ἀναγκαῖον οὖν καὶ διὰ τὴν τῶν ἀνθρώπων διαφορὰν εἰσάγεσθαι τὴν ἐποχήν. Ἐπεὶ δὲ φίλαυτοί τινες ὄντες οἱ δογματικοί φασι δεῖν τῶν ἄλλων ἀνθρώπων ἑαυτοὺς προκρίνειν ἐν τῇ κρίσει τῶν πραγμάτων͵ ἐπιστάμεθα μὲν ὅτι ἄτοπός ἐστιν ἡ ἀξίωσις αὐτῶν (μέρος γάρ εἰσι καὶ αὐτοὶ τῆς διαφωνίας· καὶ ἐὰν αὑτοὺς προκρίνοντες οὕτω κρίνωσι τὰ φαινόμενα͵ πρὶν ἄρξασθαι τῆς κρίσεως τὸ ζητούμενον συναρπάζουσιν͵ ἑαυτοῖς τὴν κρίσιν ἐπιτρέποντες)͵ ὅμως δ΄ οὖν ἵνα καὶ ἐπὶ ἑνὸς ἀνθρώπου τὸν λόγον ἱστάντες͵
οἷον τοῦ παρ΄ αὐτοῖς ὀνειροπολουμένου σοφοῦ͵ ἐπὶ τὴν ἐποχὴν καταντῶμεν͵
τὸν τρίτον τῇ τάξει τρόπον
προχειριζόμεθα. τοῦτον δ΄ ἐλέγομεν τὸν ἀπὸ τῆς διαφορᾶς τῶν αἰσθήσεων. ὅτι δὲ διαφέρονται αἱ αἰσθήσεις πρὸς ἀλλήλας͵
πρόδηλον. αἱ γοῦν γραφαὶ τῇ μὲν ὄψει δοκοῦσιν εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν͵
οὐ μὴν καὶ τῇ ἁφῇ. καὶ τὸ μέλι τῇ μὲν γλώττῃ ἡδὺ φαίνεται ἐπί τινων͵
τοῖς δ΄ ὀφθαλμοῖς ἀηδές· ἀδύνατον οὖν ἐστιν εἰπεῖν πότερον ἡδύ ἐστιν εἰλικρινῶς ἢ ἀηδές. καὶ ἐπὶ τοῦ μύρου ὁμοίως· τὴν μὲν γὰρ ὄσφρησιν εὐφραίνει͵
τὴν δὲ γεῦσιν ἀηδίζει. τό τε εὐφόρβιον ἐπεὶ τοῖς μὲν ὀφθαλμοῖς λυπηρόν ἐστι τῷ δὲ ἄλλῳ σώματι παντὶ ἄλυπον͵
οὐχ ἕξομεν εἰπεῖν͵
πότερον ἄλυπόν ἐστιν εἰλικρινῶς τοῖς σώμασιν ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἢ λυπηρόν. τό τε ὄμβριον ὕδωρ ὀφθαλμοῖς μέν ἐστιν ὠφέλιμον͵ ἀρτηρίαν δὲ καὶ πνεύμονα τραχύνει͵
καθάπερ καὶ τὸ ἔλαιον͵
καίτοι τὴν ἐπιφάνειαν παρηγοροῦν. καὶ ἡ θαλαττία νάρκη τοῖς μὲν ἄκροις προστεθεῖσα ναρκᾶν ποιεῖ͵ τῷ δ΄ ἄλλῳ σώματι ἀλύπως παρατίθεται. διόπερ ὁποῖον μὲν ἔστι πρὸς τὴν φύσιν ἕκαστον τούτων οὐχ ἕξομεν λέγειν͵ ὁποῖον δὲ φαίνεται ἑκάστοτε δυνατὸν εἰπεῖν. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ΄ ἵνα μὴ διατρίβωμεν͵ διὰ τὴν πρόθεσιν [τοῦ τρόπου] τῆς συγγραφῆς ἐκεῖνο λεκτέον. ἕκαστον τῶν φαινομένων ἡμῖν αἰσθητῶν ποικίλον ὑποπίπτειν δοκεῖ͵ οἷον τὸ μῆλον λεῖον εὐῶδες γλυκὺ ξανθόν. ἄδηλον οὖν πότερόν ποτε ταύτας μόνας
ὄντως ἔχει τὰς ποιότητας͵ ἢ μονόποιον μέν ἐστιν͵ παρὰ δὲ τὴν διάφορον κατασκευὴν τῶν αἰσθητηρίων διάφορον φαίνεται͵ ἢ καὶ πλείονας μὲν τῶν φαινομένων ἔχει ποιότητας͵
ἡμῖν δ΄ οὐχ ὑποπίπτουσί τινες αὐτῶν. μονόποιον μὲν γὰρ εἶναι τοῦτο ἐνδέχεται λογίζεσθαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων περὶ τῆς εἰς τὰ σώματα ἀναδιδομένης τροφῆς καὶ τοῦ ὕδατος τοῦ εἰς τὰ δένδρα ἀναδιδομένου καὶ τοῦ πνεύματος τοῦ [ἐν] αὐλοῖς καὶ σύριγξι καὶ τοῖς παραπλησίοις ὀργάνοις ἐμπνεομένου· δύναται γὰρ καὶ τὸ μῆλον μονοειδὲς μὲν εἶναι͵
διάφορον δὲ θεωρεῖσθαι παρὰ τὴν διαφορὰν τῶν αἰσθητηρίων περὶ ἃ γίνεται αὐτοῦ ἡ ἀντίληψις. πλείονας δὲ τῶν φαινομένων ἡμῖν ποιοτήτων ἔχειν τὸ μῆλον ποιότητας δύνασθαι οὕτως ἐπι λογιζόμεθα. ἐννοήσωμέν τινα ἐκ γενετῆς ἁφὴν μὲν ἔχοντα καὶ ὄσφρησιν καὶ γεῦσιν͵ μήτε δὲ ἀκούοντα μήτε ὁρῶντα. οὗτος τοίνυν ὑπολήψεται μήτε ὁρατόν τι εἶναι τὴν ἀρχὴν μήτε ἀκουστόν͵ ἀλλὰ μόνα ἐκεῖνα τὰ τρία γένη τῶν ποιοτήτων ὑπάρχειν ὧν ἀντιλαμβάνεσθαι δύναται. καὶ ἡμᾶς οὖν ἐνδέχεται τὰς πέντε μόνας αἰσθήσεις ἔχοντας μόνον ἀντι λαμβάνεσθαι͵ ἐκ τῶν περὶ τὸ μῆλον ποιοτήτων͵
ὧν ἐσμεν ἀντιληπτικοί· ὑποκεῖσθαι δὲ ἄλλας οἷόν τέ ἐστι ποιότητας͵ ὑποπιπτούσας ἑτέροις αἰσθητηρίοις͵
ὧν ἡμεῖς οὐ μετεσχήκαμεν͵
διὸ οὐδὲ ἀντιλαμβανόμεθα τῶν κατ΄ αὐτὰς αἰσθητῶν. ἀλλ΄ ἡ φύσις συνεμετρήσατο͵
φήσει τις͵ τὰς αἰσθήσεις πρὸς τὰ αἰσθητά. ποία φύσις͵
διαφωνίας τοσαύτης ἀν επικρίτου παρὰ τοῖς δογματικοῖς οὔσης περὶ τῆς ὑπάρξεως τῆς κατ΄ αὐτήν; ὁ γὰρ ἐπικρίνων αὐτὸ τοῦτο εἰ ἔστι φύσις͵ εἰ μὲν ἰδιώτης εἴη͵ ἄπιστος ἔσται κατ΄ αὐτούς͵
φιλόσοφος δὲ ὢν μέρος ἔσται τῆς διαφωνίας καὶ κρινόμενος αὐτὸς ἀλλ΄ οὐ κριτής. πλὴν ἀλλ΄ εἰ ἐνεχώρει καὶ ταύτας μόνας ὑποκεῖσθαι παρὰ τῷ μήλῳ τὰς ποιότητας ὧν ἀντιλαμβάνεσθαι δοκοῦμεν͵
καὶ πλείους τούτων͵
ἢ πάλιν μηδὲ τὰς ἡμῖν ὑποπιπτούσας͵
ἄδηλον ἡμῖν ἔσται ὁποῖόν ἐστι τὸ μῆλον. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν λόγος. τῶν αἰσθήσεων μέντοι μὴ καταλαμβανουσῶν τὰ ἐκτός͵
οὐδὲ ἡ διάνοια ταῦτα δύναται καταλαμβάνειν͵
σφαλλουσῶν αὐτὴν τῶν ὁδηγῶν ὥστε καὶ διὰ τοῦτον τὸν λόγον ἡ περὶ τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ συνάγεσθαι δόξει. Ἵνα δὲ καὶ ἐπὶ μιᾶς ἑκάστης αἰσθήσεως ἱστάντες τὸν λόγον͵
ἢ καὶ ἀφιστάμενοι τῶν αἰσθήσεων͵ ἔχωμεν καταλήγειν εἰς τὴν ἐποχήν͵ παραλαμβάνομεν καὶ τὸν τέταρτον τρόπον αὐτῆς. ἔστι δ΄ οὗτος ὁ παρὰ τὰς περιστάσεις καλούμενος͵
περιστάσεις λεγόντων ἡμῶν τὰς διαθέσεις. θεωρεῖσθαι δ΄ αὐτόν φαμεν ἐν τῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν͵
ἐν τῷ ἐγρηγορέναι ἢ καθεύδειν͵
παρὰ τὰς ἡλικίας͵
παρὰ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν͵ παρὰ τὸ μισεῖν ἢ φιλεῖν͵
παρὰ τὸ ἐνδεεῖς εἶναι ἢ κεκορεσμένους͵ παρὰ τὸ μεθύειν ἢ νήφειν͵
παρὰ τὰς προδιαθέσεις͵ παρὰ τὸ θαρρεῖν ἢ δεδιέναι͵ [ἢ] παρὰ τὸ λυπεῖσθαι ἢ χαίρειν. οἷον παρὰ μὲν τὸ κατὰ φύσιν ἢ παρὰ φύσιν ἔχειν ἀνόμοια ὑποπίπτει τὰ πράγματα͵ ἐπεὶ οἱ μὲν φρενιτίζοντες καὶ οἱ θεοφορούμενοι δαιμόνων ἀκούειν δοκοῦσιν͵ ἡμεῖς δὲ οὔ. ὁμοίως δὲ ἀποφορᾶς στύρακος ἢ λιβανωτοῦ ἤ τινος τοιούτου καὶ ἄλλων πλειόνων ἀντιλαμβάνεσθαι πολλάκις λέγουσιν͵ ἡμῶν μὴ αἰσθανομένων. καὶ τὸ αὐτὸ ὕδωρ φλεγμαίνουσι μὲν τόποις ἐπι χυθὲν ζεστὸν εἶναι δοκεῖ͵ ἡμῖν δὲ χλιαρόν. καὶ τὸ αὐτὸ ἱμάτιον τοῖς μὲν ὑπόσφαγμα ἔχουσι φαίνεται κιρρόν͵
ἐμοὶ δὲ οὔ. καὶ τὸ αὐτὸ μέλι ἐμοὶ μὲν φαίνεται γλυκύ͵ τοῖς δὲ ἰκτερικοῖς πικρόν. εἰ δέ τις λέγει ὅτι χυμῶν τινων παρα πλοκὴ ἀνοικείους φαντασίας ἐκ τῶν ὑποκειμένων ποιεῖ τοῖς παρὰ φύσιν ἔχουσιν͵ λεκτέον ὅτι ἐπεὶ καὶ οἱ ὑγιαίνοντες χυμοὺς ἔχουσιν ἀνακεκραμένους͵
δύνανται οὗτοι τὰ ἐκτὸς ὑποκείμενα͵ τοιαῦτα ὄντα τῇ φύσει ὁποῖα φαίνεται τοῖς παρὰ φύσιν ἔχειν λεγομένοις͵ ἑτεροῖα φαίνεσθαι ποιεῖν τοῖς ὑγιαίνουσιν. τὸ γὰρ ἐκείνοις μὲν τοῖς χυμοῖς μεταβλητικὴν τῶν ὑποκειμένων διδόναι δύναμιν͵ τούτοις δὲ μή͵
πλασματικόν ἐστιν͵
ἐπεὶ καὶ ὥσπερ οἱ ὑγιαίνοντες κατὰ φύσιν μὲν τὴν τῶν ὑγιαινόντων ἔχουσι͵
παρὰ φύσιν δὲ τὴν τῶν νοσούντων͵ οὕτω καὶ οἱ νοσοῦντες παρὰ φύσιν μὲν ἔχουσι τὴν τῶν ὑγιαινόντων͵ κατὰ φύσιν δὲ τὴν τῶν νοσούντων͵ ὥστε κἀκείνοις πρός τι κατὰ φύσιν ἔχουσι πιστευτέον. παρὰ δὲ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι διάφοροι
γίνονται φαντασίαι͵ ἐπεὶ ὡς καθ΄ ὕπνους φανταζόμεθα͵ οὐ φανταζόμεθα ἐγρηγορότες͵ οὐδὲ ὡς φανταζόμεθα ἐγρηγορότες͵ καὶ κατὰ τοὺς ὕπνους φανταζόμεθα͵ ὥστε εἶναι αὐταῖς ἢ μὴ εἶναι γίνεται οὐχ ἁπλῶς ἀλλὰ πρός τι· πρὸς γὰρ τὸ καθ΄ ὕπνους ἢ πρὸς ἐγρήγορσιν.