7ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.29-1.30)


1.29 ὡς κυριωτέραν ἀρχὴν καὶ ὡς ἀμείνονός τινος εἴδους χορηγὸν τοῦ αὐτοκινήτου ζῴου προτερεύοντος φύσει τοῦ κατὰ γῆς ἐρριζωμένου φυτοῦ. Καὶ μὴν τὸ ζῷον οὐκ ἀκριβῶς αὐτοκίνητον· οὐ γὰρ ὅλον δι΄ ὅλου τοιοῦτον͵ ἀλλὰ μέρος μὲν αὐτὸ κινεῖ ἕν͵ μέρος δὲ κινεῖται· φαινόμενον ἄρα τοῦτό ἐστιν αὐτοκίνητον· δεῖ ἄρα πρὸ αὐτοῦ εἶναι τὸ ἀληθινὸν αὐτοκίνητον͵ ὃ καθ΄ ὅλον ἑαυτὸ κινοῦν ἐστι καὶ κινούμενον͵ ἵνα τούτου εἴδωλον ᾖ τὸ φαινόμενον. Καὶ δὴ τὴν κινοῦσαν τὸ σῶμα ψυχὴν κυριωτέραν θετέον αὐτοκίνητον οὐσίαν· διττὴ μὲν αὕτη͵ ἡ μὲν λογική͵ ἡ δὲ ἄλογος· ὅτι γὰρ καὶ τὴν λογικὴν ὑπαγορεύει ἡ αἴσθησις͵ φανερόν. ῏Η οὐχὶ καὶ ἕκαστος ἑαυτοῦ συναισθάνεται τρανέστερον ἢ ἀμυδρότερον͵ ἐπιστρεφομένου πρὸς ἑαυτὸν ἐν ἐπιμελείαις τε καὶ ζητήσεσιν ἑαυτοῦ καὶ ἐπιστάσεσιν ἑαυτοῦ ζωτικαῖς τε καὶ γνωστικαῖς; ἡ γὰρ ταῦτα δυναμένη οὐσία͵ λογισμῷ καὶ τὰ καθόλου συναιροῦσα͵ λογικὴ ἂν εἴη δικαίως. Ἀλλὰ δὴ καὶ ἡ ἄλογος εἰ καὶ ταῦτα μὴ φαίνοιτο διεξιοῦσα καὶ λογιζομένη πρὸς ἑαυτήν͵ ἀλλ΄ ὅμως ἐκίνει τὰ σώματα ἀπὸ τόπου εἰς τόπον͵ αὐτὴ πρότερον κινουμένη καθ΄ ἑαυτήν· ἄλλοτε γὰρ ἄλλην ὁρμὴν προβάλλεται. Ἆρα οὖν ἑαυτὴν κινεῖ ἀπ΄ ἄλλης εἰς ἄλλην ὁρμήν; ἢ ὑφ΄ ἑτέρου κινεῖται͵ οἷον͵ ὥς φασι͵ τῆς ὅλης ἐν τῷ κόσμῳ λογικῆς ψυχῆς· ἀλλὰ τοῦτο μὲν ἄτοπον φάναι͵ τὰς ἑκάστης ἀλόγου ψυχῆς ἐνεργείας οὐκ αὐτῆς λέγειν ἐκείνης͵ ἀλλὰ τῆς θειοτέρας͵ καίτοι ἀπείρους οὔσας καὶ ἀορίστους καὶ πολλῷ τῷ αἰσχρῷ καὶ ἀτελεῖ συμμεμιγμένας· ὅμοιον γὰρ τὰς ἀλόγους ἐνεργείας φάναι τῆς λογικῆς εἶναι ψυχῆς καὶ τήνδε τὴν οὐσίαν ἄλογον ὑποτίθεσθαι͵ τὴν τὰς ἀλόγους ἐνεργείας προβαλλομένην͵ ἐῶ λέγειν ὅτι καὶ τὴν ὅλην. Ἄτοπον δὲ καὶ οὐσίαν ὑποτίθεσθαι μὴ γεννητικὴν οἰκείων ἐνεργειῶν. Εἴπερ γὰρ οὐσία τίς ἐστιν ἄλογος͵ ἔχοι ἂν ἰδίους αὐτῆς ἐνεργείας͵ οὐχ ἑτέρωθεν ἐνδιδομένας͵ ἀλλ΄ ἀπ΄ αὐτῆς προϊούσας. Ἑαυτὴν ἄρα κινεῖ καὶ ἡ ἄλογος ψυχὴ

1.30 πρὸς τὰς ἄλλοτε ἄλλας ὀρέξεις τε καὶ ὁρμάς; εἰ δὲ ἑαυτὴν κινεῖ͵ ἐπιστρέφει πρὸς ἑαυτήν· ἐπεὶ δὲ τοῦτο͵ χωριστή ἐστι καὶ οὐκ ἐν ὑποκειμένῳ ἡ ἄλογος ψυχή· λογικὴ ἄρα ἐστὶν εἴπερ εἰς ἑαυτὴν ὁρᾷ· καὶ γὰρ ὄψεται ἑαυτὴν ἐπι στρεφομένη πρὸς ἑαυτήν· καὶ γὰρ εἰς τὰ ἔξω τεινομένη εἰς τὰ ἔξω ὁρᾷ͵ μᾶλλον δὲ σῶμα τὸ κεχρωσμένον͵ ἑαυτὴν δὲ οὐχ ὁρᾷ͵ ὅτι μήτε σῶμά ἐστι͵ μήτε κεχρωσμένον αὐτή γε ἡ ὄψις· οὐκ ἄρα ἐπιστρέφει πρὸς ἑαυτήν͵ οὐκ ἄρα οὐδέν͵ ἀλλ΄ ἢ ἄλογος· οὐδὲ γὰρ ἡ φαντασία τύπον ἑαυτῆς προβάλλεται͵ ἀλλὰ τοῦ αἰσθητοῦ͵ οἷον κεχρωσμένου σώματος· οὐδὲ ὄρεξις ἄλογος ὀρέγεται αὐτῆς͵ ἀλλ΄ ὀρεκτοῦ τινος͵ οἷον τιμῆς ἢ ἀντιλυπήσεως ἢ ἡδονῆς ἢ χρημάτων· οὐκ ἄρα κινεῖ ἑαυτήν. Ἀλλὰ μήποτε οὕτω κινεῖ͵ οὐχ ὡς ἑαυτὴν κινοῦσα͵ ἀλλ΄ ὡς ἀφ΄ ἑαυτῆς ἐπὶ τὰ ἔξω κινουμένη καὶ οἷον ἅπτουσα καὶ ταύτῃ αὐτοκίνητος͵ ὅτι ἀφ΄ ἑαυτῆς͵ οὐ μέντοι ὑφ΄ ἑαυτῆς κινεῖται· οὕτω γὰρ ἀξιοῦσι καὶ οἱ ἀμφὶ τὸν μέγαν Συριανὸν ἀκούειν τὸ αὐτοκίνητον κοινότερον λεγόμενον ἔν τε τοῖς Νόμοις καὶ τῷ Τιμαίῳ· διὰ τοῦτο γὰρ τὰ φυτὰ μὴ κινεῖσθαι͵ φησὶν ὁ Τίμαιος͵ ὅτι μὴ μετέχει τῆς αὐτοκινήτου ψυχῆς͵ ὡς τά γε θηρία μετέχειν κατὰ τόπον κινούμενα· ἀλλὰ οὐδὲν ἧττον ἀνάγκη πᾶν κινούμενον ἤτοι ὑφ΄ ἑαυτοῦ κινεῖσθαι͵ ἢ ὑφ΄ ἑτέρου͵ καὶ τοῦτο διχῶς͵ ἢ ὑπὸ κρείττονος ὥς φαμεν τάς τε ἀτόμους ἐνεργείας καὶ ὄντως ἀλόγους͵ ἢ ὑπὸ τινοσοῦν· οὐ γὰρ δὴ ὑπὸ τοῦ ἐν ᾧ ἐστι͵ σώματος ὄντος͵ καὶ τοὐναντίον ὑπ΄ αὐτῆς κινουμένου.