ζ περὶ τοῦ καθ΄ ὅ.
Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ΄ ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ͵ ὅτι ...... ἀνεπινόητός ἐστιν ἡ φαντασία. λέγουσι γὰρ φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγεμονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος͵ ὡς φασίν͵ οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ΄ εἰσοχὴν καὶ ἐξοχήν͵ ὡς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν͵ οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην͵ ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι τῶν προϋποκειμένων ἀπαλειφομένων. εἰ μέντοι καὶ ἐπινοηθῆναι δύναιτο ἡ φαντασία͵ ἀκατάληπτος ἔσται· ἐπεὶ γὰρ πάθος ἐστὶν ἡγεμονικοῦ͵ τὸ δὲ ἡγεμονικὸν οὐ καταλαμβάνεται͵ ὡς ἐδείξαμεν͵ οὐδὲ τὸ πάθος αὐτοῦ καταληψόμεθα. εἶτα εἰ καὶ δοίημεν͵ ὅτι καταλαμβάνεται ἡ φαντασία͵ οὐ δύναται κρίνεσθαι [καὶ] κατ΄ αὐτὴν τὰ πράγματα· οὐ γὰρ δι΄ ἑαυτῆς ἐπιβάλλει τοῖς ἐκτὸς καὶ δι΄ αὐτῆς φαντασιοῦται ἡ διάνοια͵ ὡς φασίν͵ ἀλλὰ διὰ τῶν αἰσθήσεων͵ αἱ δὲ αἰσθήσεις τὰ μὲν ἐκτὸς ὑποκείμενα οὐ καταλαμβάνουσιν͵ μόνα δέ͵ εἰ ἄρα͵ τὰ ἑαυτῶν πάθη. καὶ ἡ φαντασία οὖν τοῦ πάθους τῆς αἰσθήσεως ἔσται͵ ὅπερ διαφέρει τοῦ ἐκτὸς ὑποκειμένου· οὐ γὰρ τὸ αὐτό ἐστι τὸ μέλι τῷ γλυκάζεσθαί με καὶ τὸ ἀψίνθιον τῷ πικράζεσθαι͵ ἀλλὰ διαφέρει. εἰ δὲ διαφέρει τοῦτο τὸ πάθος τοῦ ἐκτὸς ὑποκειμένου͵ ἡ φαντασία ἔσται οὐχὶ τοῦ ἐκτὸς ὑποκειμένου͵ ἀλλ΄ ἑτέρου τινὸς διαφέροντος αὐτοῦ. εἰ οὖν κατὰ ταύτην κρίνει ἡ διάνοια͵ φαύλως κρίνει καὶ οὐ κατὰ τὸ ὑποκείμενον. διόπερ ἄτοπόν ἐστι τὸ κατὰ τὴν φαντασίαν τὰ ἐκτὸς κρίνεσθαι λέγειν. ἀλλ΄ οὐδὲ τοῦτο ἔστιν εἰπεῖν͵ ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑπο κείμενα͵ διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια͵ εἰ ὅμοιά ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς͵ μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα͵ μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη͵ καθάπερ ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην. ὥσπερ γὰρ ὁ ἀγνοῶν μὲν Σωκράτην͵ εἰκόνα δὲ τούτου θεασάμενος οὐκ οἶδεν͵ εἰ ὁμοία ἐστὶν ἡ εἰκὼν τῷ Σωκράτει͵ οὕτω καὶ ἡ διάνοια τὰ μὲν πάθη τῶν αἰσθήσεων ἐποπτεύουσα͵ τὰ δὲ ἐκτὸς μὴ θεωροῦσα͵ οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθήσεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ΄ ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντασίαν. ἀλλὰ δῶμεν κατὰ συγχώρησιν͵ πρὸς τῷ ἐπινοεῖσθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι͵ ἔτι καὶ ἐπι δεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ΄ αὐτὴν τὰ πράγματα͵ καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν καὶ κατ΄ αὐτὴν ἐπικρινοῦμεν͵ ἤ τινι. ἀλλ΄ εἰ μὲν πάσῃ͵ δῆλον ὅτι καὶ τῇ Ξενιάδου φαντασίᾳ πιστεύσομεν͵ καθ΄ ἣν ἔλεγε πάσας τὰς φαντασίας ἀπίστους εἶναι͵ καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ΄ αὐτὰς κρίνεσθαι δύνασθαι τὰ πράγματα. εἰ δέ τισιν͵ πῶς ἐπι κρινοῦμεν ὅτι ταῖσδε μὲν ταῖς φαντασίαις πιστεύειν προσήκει͵ ταῖσδε δὲ ἀπιστεῖν; εἰ μὲν γὰρ ἄνευ φαντασίας͵ δώσουσιν͵ ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν͵ εἴγε χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι [τὰ] πράγματά τινα λέξουσιν· εἰ δὲ μετὰ φαντασίας͵ πῶς λήψονται τὴν φαντασίαν͵ ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν κρίσιν; ἢ πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν κρίσιν τῆς ἑτέρας φαντασίας͵ καὶ εἰς τὴν ἐκείνης κρίσιν ἄλλης͵ καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν͵ ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι͵ ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν͵ κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα͵ ἑκατέρωθεν περιτρέπεται ὁ λόγος͵ καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὡς κριτηρίοις͵ τισὶ δὲ ἀπιστεῖν͵ συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμά των ὡς κριτήρια παραλαμβάνειν.
η Ταῦτα μὲν ἀρκεῖ νῦν εἰπεῖν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὸ κριτήριον καθ΄ ὃ κρίνεσθαι τὰ πράγματα ἐλέγετο. εἰδέναι δὲ χρή͵ ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι͵ ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο γὰρ δογματικόν)· ἀλλ΄ ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι͵ ὅτι ἔστι τι κριτήριον ἀληθείας͵ ἡμεῖς αὐ τοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν͵ οὔτε ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων͵ ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κειμένων τὴν ἐποχὴν συνάγοντες. Εἰ μέντοι καὶ δοίημεν καθ΄ ὑπόθεσιν εἶναί τι τῆς ἀληθείας κριτήριον͵ ἄχρηστον εὑρίσκεται καὶ μάταιον͵ ἐὰν ὑπομνήσω μεν ὅτι͵ ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν͵ ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια͵ ἀνυπόστατον δὲ τὸ ἀληθές. ὑπομιμνῄσκομεν δὲ οὕτως. λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς͵ οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν͵ ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν)͵ ἡ δὲ ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική͵ ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή͵ τὸ δὲ ἡγεμονικὸν σῶμα· ἔστι γὰρ κατ΄ αὐτοὺς πνεῦμα)· συστάσει δέ͵ ἐπεὶ τὸ μὲν ἀληθὲς ἁπλοῦν τί ἐστιν͵ οἷον ἐγὼ διαλέγομαι͵ ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀληθῶν γνώσεων συνίσταται· δυνάμει δέ͵ ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται͵ τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι͵ τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί. ἡμεῖς δὲ πάλιν τῆς κατὰ τὴν συγγραφὴν προαιρέσεως στοχαζόμενοι πρὸς μόνον τὸ ἀληθὲς νῦν τοὺς λόγους ποιησόμεθα͵ ἐπεὶ συμπεριγράφεται τούτῳ καὶ ἡ ἀλήθεια͵ σύστημα τῆς τῶν ἀληθῶν γνώσεως εἶναι λεγομένη. πάλιν δέ͵ ἐπεὶ τῶν λόγων οἱ μέν εἰσι καθολικώτεροι͵ δι΄ ὧν αὐτὴν τὴν ὑπόστασιν τοῦ ἀληθοῦς κινοῦμεν͵ οἱ δὲ εἰδικοί͵ δι΄ ὧν δείκνυμεν͵ ὅτι οὐκ ἔστιν ἐν φωνῇ τὸ ἀληθὲς ἢ ἐν λεκτῷ ἢ ἐν τῇ κινήσει τῆς διανοίας͵ τοὺς καθολικωτέρους ἐκθέσθαι μόνους ὡς πρὸς τὸ παρὸν ἀρκεῖν ἡγούμεθα. ὥσπερ γὰρ τείχους θεμελίῳ κατενεχθέντι καὶ τὰ ὑπερκείμενα πάντα συγκαταφέρεται͵ οὕτω τῇ τοῦ ἀληθοῦς ὑποστάσει διατρεπομένῃ καὶ αἱ κατὰ μέρος τῶν δογματικῶν εὑρεσιλογίαι συμπεριγράφονται.