Αριστόνους : διασωθέντα ποιήματά του



 [Ἀρ]ιστόνοος Νικοσθένους Κορίνθιος :
[Ἀ]πόλλωνι Πυθίωι τὸν ὕμνον.

Πυθίαν ἱερόκτιτον

ναίων Δελφίδ΄ ἀμφὶ πέτραν

ἀεὶ θεσπιόμαντιν ἕ-

δραν͵ ἰὴ ἰὲ Παιάν͵

Ἄπολλον͵ Κοίου τε κόρας

Λατοῦς σεμνὸν ἄγαλμα καὶ

Ζηνὸς ὑψίστου μακάρων

βουλαῖς͵ ὢ ἰὲ Παιάν.

Ἔνθ΄ ἀπὸ τριπόδων θεο-

κτήτων͵ χλ[ω]ρότομον δάφναν

σείων͵ μαντοσύναν ἐποι-

χνεῖς͵ ἰὴ ἰὲ Παιάν͵

φρικώεντος ἐξ ἀδύτου

μελλόντων θέμιν εὐσεβῆ

χρησμοῖς εὐφθόγγου τε λύρας

αὐδαῖς͵ ὢ ἰὲ Παιάν.

Ἁγνισθεὶς ἐνὶ Τέμπεσιν

βουλαῖς Ζηνὸς ὑπειρόχου͵

ἐπεὶ Παλλὰς ἔπεμψε Πυ-

θῶδ΄͵ [ἰὴ] ἰὲ Παιάν͵

πείσας Γαῖαν ἀνθοτρόφον

Θέμιν τ΄ εὐπλόκαμον θεὰν

[αἰ]ὲν εὐλιβάνους ἕδρας

ἔχεις͵ ὢ ἰὲ Παιάν.

Ὅθεν Τριτογενῆ προναί-

αν ἐμ μαντείοις ἁ[γί]οις

σέβων ἀθανάτοις ἀμοι-

[β]αῖς͵ ἰὴ ἰὲ Παιάν͵

χάριν παλαιᾶν χαρίτων

τᾶν τότ΄ ἀϊδίους ἔχων

μνήμας͵ ὑψίσταις ἐφέπεις

τιμαῖς͵ ὢ ἰὲ Παιάν.

Δωροῦντ[αι] δέ σ΄ ἀθάνατοι͵

Ποσειδῶν ἁγνοῖς δαπέδοις͵

Νύμφαι Κωρυκίοισιν ἄν-

τροις͵ ἰὴ ἰὲ Παιάν͵

τριετέσιν φαναῖς Βρόμιος͵

σεμνὰ δ΄ Ἄρτεμις εὐπόνοις

κυνῶν ἐμ φυλακαῖς ἔχει

τόπους͵ ὢν ἰὲ Παιάν.

Ἀλλ΄ ὦ Παρνασσοῦ γυάλων

εὐδρόσοισι Κασταλίας

να[σ]μοῖς σὸν δέμας ἐξαβρύ-

νων͵ ἰὴ ἰὲ Παιάν͵

χαρεὶς ὕμνοις ἡμετέροις͵

ὄλβον ἐξ ὁσίων διδοὺς

ἀεὶ καὶ σῴζων ἐφέποις

ἡμᾶς͵ ὢ ἰὲ Παιάν.





Ἀριστονό[ο]υ  : Ἑστία

Ἱερὰν ἱερῶν ἄνασσαν

Ἑστίαν ὑμνήσομεν͵ ἃ καὶ Ὄλυμπον

καὶ μυχὸν γαίας μεσόμφαλον ἀεὶ

Πυθίαν τε δάφναν κατέχουσα

ναὸν ἀν΄ ὑψίπυλον Φοίβου χορεύεις

τερπομένα τριπόδων θεσπίσμασι͵

καὶ χρυσέαν φόρμιγγ΄ Ἀπόλλων

ὁπηνίκ΄ ἂν ἑπτάτονον

κρέκων μετὰ σοῦ θαλιάζον-

τας θεοὺς ὕμνοισιν αὔξῃ.

Χαῖρε Κρόνου θύγατερ

καὶ Ρέας͵ μούνα πυρὸς ἀμφιέπουσα

βωμοὺς ἀθανάτων ἐριτίμους͵

Ἑστία͵ δίδου δ΄ ἀμοιβὰς

ἐξ ὁσίων πολὺν ἡμᾶς

ὄλβον ἔχοντας ἀεὶ λιπαρόθρονον

ἀμφὶ σὰν θυμέλαν χορεύειν.