εἰκότως οὖν καθ΄ ὕπνους ὁρῶμεν ταῦτα ἅ ἐστιν ἀνύπαρκτα ἐν τῷ ἐγρηγορέναι͵ οὐ[κ ἐν τῷ] καθάπαξ ἀνύπαρκτα ὄντα· ἔστι γὰρ καθ΄ ὕπνους͵ ὥσπερ τὰ ὕπαρ ἔστιν κἂν μὴ ᾖ καθ΄ ὕπνους. παρὰ δὲ τὰς ἡλικίας͵ ὅτι ὁ αὐτὸς ἀὴρ τοῖς μὲν γέρουσι ψυχρὸς εἶναι δοκεῖ τοῖς δὲ ἀκμάζουσιν εὔκρατος͵ καὶ τὸ αὐτὸ χρῶμα τοῖς μὲν πρεσβυτέροις ἀμαυρὸν φαίνεται τοῖς δὲ ἀκμάζουσι κατακορές͵ καὶ φωνὴ ὁμοίως ἡ αὐτὴ τοῖς μὲν ἀμαυρὰ δοκεῖ τυγχάνειν τοῖς δ΄ ἐξάκουστος. καὶ παρὰ τὰς αἱρέσεις δὲ καὶ φυγὰς ἀνομοίως κινοῦνται οἱ ταῖς ἡλικίαις διαφέροντες· παισὶ μὲν γάρ͵ εἰ τύχοι͵ σφαῖραι καὶ τροχοὶ διὰ σπουδῆς εἰσιν͵ οἱ ἀκμάζοντες δὲ ἄλλα αἱροῦνται͵ καὶ ἄλλα οἱ γέροντες. ἐξ ὧν συνάγεται ὅτι διάφοροι γίνονται φαντασίαι ὑπὸ τῶν αὐτῶν ὑποκειμένων καὶ παρὰ τὰς διαφόρους ἡλικίας. παρὰ δὲ τὸ κινεῖσθαι ἢ ἠρεμεῖν ἀνόμοια φαίνεται τὰ πράγματα͵ ἐπεὶ ἅπερ ἑστῶτες ὁρῶμεν ἀτρεμοῦντα͵ ταῦτα παραπλέοντες κινεῖσθαι δοκοῦμεν. παρὰ δὲ τὸ φιλεῖν ἢ μισεῖν͵ ὅτι κρέα ὕεια τινὲς μὲν ἀποστρέφονται καθ΄ ὑπερβολήν͵ τινὲς δὲ ἥδιστα προσφέρονται. ὅθεν καὶ ὁ Μένανδρος ἔφη οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται; ἀφ΄ οὗ τοιοῦτος γέγονεν; οἷον θηρίον τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ. πολλοὶ δὲ καὶ ἐρωμένας αἰσχρὰς ἔχοντες ὡραιοτάτας αὐτὰς εἶναι δοκοῦσιν. παρὰ δὲ τὸ πεινῆν ἢ κεκορέσθαι͵ ὅτι τὸ αὐτὸ ἔδεσμα τοῖς μὲν πεινῶσιν ἥδιστον εἶναι δοκεῖ͵ τοῖς δὲ κεκορεσμένοις ἀηδές. παρὰ δὲ τὸ μεθύειν ἢ νήφειν͵ ὅτι ἅπερ νήφοντες αἰσχρὰ εἶναι δοκοῦμεν͵ ταῦτα ἡμῖν μεθύουσιν οὐκ αἰσχρὰ φαίνεται. παρὰ δὲ τὰς προδιαθέσεις͵ ὅτι ὁ αὐτὸς οἶνος τοῖς μὲν φοίνικας ἢ ἰσχάδας προφαγοῦσιν ὀξώδης φαίνεται͵ τοῖς δὲ κάρυα ἢ ἐρεβίνθους προσενεγκαμένοις ἡδὺς εἶναι δοκεῖ͵ καὶ ἡ τοῦ βαλανείου παραστὰς τοὺς μὲν ἔξωθεν εἰσιόντας θερμαίνει͵ ψύχει δὲ τοὺς ἐξιόντας͵ εἰ ἐν αὐτῇ διατρίβοιεν. παρὰ δὲ τὸ φοβεῖσθαι ἢ θαρρεῖν͵ ὅτι τὸ αὐτὸ πρᾶγμα τῷ μὲν δειλῷ φοβερὸν καὶ δεινὸν εἶναι δοκεῖ͵ τῷ θαρραλεωτέρῳ δὲ οὐδαμῶς. παρὰ δὲ τὸ λυπεῖσθαι ἢ χαίρειν͵ ὅτι τὰ αὐτὰ πράγματα τοῖς μὲν λυπουμένοις ἐστὶν ἐπαχθῆ τοῖς δὲ χαίρουσιν ἡδέα. Τοσαύτης οὖν οὔσης ἀνωμαλίας καὶ παρὰ τὰς διαθέσεις͵ καὶ ἄλλοτε ἄλλως ἐν ταῖς διαθέσεσι τῶν ἀνθρώπων γινομένων͵ ὁποῖον μὲν ἕκαστον τῶν ὑποκειμένων ἑκάστῳ φαίνεται ῥᾴδιον ἴσως εἰπεῖν͵ ὁποῖον δὲ ἔστιν οὐκέτι͵ ἐπεὶ καὶ ἀνεπίκριτός ἐστιν ἡ ἀνωμαλία. ὁ γὰρ ἐπικρίνων ταύτην ἤτοι ἔν τισι τῶν προειρημένων
διαθέσεών ἐστιν ἢ ἐν οὐδεμιᾷ τὸ παράπαν ἐστὶ διαθέσει. τὸ μὲν οὖν λέγειν ὅτι ἐν οὐδεμιᾷ διαθέσει τὸ σύνολόν ἐστιν͵ οἷον οὔτε ὑγιαίνει οὔτε νοσεῖ͵ οὔτε κινεῖται οὔτε ἠρεμεῖ͵ οὔτε ἔν τινι ἡλικίᾳ ἐστίν͵ ἀπήλλακται δὲ καὶ τῶν ἄλλων διαθέσεων͵ τελέως ἀπεμφαίνει. εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας͵ μέρος ἔσται τῆς διαφωνίας͵ καὶ ἄλλως οὐκ εἰλικρινὴς τῶν ἐκτὸς ὑποκειμένων ἔσται κριτὴς διὰ τὸ τεθολῶσθαι ταῖς διαθέσεσιν ἐν αἷς ἔστιν· οὔτε οὖν ὁ ἐγρηγορὼς δύναται συγκρίνειν τὰς τῶν καθευδόντων
φαντασίας ταῖς τῶν ἐγρηγορότων͵ οὔτε ὁ ὑγιαίνων τὰς τῶν νοσούντων ταῖς τῶν ὑγιαινόντων· τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ παροῦσιν. καὶ ἄλλως δὲ ἀνεπίκριτός ἐστιν ἡ τῶν τοιούτων
φαντασιῶν ἀνωμαλία. ὁ γὰρ προκρίνων φαντασίαν φαντασίας καὶ περίστασιν περιστάσεως ἤτοι ἀκρίτως καὶ ἄνευ ἀποδείξεως τοῦτο ποιεῖ ἢ κρίνων καὶ ἀποδεικνύς. ἀλλ΄ οὔτε ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται)͵ οὔτε σὺν τούτοις. εἰ γὰρ κρινεῖ τὰς φαντασίας͵ πάντως κριτηρίῳ κρινεῖ. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀληθὲς εἶναι λέξει ἢ ψευδές. ἀλλ΄ εἰ μὲν ψευδές͵ ἄπιστος ἔσται. εἰ δὲ ἀληθὲς εἶναι τοῦτο φήσει͵ ἤτοι ἄνευ ἀποδείξεως λέξει ὅτι ἀληθές ἐστι τὸ κριτήριον͵ ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως͵ ἄπιστος ἔσται· εἰ δὲ μετὰ ἀποδείξεως͵ πάντως δεήσει καὶ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι͵ ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτηρίου λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρικώς; εἰ μὲν γὰρ μὴ κρίνας͵ ἄπιστος ἔσται͵ εἰ δὲ κρίνας͵ δῆλον ὅτι κριτηρίῳ φήσει κεκρικέναι͵ οὗ κριτηρίου ζητήσομεν ἀπόδειξιν͵ κἀκείνης κριτήριον. χρῄζει γὰρ ἀεὶ καὶ ἡ ἀπόδειξις κριτηρίου͵ ἵνα βεβαιωθῇ͵ καὶ τὸ κριτήριον ἀποδείξεως͵ ἵνα ἀληθὲς εἶναι δειχθῇ· καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς͵ οὔτε κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης
τῆς ἀποδείξεως. καὶ οὕτως ἐμπίπτουσιν εἰς τὸν διάλληλον τρόπον τό τε κριτήριον καὶ ἡ ἀπόδειξις͵ ἐν ᾧ ἀμφότερα εὑρίσκεται ἄπιστα· ἑκάτερον γὰρ τὴν θατέρου πίστιν
περιμένον ὁμοίως τῷ λοιπῷ ἐστιν ἄπιστον. εἰ οὖν μήτε ἄνευ ἀποδείξεως καὶ κριτηρίου μήτε σὺν τούτοις δύναταί τις προκρῖναι φαντασίαν φαντασίας͵ ἀνεπίκριτοι ἔσονται αἱ παρὰ τὰς διαφόρους διαθέσεις διάφοροι γινόμεναι
φαντασίαι͵ ὥστε εἰσάγεται ἡ περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἐποχὴ καὶ ὅσον ἐπὶ τούτῳ τῷ τρόπῳ.