8ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ(1.31-1.36)


1.31 Μήποτε οὖν αἱ ἐνέργειαι κινοῦνται ὑπὸ τῆς οὐσίας καὶ ταύτῃ αὐτοκίνητος ἡ ἄλογος ψυχή͵ ὡς οὖσα γεννητικὴ τῶν οἰκείων ἐνεργειῶν· ἀλλὰ πρῶτον μὲν κοινὸν τοῦτο ἔσται πάσης οὐσίας καὶ τῆς ἑτεροκινήτου λεγομένης͵ ἐπεὶ καὶ τὸ πῦρ οὕτως αὐτοκίνητον͵ ὡς οὐσία γεννητικὴ τῶν ἀτόμων σφετέρων ἐνεργειῶν͵ καὶ ἡ βῶλος ὁμοίως καὶ τὸ σκέπαρνον καὶ πᾶν ὅ τι ἂν ᾖ δυνάμενον ἐνεργεῖν· ἀεὶ γὰρ ἀπὸ τῆς οὐσίας ἡ ἴδιος ἐνέργεια πρόεισιν· τοῦτο μὲν τοίνυν οὐκ ἂν ἔχοι λόγον οὕτω λεγόμενον. Μήποτε δὲ ἐπεὶ ἐν ὑποκειμένῳ ὑπόκειται εἶναι τὸ τοιοῦτον εἶδος͵ οὐ καθ΄ αὑτὸ ληπτέον αὐτὸ ὡς ἐνεργοῦν͵ ἀλλὰ μετὰ τοῦ ὑποκειμένου ἐν ᾧ ἐστιν· ὡς γάρ ἐστιν͵ οὕτω καὶ ἐνεργεῖ. Καθάπερ ἄρα τὸ διακρῖνον τὴν ὄψιν οὐκ ἦν ἡ λευκότης͵ οὐδὲ τὸ σῶμα τὸ ἄποιον͵ ἀλλὰ τὸ συναμφότερον͵ οὕτω καὶ ἡ αἰσθητικὴ ἐνέργεια οὔτε τῆς ἀσωμάτου ἐστὶν αἰσθήσεως͵ οὔτε τοῦ αἰσθητηρίου͵ σώματος ὄντος͵ ἀλλὰ τοῦ ἐξ ἀμφοῖν͵ ὡς μιᾶς συνθέτου οὐσίας͵ οἷον τῆς ἐξ ὕλης καὶ εἴδους συγκειμένης· οὐ γὰρ ὄργανον τῆς αἰσθήσεως τὸ αἰσθητήριον͵ ἀλλ΄ ὑποκείμενον͵ ὡς ἐνούσης͵ ἀλλ΄ οὐχὶ ὡς χρωμένης· εἰ μὲν δὴ ἐχρῆτο͵ πρὸ τοῦ ὀργάνου ἂν ἑαυτὴν ἐκίνησεν͵ ἵνα κινήσῃ καὶ τὸ ὄργανον· νῦν δὲ τῷ ὑποκειμένῳ συνυφ έστηκεν͵ καὶ οὐδεμίαν ἔχει χωριστὴν ἐνέργειαν. Τὸ δὴ συναμφότερον μὲν ἐνεργείτω͵ κατὰ δὲ ὅμως τὸ εἶδος ἡ ἐνέργεια προΐτω͵ καθάπερ ἡ τῆς σμίλης κατὰ τὸ σχῆμα͵ καὶ τοῦ λευκοῦ σώματος͵ ἡ διακριτικὴ τῆς ὄψεως κατὰ τὴν λευκότητα· τί οὖν ἐν τῷ συνθέτῳ τὸ κινοῦν͵ καὶ τί τὸ κινούμενον; ἢ κινεῖ μὲν ἡ ψυχή͵ κινεῖται δὲ τὸ σῶμα· ἀλλ΄ οὕτω πάλιν ἰδίᾳ μὲν ἡ ψυχὴ κινήσει͵ ἰδίᾳ δὲ τὸ σῶμα κινήσεται͵ καὶ ἔσται πρὸ τοῦ κινουμένου ἡ κινοῦσα͵ χωριστὴν ἐνέργειαν ἔχουσα τὴν κινοῦσαν πρὸ τῆς κινουμένης. Οὐκ ἄρα τὸ μὲν κινοῦν θετέον͵ τὸ δὲ κινούμενον͵ ἀλλ΄ ἓν τὸ ζῷον γεγονὸς σῶμα αἰσθητικὸν ἢ σωματωθεῖσα αἴσθησις ταύτην ἐνεργεῖ τὴν δοκοῦσαν αὐτοκίνητον ἐνέργειαν. Εἰ γάρ ἐστι καὶ ἡ τοῦ συνθέτου ζῴου τις οὐσία͵ πάντως ἔτι καὶ σύνθετον ἐνέργειαν͵ ζῴῳ τῷ ὅλῳ πρέπουσαν͵ ὅλην τινὰ καὶ αὐτὴν οὖσαν͵ ἐν ᾗ τι καὶ ἀσώματον ἐνορᾶται καὶ σωματοειδὲς ἅμα συγκεκραμένον͵

1.32 ὡς ἐν τῇ διακριτικῇ τῆς ὄψεως ἔνεστι τὸ συναμφότερον· διὸ καὶ πάσχομεν ὑπὸ τοῦ λευκοῦ σώματος ἑκατέρως͵ σωματικῶς διακρινόμενοι τὸ αἰσθητήριον͵ ἀσωμάτως δὲ τοῦ πάθους ἀντιλαμβανόμενοι͵ οἷον αὐτὸ γνωρίζοντες. Ὥσπερ οὖν τὸ δρῶν σύνθετον͵ οὕτω καὶ τὸ πάσχον͵ ἡ ὄψις͵ σύνθετόν τί ἐστιν ἐκ δυνάμεως ὀπτικῆς ἀσωμάτου καὶ ὑποκειμένου σώματος. Τοιοῦτον ἄρα θετέον αὐτοκινησίας εἶδος ἐνεῖναι τῇ ὀπτικῇ δυνάμει͵ καὶ ὅλως εἰπεῖν τῇ αἰσθήσει͵ οἷον καθ΄ ἑαυτὸ μὲν μὴ ἐνεργεῖν͵ μηδὲ γὰρ ὑφίστασθαι͵ τῷ σώματι δὲ ἐγγενόμενον καὶ ποιῶσαν αὐτό͵ κατὰ δή τινα ἀξιολογωτέραν ποιότητα καὶ ἔλλαμψιν͵ ἀποτελεῖν τὸ ὅλον φαινόμενον αὐτοκίνητον. Διὰ τί δὲ φαινόμενον; ὅτι οὐκ ἀμερὲς καὶ τὸ αὐτὸ κινοῦν καὶ κινούμενον͵ ἀλλ΄ ὡς αἱ κεχωρισμέναι ἀλλήλων οὐσίαι͵ τρόπον δὲ ἄλλον συνιοῦσαι͵ καθάπερ ἡ λογικὴ ψυχὴ καὶ τὸ ζῷον ἢ τὸ ὀστρέϊνον ζῷον καὶ τὸ πνευματικόν͵ ἢ τοῦτο καὶ τὸ αὐγοειδές· καὶ γὰρ ἐπὶ τούτων τῶν συμπλοκῶν τὸ μὲν κινεῖ͵ τὸ δὲ κινεῖται͵ διότι οὐκ ἔστιν τὸ μὲν ὑποκείμενον͵ τὸ δὲ ἐν ὑποκειμένῳ͵ ὅταν δὲ οὕτως ἔχῃ τὸ σύνθετον εἶδος͵ οὔτε ἑκάτερον ἰδίᾳ ἐνεργεῖ͵ οὐδὲ γὰρ ὑφέστηκεν͵ οὔτε ἐν τῇ συνθέσει τὸ μέν ἐστι κινοῦν͵ τὸ δὲ κινούμενον· πάλιν γὰρ διεστήξεται ταῖς ἐνεργείαις͵ ὥστε καὶ ταῖς ὑποστάσεσιν. Ἀλλ΄ ἕτερος ὁ τρόπος οὗτος τῆς αὐτοκινησίας͵ ἐν ᾧ τὸ συναμφότερον κινεῖται κατὰ τὸ ἕτερον͵ οἷον τὸ εἶδος͵ ὅθεν καὶ δοκεῖ τοῦτο εἶναι τὸ κινοῦν͵ οὐχ ὅτι ὑπὸ τούτου τὸ ἕτερον͵ ἀλλ΄ ὅτι κατὰ τοῦτο τὸ συναμφότερον͵ ἢ ὑφ΄ ἑτέρου· καὶ εἰ μὲν τοῦτο͵ ἢ ὑπὸ τοῦ κρείττονος ἢ ὑπὸ τοῦ χείρονος͵ καὶ οἱ αὐτοὶ ἥξουσι λόγοι· εἰ δὲ ὑφ΄ ἑαυτοῦ͵ τὸ αὐτὸ ἔσται κινοῦν καὶ κινούμενον͵ ὅπερ μόνῳ πρέπει τῷ ἀμερεῖ καὶ ἀσυνθέτῳ. ῍Η ὥσπερ τὸ αὐτοκίνητον οὐκ ἀληθινόν͵ οὕτως οὐδὲ τὸ αὐτὸ ὑφ΄ ἑαυτοῦ κινεῖσθαι καὶ ἑαυτὸ κινεῖν ἀληθές͵ ἀλλὰ φαινόμενον͵ ὅτι ἕν ἐστί τι ἁπλοῦν͵ καθὸ κινεῖ τὸ σύνθετον͵ καὶ τοῦτο μὲν ὡς κινοῦν ἕν. Ἔστι δὲ καὶ καθ΄ ἃ κινεῖται͵ καὶ καθ΄ ὃ κινεῖ· συναμφότερόν ἐστι τὸ ὅλον εἶδος ἐν ᾧ τὸ καθ΄ ὃ κινεῖται· συναμφότερον δὲ καθ΄ ἑκάτερον διὰ τὴν ἀντιμετάδοσιν τῶν ὡσανεὶ στοιχείων τοῦ ὅλου εἴδους͵ ὥστε τὸ ὅλον κινεῖν τε καὶ κινεῖσθαι͵ ἀλλ΄ οὐχὶ κατὰ τὸ ὅλον κινεῖν τε καὶ κινεῖσθαι ἑαυτό͵ ἀλλὰ

1.33 κινεῖν μὲν κατὰ τὴν ψυχὴν͵ κινεῖσθαι δὲ κατὰ τὸ σῶμα͵ οὔτε δὲ ὑπὸ ψυχῆς͵ οὔτε ὑπὸ σώματος· τί δὲ ἀλλὸ τὸ ὑφ΄ οὗ καὶ καθ΄ ὅ͵ δῆλον ἂν εἴη ῥᾳδίως· διττὴ γὰρ ἡ κίνησις͵ ἡ μὲν ἐγγενομένη τῷ κινουμένῳ͵ πάθος αὐτοῦ γενομένη͵ ἡ δὲ ἔξω οὖσα καὶ ἐκείνην ἐνδιδοῦσα· κινεῖται τοίνυν ὑπὸ ταύτης μέν͵ κατ΄ ἐκείνην δέ· εἰ γὰρ καὶ ὑπὸ ταύτης͵ ἐνδώσει τινὰ καὶ αὕτη κίνησιν ἀφ΄ ἑαυτῆς͵ τῷ κινουμένῳ γε ὑφ΄ ἑαυτῆς· ἐκείνη ἄρα ἔσται τὸ πάθος καὶ ἡ καθ΄ ἣν κινεῖται τὸ κινούμενον· καὶ ἐπ΄ ἄπειρον ἥξομεν. Ὁμοίως δὲ καὶ ἐπὶ ζωῆς ἀληθὴς ὁ λόγος ἐξεταζόμενος· ἡ μὲν γὰρ ζωοποιεῖ͵ καὶ ζωὴν ἐνδίδωσι τῷ ὑφ΄ ἑαυτῆς ζωουμένῳ͵ ἡ δέ ἐστι καθ΄ ἣν ζῇ τὸ ζωωθὲν ὑπ΄ ἐκείνης· εἰ γὰρ καὶ αὕτη ζωοποιεῖ͵ καὶ αὐτὴ δώσει ζωὴν ἑτέραν· καὶ τοῦτο ἐπ΄ ἄπειρον. Οὕτω δὴ καὶ τὸ τῆς αὐτοκινησίας εἶδος͵ τὸ μὲν ὑφ΄ οὗ τὸ αὐτοκίνητον εἶναι δοκοῦν αὐτοκινητίζεται͵ τὸ δὲ καθ΄ ὃ τοιοῦτον εἶναι δοκεῖ͵ πάθος ὂν αὐτοκινησίας καὶ τοῦ μετασχόντος ἀχώριστον· τοιάδε γάρ τις ζωὴ καὶ ἡ αὐτοκίνητος φύσις͵ ψυχὴ γάρ· καὶ ἡ ψυχὴ δὲ διττή͵ ἡ μὲν γεννῶσα͵ ἡ δὲ καθ΄ ἣν οὐσίωται τὸ ἔμψυχον͵ ὃ καὶ ἔνδοθεν αὐτὸ ἐξ ἑαυτοῦ δοκεῖ κινεῖσθαι͵ οὐκ ἐνόντος τοῦ ὑφ΄ οὗ κινεῖται͵ ἀλλὰ τοῦ καθ΄ ὅ͵ ὃ καλοῦμεν ἐμψυχίαν. Ἴσως δὲ καὶ τούτοις συγχωρήσας τις οἰήσεται κοινὰ ταῦτα εἶναι καὶ τοῖς φυτοῖς καὶ τοῖς ἀψύχοις πράγμασι· καὶ γὰρ ἡ βῶλος ἐπὶ γῆν ἔνδοθεν κινεῖται καὶ τὰ φυτὰ ὁμοίως· ἡ γὰρ φυτικὴ ψυχὴ ἐν αὐτοῖς͵ καθ΄ ἣν τρέφεται καὶ αὔξει καὶ γεννᾷ ὅμοια· καὶ ἔτι τὰ ἄλογα τὸν αὐτὸν ἔχει τρόπον͵ καὶ τὰ λογικὰ ζῷα τὸν αὐτόν· ὥστε οὐδὲν ὃ μὴ αὐτοκίνητον. Πρὸς δὴ τοῦτον ἐροῦμεν ὅτι ἔνδοθεν μὲν κινεῖται πᾶν φυσικόν τε καὶ φυτικὸν εἶδος͵ καὶ ἔτι ζῷον ἕκαστον͵ ἀλλ΄ οὐ πᾶσαν κίνησιν͵ ὅταν δὲ τοπικὴν ποιῆται τὴν κίνησιν· αὕτη γὰρ ἡ τρανῶς αὐτοκίνητος· κατὰ δὴ ταύτην τὰ ἄλλα ἑτεροκίνητά φαμεν ὅσα μὴ ταύτην ἔνδοθεν κινεῖται͵ ἐπεὶ καὶ εἰ τούτῳ διακρίναιμεν τὸ αὐτοκίνητον καθ΄ ὃ ἡ λογικὴ ψυχὴ αὐτοκίνητος͵ οὐδὲ τὰ ἄλογα ζῷα φανεῖται αὐτοκίνητα· εἰς γὰρ ἑαυτὰ οὐ πέ φυκεν ἐπιστρέφειν͵ οἷον ὄψις οὐχ ὁρᾷ ἑαυτήν· οὐδὲ φαντασία φαντάζεται ὅτι φαντάζεται͵ καὶ ὁ Θυμὸς δὲ καὶ ἡ ἐπιθυμία πρὸς τὸ ἐκτὸς ἔχει ὀρεκτὸν τὴν ὅλην καὶ πᾶσαν ἐνέργειαν· διόπερ ἐλέγομεν τὸ τοιοῦτον αὐτοκίνητον ἔνδοθεν

1.34 εἰς τὸ ἐκτὸς ἐνεργεῖν͵ οὐ κύκλῳ πρὸς ἑαυτό͵ κατ΄ εὐθυωρίαν δὲ ἀτεχνῶς· τοῦτο γὰρ ἦν τὸ τῆς ζωῆς ταύτης εἶδος͵ ἅτε ἀχώριστον ὂν τοῦ εὐθυτενοῦς ὑποκειμένου σώματος. Ὡς γὰρ κατὰ τὴν φύσιν ἐνοῦσαν κινεῖται τὸ πῦρ ἄνω͵ καὶ κάτω ἡ γῆ͵ καὶ ὡς κατὰ τὴν ψυχὴν τὴν φυτικὴν καὶ τὰ φυτὰ τρέφεται καὶ αὔξει καὶ γεννᾷ ὅμοια͵ καὶ ταύτην ἐνοῦσαν͵ οὕτω καὶ τὰ θηρία κατὰ τὴν ἐνοῦσαν τῷ φυσικῷ τε καὶ φυτικῷ αὐτῶν σώματι ζωὴν ὀρεκτικὴν καὶ συνουσιωμένην τῷ τοῦ ζῴου εἴδει͵ κατὰ ταύτην οὖν ποιεῖται τὴν ἄλογον ἀτεχνῶς αὐτοκινησίαν. Εἰ δέ τις ὁρῶν τὰ θηρία λογοειδῆ ὄντα καὶ ἀφίεντα λογοειδεῖς ἐνεργείας͵ ὑπολαμβάνει καὶ ταῦτα μετέχειν τοῦ πρώτου αὐτοκινήτου͵ καὶ διὰ τοῦτο ψυχὴν ἔχειν πρὸς ἑαυτὴν ἐπιστρέφουσαν͵ τάχα μὲν συγχωρήσαιμεν αὐτῷ καὶ ταῦτα λογικὰ ποιοῦντι͵ πλὴν ὅτι οὐ καθ΄ ὕπαρξιν͵ ἀλλὰ κατὰ μέθεξιν͵ καὶ ταύτην ἀμυδροτάτην· ὥσπερ καὶ τὴν λογικὴν ψυχὴν φαίη τις ἂν νοερὰν κατὰ μέθεξιν͵ ἅτε τὰς κοινὰς ἐννοίας ἀεὶ προβεβλημένην ἀδιαστρόφους. Πάντως δὲ τὸ χωριστὸν ἐν πλάτει θησόμεθα͵ καὶ ὅπου μὲν τοῦτο πλεονάζειν͵ ὅπου δὲ ἐκεῖνο φήσομεν· εἶναι μὲν γὰρ ἄκρα τὸ πάντη χωριστόν͵ οἷον τὸ λογικὸν εἶδος͵ καὶ τὸ πάντη ἀχώριστον͵ οἷον ἡ ποιότης· ἐν μέσῳ δὲ ἡ φύσις μὲν πρὸς τῷ ἀχωρίστῳ μικρὰν ἔμφασιν ἔχουσα τοῦ χωριστοῦ͵ ἡ δὲ ἄλογος ψυχὴ πρὸς τῷ χωριστῷ· δοκεῖ γάρ πως καὶ καθ΄ ἑαυτὴν ὑφεστάναι͵ τοῦ ὑποκειμένου χωρίς͵ ὅθεν καὶ ἀμφισβητήσιμός ἐστι πότερον αὐτοκίνητος ἢ ἑτεροκίνητός ἐστι͵ πολὺ γὰρ τὸ τῆς αὐτοκινησίας ἴχνος͵ ἀλλ΄ οὐχὶ τὸ ἀληθινόν τε καὶ εἰς ἑαυτὸ ἐπιστρεφόμενον͵ καὶ διὰ τοῦτο πάντη τοῦ ὑποκειμένου κεχωρισμένον͵ ἡ δὲ φυτικὴ ψυχὴ μέσως πως ἔχει· διὸ τοῖς μὲν δοκεῖ ψυχή τις εἶναι͵ τοῖς δὲ φύσις. Ἀλλὰ γὰρ ταῦτα μὲν ἐπιπλέον ἐν ἄλλοις ἐξεταστέον͵ καὶ νῦν δὲ εἰρήσθω τοσαῦτα. Πάλιν δὲ ἐπὶ τὰ προκείμενα μεταβατέον· τὸ δὴ τοιοῦτον αὐτοκίνητον͵

1.35 ὃ τῷ ἑτεροκινήτῳ συμπέφυρται͵ πῶς ἂν εἴη πρῶτον; οὔτε γὰρ ἑαυτὸ ὑφίστησιν͵ οὔτε τελειοῖ ἑαυτὸ κατὰ τὸ ἀληθές͵ ἀλλὰ δεῖται πρὸς ἑκάτερον ἑτέρου τινός· καὶ ἔστι γε πρὸ αὐτοῦ τὸ ὄντως αὐτοκίνητον͵ οἷον καὶ ἡ αἴσθησις͵ μᾶλλον δὲ ἡ τῶν φαινομένων ἐνάργεια δίδωσι τὸ ἀνθρώπειον͵ καὶ δῆλον ὅτι πᾶν λογικὸν εἶδος ἀπὸ τούτου ληψόμεθα νῦν· ὁλοσχερέστερον γὰρ τὰς ἰδιό τητας πρόκειται λαβεῖν τῶν πραγμάτων. Ἆρα οὖν ἀρχὴ τὸ κυρίως αὐτοκίνητον͵ καὶ οὐδενὸς ἐπιδεῖται κρείττονος εἴδους; ἢ τὸ κινοῦν ἀεὶ πρὸ κινουμένου κατὰ φύσιν ἐστί͵ καὶ ὅλως ἅπαν εἶδος τὸ καθαρὸν τοῦ ἐναντίου πρὸ τοῦ συμμιγοῦς ἐκείνῳ καθ΄ ἑαυτὸ ὑφέστηκεν͵ καὶ τὸ καθαρὸν τοῦ συμμιγοῦς αἴτιον· τὸ γὰρ ἄλλῳ συνουσιωμένον καὶ τὴν ἐνέργειαν ἔχει τῇ ἐκείνου συμπεφυρμένην· ὥστε αὐτοκίνητον μὲν ἑαυτὸ ποιήσει τόγε οὕτως ἔχον͵ ἅμα κινοῦν καὶ κινούμενον· κινοῦν δὲ μόνον οὐκ ἂν ποιήσειεν· οὐδὲ γὰρ μόνον ἐστίν· ἀεὶ δὲ καὶ μόνον εἶναι πᾶν εἶδος͵ ὥστε καὶ τὸ κινοῦν μέν͵ οὐ μέντοι κινούμενον. ῍Η ἄτοπον τὸ μὲν κινούμενον μόνον ἅμα͵ οἷον τὸ σῶμα͵ τὸ δὲ μόνον κινοῦν μὴ εἶναι πρὸ τοῦ συναμφοτέρου· δῆλον γὰρ ὅτι [ἐπεὶ] κρεῖττον ἔσται͵ ἐπειδὴ καὶ τὸ αὐτοκίνητον αὐτὸ ἑαυτὸ καθὸ κινεῖ κρεῖττόν ἐστιν͵ ἢ καθὸ κινεῖται. Δεῖ ἄρα πρῶτον εἶναι τὸ κινοῦν ἀκίνητον͵ ὡς τρίτον τὸ μὴ κινοῦν κινούμενον͵ ὧν ἐν μέσῳ τὸ αὐτοκίνητον͵ ὃ δεῖσθαι τοῦ κινοῦντος ἐροῦμεν͵ ἵνα αὐτὸ ποιήσῃ κινητικόν· τὸ δὲ ἑαυτοῦ κινητικὸν ἐχέτω ἀφ΄ ἑαυτοῦ͵ εἰ βούλεταί τις· ὅλως δ΄ εἰ κινεῖται͵ οὐ μένει κατά γε τοσοῦτον ὅσον κινεῖται· εἰ δὲ κινεῖ͵ δεῖ μένον κινεῖν καθ΄ ὅσον κινεῖ· οὐκοῦν τὸ μένειν πόθεν ἕξει; ἀφ΄ ἑαυτοῦ γὰρ ἢ τὸ κινεῖσθαι μόνον͵ ἢ ἅμα τὸ μένειν καὶ κινεῖσθαι κατὰ ταὐτὸν ὅλον· ἀλλὰ τὸ μένειν ἁπλῶς͵ πόθεν; ἢ ἀπὸ τοῦ

1.36 μένοντος ἁπλῶς· τοῦτο δὲ ἦν τὸ ἀκίνητον αἴτιον· πρὸ ἄρα τοῦ αὐτοκινήτου τὸ ἀκίνητον ὑποθετέον ἡμῖν. Σκεψώμεθα τοίνυν εἰ τὸ ἀκίνητον ἀρχή ἐστιν ἡ κυριωτάτη͵ καὶ πῶς οἷόν τε εἶναι· τὸ γὰρ ἀκίνητον τοσαῦτά ἐστιν ἀκινήτως ὅσα τὸ αὐτοκίνητον αὐτοκινήτως· οὐδὲν γὰρ αὐτοκίνητον δύναται πρῶτον εἶναι διὰ τὰς εἰρημένας αἰτίας· ἕκαστον δὲ τῶν ἐν τῷ αὐτοκινήτῳ αὐτοκίνητόν τί ἐστιν· προϋπάρχει ἄρα τούτου ἑκάστου τὸ ἕκαστον ἀκίνητον. Ἵνα δὲ σαφῶς εἴπω ἃ λέγω͵ τὰ ἄλλα παραλιπών͵ ἐπὶ τριῶν ποιήσομαι τὸν λόγον· ὁρᾶται γὰρ ἐν τῇ αὐτοκινήτῳ ψυχῇ τρία τοὐλάχιστον͵ οὐσιῶδες͵ ζωτικόν͵ γνωστικόν͵ καὶ τούτων ἕκαστον αὐτοκίνητον δῆλον ὅτι. Καὶ γὰρ τὸ ὅλον αὐτοκίνητον ὅλον͵ οὕτω καὶ πρὸ ἑκάστου τὸ ἀκίνητον ἕκαστον κατὰ λόγους τοὺς αὐτούς· ἔστιν ἄρα καὶ τὸ ἀκίνητον πλήρωμα τῶν τριῶν τούτων εἰδῶν· ἤτοι οὖν διεσπασμένων͵ ἀλλ΄ ἐν τῷ αὐτοκινήτῳ συνήνωται ἀλλήλοις· ἢ πάντη συνηνωμένων͵ ὡς μηδὲν ἐν αὐτοῖς διακεκρίσθαι· ἀλλ΄ οὕτω γε ἕκαστον καθ΄ ἑαυτὸ μόνον ἔσται αὐτοκίνητον͵ οὐ μὴν καὶ ἀκίνητον. Δεῖ δὲ καὶ ἕκαστον εἶναι ἀκίνητον͵ ἐφ΄ ἑαυτοῦ μένον͵ διότι μὴ ἦν πρῶτον τὸ ἕκαστον αὐτοκίνητον. Καὶ ἄλλως ἡ διάκρισις πρὸ τῆς αὐτοκινήτου ὑπάρξει ἡ ἀκίνητος ἐξ ἀνάγκης· τὸ ἄρα ἀκίνητον ἓν ἅμα ἐστὶ καὶ πολλά͵ ἡνωμένον τε ἅμα καὶ διακεκριμένον͵ ὃ δὴ καὶ νοῦν ὠνομάκαμεν· δῆλον δὲ ὅτι τὸ ἡνωμένον ἐν αὐτῷ τοῦ διακεκριμένου φύσει πρότερον καὶ τιμιώτερον· ἀεὶ γὰρ ἡ διάκρισις ἐπιδεής ἐστι τῆς ἑνώσεως͵ οὐ μέντοι ἀνάπαλιν ἡ ἕνωσις τῆς διακρίσεως. Ὁ δὴ νοῦς τὸ ἡνωμένον οὐκ ἔχει καθαρὸν τοῦ ἀντικειμένου· συνουσίωται γὰρ τῷ διακεκριμένῳ κατὰ ταὐτὸν ὅλον τὸ νοερὸν εἶδος. Δεῖται ἄρα τοῦ ἁπλῶς ἡνωμένου τὸ πῆ ἡνωμένον͵ καὶ τὸ σὺν ἄλλῳ τοῦ καθ΄ ἑαυτό͵ καὶ τὸ κατὰ μέθεξιν τοῦ κατὰ ὕπαρξιν. Καὶ γὰρ ὁ νοῦς αὐθυπόστατος ὢν παράγει ἑαυτόν͵ ὡς ἡνωμένον ἅμα καὶ διακεκριμένον· κατὰ τὸ συναμφότερον ἄρα· κατὰ ἄρα τὸ ἡνωμένον ἁπλῶς ἀπὸ τοῦ ἁπλῶς ἡνωμένου παραχθήσεται καὶ μόνον ἡνωμένου. Πρὸ τοῦ ἄρα εἰδητικοῦ͵ τὸ ἀπερίγραφον καὶ ἀδιάκριτον εἰς τὰ εἴδη· καὶ ὅπερ λέγομεν ἡνωμένον͵ ὃ δὴ ὂν