε ὅμως καὶ ἔνδειά τις τῷ νῷ συνουσίωται͵ πρός τε τὸ μὴ εἶναι ἀρχὴν τὴν κυριωτάτην. Μήποτε οὖν συναιρετέον τὸν νοῦν εἰς τὸ τῶν ὄντων ἁπλούστατον͵ ὃ δὴ ἓν ὂν καλοῦμεν· μηδενὸς γὰρ ἐκεῖ διακεκριμένου τὸ πάμπαν͵ μηδέ τινος ἐνούσης πληθύος ἢ τάξεως ἢ διπλόης ἢ πρὸς ἑαυτὸ ἐπιστροφῆς͵ τὶς ἂν ἔνδεια φανείη τῷ πάντη ἡνωμένῳ͵ καὶ μάλιστά γε ἡ τοῦ χείρονος ἔνδεια ἀφ΄ ἧς τανῦν ὥρμησεν ὁ λόγος. Διὸ καὶ ἐπὶ ταύτην ἀρχὴν ἀσφαλεστάτην ἀνέβη Παρμενίδης ὁ μέγας͵ ὡς ἀνενδεεστάτην. ῍Η πάντως μὲν δεῖ τὸ τοῦ Πλάτωνος ἐννοεῖν͵ ὡς τὸ ἡνωμένον οὐκ ἔστιν αὐτὸ τὸ ἕν͵ ἀλλὰ τὸ πεπονθὸς ἐκεῖνο͵ καὶ δῆλον ὅτι μετ΄ ἐκεῖνο τετάξεται· οὐ μέντοι͵ ἀλλὰ καὶ κατὰ τὸν παρόντα τρόπον τῶν λόγων͵ τὸ ἡνωμένον ἐνδείκνυται ἐν ἑαυτῷ ἔχον͵ τό τε ἑνιζόμενον (εἰ καὶ ἐπ΄ ἔσχατον εἴη καταπεπομένον τὸ ἑνιζόμενον ὑπὸ τοῦ ἑνίζοντος͵ ὅμως γὰρ ἡνωμένον ὑπόκειται)͵ καὶ αὐτὸ τὸ ἕν. Εἴ γε ἐκ στοιχείων τὸ ὄν͵ ὡς δοκεῖ λέγειν τὸ μικτὸν ὁ Πλάτων͵ δεῖται τῶν ἑαυτοῦ στοιχείων͵ εἴτε χαλάσαν τῆς τοῦ ἑνὸς ἁπλότητος ἔστη τι κατὰ τὸ μέτρον τοῦ ἑνός͵ οἷον παχὺ καὶ ἀμφιλαφὲς συμπροβαλλόμενον ἅμα ἑαυτῷ· καὶ τὰ στοιχεῖα οὔτι γέ φημι διακρινόμενα͵
1.25 ἀλλὰ τῷ ἑαυτοῦ ἑνὶ δεδεμένα καὶ ἔτι οἷον συγκεχυμένα͵ τοσοῦτόν γε προβληθέντα ὅσον ἐκεῖνο͵ μηκέτι ἓν εἶναι͵ ἀλλ΄ ἡνωμένον͵ οὐσία ἤδη ἀντὶ ἑνάδος. Οὕτω γὰρ ἄν τις ἀπολογήσαιτο τὸ μικτὸν ἀκριβολογούμενος͵ καὶ εὐλαβούμενος μή τι ποιεῖν ἐκ τῶν κρειττόνων τὸ κρεῖττον͵ ἀλλὰ σὺν τῷ κρείττονι καὶ ἀπὸ τούτου καὶ ἐν τούτῳ τὰ χείρω. Ἀλλὰ δὴ καὶ οὕτως τὸ ἐν αὐτῷ ἓν τοῦ ἐν αὐτῷ αὐτοενός͵ καὶ τὸ συναμφότερον ἑκατέρου πάντως ἐπιδεές. Εἰ δὲ καὶ ἄλλη μὲν ἔννοια τοῦ εἶναι͵ ἄλλη δὲ τοῦ ἡνῶσθαι͵ τὸ δὲ ὅλον ἡνωμένον καὶ ὄν͵ δεῖται ταῦτα ἀλλήλων͵ καὶ τῶν δυεῖν τὸ ὅλον͵ ὃ δὴ καλεῖται ἓν ὄν· καὶ εἰ μὲν τὸ ἓν κρεῖττον͵ δεήσεται τοῦτο τοῦ ὄντος εἰς τὴν τοῦ ἑνὸς ὄντος ὑπόστασιν· εἰ δὲ τὸ ὂν τοῦ ἑνὸς ὡς ἐπιγιγνόμενον͵ οἷον εἶδος͵ τῷ μικτῷ καὶ ἡνωμένῳ͵ ὡς τῷ ἅμα ζῴῳ λογικῷ͵ θνητῷ ἡ ἀνθρώπου ἰδιότης͵ καὶ οὕτως ἐπιδεὲς ἔσται τὸ ἓν τοῦ ὄντος· εἰ δέ͵ ὅπερ ὀρθότερον λέγειν͵ διττὸν τὸ ἕν͵ τὸ μὲν τῆς μίξεως αἴτιον͵ ὃ προϋπάρξει τοῦ ὄντος͵ τὸ δὲ καὶ τῷ ὄντι ἐπανορθοῦν͵ περὶ μὲν γὰρ τούτων εἰσαῦθις͵ ἐὰν δέῃ͵ πλείω ἐροῦμεν͵ ὅμως τὸ ἐνδεὲς οὐδὲ ταύτην παντελῶς ἀπολείψει τὴν φύσιν· οὐδὲ τὸ τοῦ χείρονός φημι ἐνδεές͵ ἐφ΄ ᾧ πρόεισιν ὁ τῆς ἀναβάσεως τρόπος. Ἀλλὰ μὴν ἐπὶ πᾶσι τούτοις τὸ ἓν πάντη ἂν εἴη ἀνενδεές· οὔτε γὰρ τοῦ μεθ΄ αὑτὸ ἐνδεῖται πρὸς τὸ εἶναι (καθ΄ ἑαυτὸ γάρ ἐστι τῶν πάντων κεχωρισμένον) τόγε ὡς ἀληθῶς ἕν͵ οὔτε τοῦ ἐν ἑαυτῷ χείρονος ἢ κρείττονος (οὐδὲν γὰρ ἐν αὐτῷ ἐστιν παρ΄ ἑαυτό)͵ ἀλλ΄ οὐδὲ ἑαυτοῦ. Ἓν δ΄ ἔστιν͵ ὅ τι μηδὲ ἔχει τινὰ διπλόην πρὸς ἑαυτό· οὐδὲ γὰρ αὐτὸ τὸ πρὸς ἑαυτὸ ῥητέον ἐπὶ τοῦ ὄντως͵ ἁπλοῦν γὰρ πάντη· τοῦτο ἄρα τὸ πάντων ἀνενδεέστατον· τοῦτο ἄρα πάντων ἀρχή͵ καὶ τοῦτο αἴτιον͵ καὶ τοῦτο πρῶτον ἅπαξ ἁπάντων. Ἀλλ΄ εἰ τὰ τρία ταῦτα αὐτῷ πρόσ εστιν͵ οὐκ ἂν εἴη ἕν; ἢ τῷ γε ἑνὶ πάντα κατὰ τὸ ἓν ὑπάρξει͵ καὶ ταῦτα͵ καὶ ὅσα ἄλλα αὐτοῦ κατηγορήσομεν͵ οἷον καὶ τὸ ἁπλούστατον καὶ τὸ κράτιστον καὶ τὸ ἄριστον καὶ τὸ πάντων σωστικόν͵ καὶ αὐτό γε τἀγαθόν͵ καὶ πάντα εἴ τις αὐτὸ λέγοι κατὰ τὴν τοῦ ἑνὸς ἁπλότητα͵ ἐπεὶ πάμφορον οὖσαν καὶ ἔτι πρότερον πανούσιον͵
1.26 διά τοι τοῦτο καὶ πάντροπον. Ἀλλ΄ εἰ ἀληθῆ καὶ οὕτως ταῦτα ἐπὶ τοῦ ἑνός͵ ἐνδεὲς ἂν εἴη καὶ οὕτω τῶν μεθ΄ ἑαυτό͵ κατά γε ταῦτα ἃ προστίθεμεν αὐτῷ καὶ ὁπωσοῦν· ἥ τε γὰρ ἀρχὴ τῶν ἀπ΄ ἀρχῆς͵ καὶ τὸ αἴτιον τῶν αἰτιατῶν͵ καὶ τὸ πρῶτον τῶν μετ΄ αὐτὸ τεταγμένων ἐστί τε καὶ λέγεται͵ ἔτι δὲ τὸ ἁπλοῦν κατὰ ἄλλων ὑπεροχήν͵ καὶ τὸ κράτιστον κατὰ τὴν πρὸς τὰ κρατούμενα δύναμιν͵ καὶ τὸ ἀγαθόν τε καὶ ἐφετὸν καὶ σωστικὸν τῶν σωζομένων καὶ ἐφιεμένων ἐστί· καὶ δὴ πάντα εἰ λέγοιτο͵ κατὰ τὴν πάντων ἐν αὐτῷ πρόληψιν ῥηθήσεται τὴν κατ΄ αὐτό γε μόνον τὸ ἕν͵ ὅμως δὲ πάντων μίαν πρὸ πάντων αἰτίαν͵ οὐκ ἄλλην οὖσαν͵ ἀλλὰ καὶ ταύτην κατὰ τὸ ἕν· ᾗ μὲν ἄρα καὶ μόνον͵ ταύτῃ ἀνενδεέστατον· ᾗ δὲ ἀνενδεέστατον͵ ἀρχὴ πρώτη καὶ ῥίζα πασῶν ἀρχῶν ἡ ἀκλινεστάτη· ᾗ δὲ καὶ ὁπωσοῦν ἀρχὴ καὶ ἡ πρώτη αἰτία τῶν πάντων καὶ πᾶσιν ἐφετὴ προϊδρυμένη͵ ταύτῃ δὲ ἐνδεές πως εἶναι φαντάζεται τούτων͵ πρὸς ἅ ἐστιν· ἔχει τι ἄρα͵ εἰ θέμις εἰπεῖν͵ καὶ ἐνδείας ἀκρότατον ἴχνος͵ ὥσπερ ἀνάπαλιν ἡ ὕλη τοῦ ἀνενδεοῦς ἔσχατον ἀπήχημα͵ κατ΄ αὐτό γε ὅ ἐστιν ἕν͵ ἀμυδρότατον. Καὶ δοκεῖ μὲν ὁ λόγος ἔχειν τινὰ περιτροπήν· ᾗ γὰρ ἕν͵ καὶ ἀνενδεές͵ εἴπερ καὶ ἀρχὴ πέφηνε κατὰ τὸ ἀνενδεέστατον καὶ ἕν· ἀλλ΄ ὅμως ᾗ ἕν͵ καὶ ἀρχή· καὶ ᾗ μὲν ἕν͵ ἀνενδεές͵ ᾗ δὲ ἀρχή͵ καὶ ἐνδεές· ᾗ ἄρα ἀνενδεές͵ καὶ ἐνδεές͵ ἀλλ΄ οὐ κατὰ ταὐτόν͵ ἀλλὰ πρὸς μὲν τὸ εἶναι ὅ ἐστιν͵ ἀνενδεές͵ ὡς δὲ καὶ τὰ ἄλλα παράγον καὶ προειληφός͵ ἐνδεές· ἴδιον δὲ καὶ τοῦτο τοῦ ἑνός· ὥστε κατὰ τὸ ἓν ἑκάτερον͵ καὶ οὐκ ἄρα ἑκάτερον οὕτως ὡς ὁ λόγος μερίζει τὸ ἑκάτερον λέγων͵ ἀλλ΄ ἓν μόνον͵ κατὰ δὲ τοῦτο τά τε ἄλλα καὶ τὸ ἐνδεές. Καὶ πῶς γὰρ οὐχὶ καὶ τοῦτο εἴη ἂν κατὰ τὸ ἕν͵ ὥσπερ τὰ ἄλλα πάντα ὅσα ἀπ΄ αὐτοῦ πρόεισιν; τούτων γάρ τι καὶ τὸ ἐνδεές· ἄλλο τι ἄρα ζητητέον͵ ὃ μηδαμῶς ἕξει τὸ ἐνδεὲς μηδ΄ ὁπωστιοῦν· εἴη δ΄ ἂν τοιοῦτον ὂν μηδὲ ὅτι ἀρχὴ ἀληθὲς εἰπεῖν͵ μηδ΄ αὐτό γε τοῦτο ὃ σεμνότατον ἔδοξε λέγεσθαι τὸ ἀνενδεέστατον. Καὶ τοῦτο γὰρ ὑπεροχὴν σημαίνει καὶ ἐξαίρεσιν τοῦ ἐνδεοῦς· οὐδὲ γὰρ τὸ πάντων ἐξῃρημένον αὐτὸ καλεῖν
1.27 ἠξιοῦμεν͵ ἀλλὰ τὸ πάντη ἀπερινόητον καὶ πάντη σιγώμενον· τοῦτο γὰρ εἴη δικαιότατα τὸ νῦν ζητούμενον ἀξίωμα τῆς ἐννοίας͵ οὐδὲ ταύτης τι φθεγγομένης͵ ἀλλὰ τὸ μὴ φθέγγεσθαι ἀγαπώσης καὶ ταύτῃ σεβομένης ἐκείνην τὴν ἀμήχανον ἀγνωσίαν. Ἔστι μὲν οὖν καὶ οὗτος τρόπος ἀναβάσεως τῆς ἐπὶ τὸ πρῶτον οὕτω λεγόμενον͵ μᾶλλον δὲ τὸ πάντων ἐπέκεινα τῶν ὁπωσδήποτε τιθεμένων· ἔστι δὲ καὶ οὗτος ἕτερος͵ οὐ τὸ ἀνενδεὲς τοῦ χείρονος προτιμῶν τοῦ ἐνδεοῦς͵ ἀλλὰ τὸ ἐνδεὲς τοῦ κρείττονος ἐν δευτέρῳ τιθέμενος αὐτοῦ τοῦ κρείττονος͵ αὐτίκα τὸ δυνάμει πανταχοῦ τοῦ ἐνεργείᾳ δεύτερον· ἵνα γὰρ ἔλθῃ εἰς τὸ ἐνεργείᾳ καὶ μὴ μείνῃ μάτην δυνάμει͵ τοῦ ἐνεργείᾳ προσδεῖται· οὐδέποτε γὰρ ἀπὸ τοῦ χείρονος ἀναβλαστάνει τὸ κρεῖττον· ἔστω γὰρ ἡμῖν καὶ τοῦτο προωρισμένον͵ κατὰ τὰς κοινὰς ἐννοίας ἀπαντῶντας ἀδιαστροφοῦν. Οὐκοῦν ἡ ὕλη πρὸ αὐτῆς ἔχει τὸ ἔνυλον εἶδος͵ ὅτι δυνάμει τὸ εἶδος ἡ ὕλη πᾶσα͵ εἴτε ἡ πρώτη κατὰ τὸ πάντη ἀνείδεον εὑρισκομένη͵ εἴτε ἡ δευτέρα κατὰ τὸ ἄποιον ἱσταμένη σῶμα· πρὸς ἣν καὶ εἰκὸς ἀποβλέψαι πρώτην τοὺς ἐζητηκότας τὰ αἰσθητά͵ ἃ καὶ μόνα ἔδοξεν εἶναι τὴν πρώτην· ἡ γὰρ κοινότης τῶν διαφερόντων στοιχείων ἔπειθεν αὐτοὺς εἶναί τι σῶμα ἄποιον νῷ· καὶ δῆλον ὅτι αἱ ποιότητες͵ καθ΄ ἃς αἱ διαφοραὶ συνίστανται͵ τοῦ ἀποίου σώματος ὑπερφέρουσιν αὐτοῦ͵ ὡς ὕλης τινὸς εἴδη προϋπάρχουσαι. Τί οὖν; τῆς οὐσίας κρείττω τὰ συμβεβηκότα φαίη τις ἄν; ἢ οὐδὲν μὲν θαυμαστὸν ἀντιπλεονεκτεῖν ἄλληλα τὰ συνόντα ἀλλήλοις καὶ ἀντιμετέχειν τὰ συμπληροῦντα ὁμοῦ τι τὸ ἐκ πάντων ἕν. Ἔπειτα καὶ διττὸν τὸ ποιόν͵ τὸ μὲν οὐσιῶδες͵ οἷον αὐτὸ τὸ πῦρ (αὐτὸ
1.28 λέγω τὸ εἶδος)͵ καὶ ἄνθρωπος καὶ τῶν ἄλλων ἕκαστον͵ καθὸ ποιὸν σῶμα ἕκαστόν ἐστι͵ καὶ τὰ ἑκάστου στοιχεῖα͵ οἷον πυρὸς ἡ θερμότης καὶ λαμπρό της͵ καὶ ἀνθρώπου τὸ θνητὸν καὶ λογικόν͵ τὴν μορφήν͵ ὥσπερ ἔχει τὸ ὄρθιόν τε καὶ διηρθρωμένον· ἐφ΄ ἑκάστου τε τὰ ἑκάστου πληρώματα τῆς οὐσίας͵ οἷς ἅμα τὸ ὅλον εἶδος ἐποίωσε τὸ δεύτερον ὑποκείμενον εἰδοποιῷ ποιότητι͵ τῇ ἁπλῶς λεγομένῃ πρὸς τὸ ἄποιον σῶμα· τὸ δέ ἐστιν͵ ποιὸν ἐπεισοδιῶδες καὶ συμβεβηκός͵ ὅπερ ἐν ἄλλῳ κατ΄ οὐσίαν ὄν͵ ἄλλῳ προσγίγνεται κατὰ συμβεβηκός͵ καὶ πάντως ὅτι πεποιωμένῳ κατ΄ οὐσίαν προσ γίγνεται τῷ σώματι͵ ὥστε ἀναγκαίως χεῖρον ἔσται τοῦτο τῆς ὑποδεχομένης οὐσίας͵ ἤδη οὔσης εἰδητικῆς τε καὶ προηγουμένης. Ὅτι δὲ τὸ ἄποιον σῶμα πρώτῃ ποιοῦται τῇ οὐσιώδει ποιότητι͵ δῆλον· τῶν γὰρ συμβεβηκότων ἐπιγιγνομένων͵ ἕκαστα μένει τὰ εἴδη͵ κατέχοντα τὴν ὑποκειμένην τοῦ σώματος ἕδραν͵ περὶ ἃ μένοντα ἡ μεταβολὴ θεωρεῖται τῶν συμβεβηκότων. Εἰκότως ἄρα πρὸ τοῦ ἀποίου σώματος τὸ πεποιωμένον τιθέμεθα͵ καὶ διὰ τοῦτο ὂν αἰσθητὸν ἤδη καὶ ὁ φαινόμενος ὅδε κόσμος. Ἀλλ΄ ἐπεὶ τῶν τοιούτων δὲ σωμά των τὰ μὲν ἔνδοθεν ἔχει τὸ διοικοῦν͵ τὰ δὲ ἔξωθεν͵ ὥσπερ τὰ τεχνητά͵ δεῖ καὶ τὴν φύσιν προσεννοεῖν ὥς τι κρεῖττον οὖσαν τῶν ποιοτήτων͵ ἐν αἰτίας τάξει προτεταγμένον͵ ὡς τὴν τέχνην τῶν τηχνητῶν. Ἀλλὰ καὶ τῶν ἔνδοθεν διοικουμένων τὰ μὲν εἶναι μόνον δοκεῖ͵ τὰ δὲ τρέφεσθαι καὶ αὔξειν καὶ τὰ ὅμοια γεννᾶν· ἔστιν ἄρα τις αἰτία καὶ ἄλλη πρὸ τῆς εἰρημένης φύσεως ἡ φυτικὴ αὕτη δύναμις· φανερὸν δὲ ὅτι πάντα ὅσα τῷ σώματι ἐπιγίγνεται προϋποκειμένῳ ἀσώματά ἐστι καθ΄ ἑαυτά͵ εἰ καὶ σωματοειδῆ γίγνεται κατὰ μέθεξιν τοῦ ἐν ᾧ ἐστιν͵ ὡς ὑλικὰ λέγεταί τε καὶ ἔστι κατὰ τὴν ἀπὸ τῆς ὕλης πεπόνθησιν· καὶ αἱ ποιότητες ἄρα͵ καὶ αἱ φύσεις ἔτι μᾶλλον͵ καὶ ἔτι μέντοι μειζόνως ἡ φυτικὴ ζωὴ τὸ ἀσώματον διασώζουσι καθ΄ ἑαυτάς. Ἀλλ΄ ἐπεὶ καὶ ἄλλην ἡ αἴσθησις ὑποδείκνυσι τρανεστέραν ζωὴν τῶν κατὰ τὴν ὁρμὴν ἤδη καὶ τόπον κινουμένων͵ ταύτην πρὸ ἐκείνης θετέον;