ΑΛΕΚΤΡΥΟΝΕΣ ΚΑΙ ΠΕΡΔΙΞ (κοκόρια και πέρδικα)
ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ͵ τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωόντων ὁ πέρδιξ ἐβαρυθύμει νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι͵ ὅτι ἀλλόφυλός ἐστι. μικρὸν δὲ διαλιπὼν ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι͵ ἔφη πρὸς ἑαυτόν· ἀλλ΄ ἔγωγε οὐκέτι ἄχθομαι ὑπὸ τούτων τυπτόμενος. ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους.
ὁ λόγος δηλοῖ͵ ὅτι ῥᾴδιον τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται͵ ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.
ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὀρνίθοις.
τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον͵ τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεκτρυόνων. μικρὸν δὲ ὅσον ὑποχωρήσας θεωρεῖ τοὺς ἀλεκτρυόνας σφοδρῶς μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς τῆς λύπης ἔφη· ἀλλ΄ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ἐπ΄ ἀλλήλων μαχομένους.ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τότε ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕβρεις͵ ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.
ἀλεκτρύονας τις ἔχων ἐπὶ τῆς οἰκίας πριάμενος καὶ πέρδικα σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων ἐκεῖνος ἠθύμει σφόδρα νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας͵ τῆς λύπης ἀπολυθεὶς εἶπεν· ἀλλ΄ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις.
ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς
παρὰ τῶν ἀλλοτρίων ὕβρεις͵ ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.
ΟΡΝΙΘΟΘΗΡΑΣ ΚΑΙ ΠΕΡΔΙΞ
ὀρνιθοθήρας ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου μὴ ἔχων͵ ὅτι αὐτῷ παραθείη͵ ὥρμησεν ἐπὶ τὸν τιθασὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε.
τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον͵ εἴγε πολλὰ ὠφελούμενος παρ΄ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει͵ ἔφη· ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω͵ εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ.
ὁ λόγος δηλοῖ͵ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται͵ ἀλλὰ καὶ ὑπὸ τούτων͵ οἷς προδιδόασιν.
πέρδιξ καὶ κυνηγός
πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι.
ἡ δὲ παρεκάλει ἐαθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. ὁ δὲ κυνηγός· διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω͵ ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις.
ὁ μῦθος δηλοῖ͵ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐν έδραις ἐμπίπτουσιν.
ΣΦΗΚΕΣ͵ ΠΕΡΔΙΚΕΣ ΚΑΙ ΓΕΩΡΓΟΣ
σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμεναι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν͵ ἐπαγγελλόμεναι ἀντὶ τοῦ ὕδατος οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν͵ αἱ δὲ σφῆκες κύκλῳ περιστᾶσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι.
κἀκεῖνος ὑπολαβὼν εἶπεν· ἀλλ΄ ἔμοιγέ εἰσι δύο βόες͵ οἵτινες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν.
πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος.
σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἥκασι πρὸς γεωργὸν καὶ παρ΄ αὐτοῦ πιεῖν ἐζήτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. καὶ οἱ μὲν πέρδικες περισκάψαι τοὺς ἀμπελῶνας ἔλεγον καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιῆσαι͵ αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέντροις τοὺς κλέπτας ἀποσοβῆσαι.
ὁ δὲ γεωργὸς ἔφη· ἀλλ΄ ἔμοιγέ εἰσι βόες δύο͵ οἵτινες μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστι δοῦναι ὕδωρ ἢ ὑμῖν.
οὗτος ὁ λόγος πρὸς ἄνδρα ἄχρηστον.
σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ΄ αὐτοῦ αἰτοῦντες πιεῖν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους͵ οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τοὺς κλέπτας. ὁ δὲ γεωργὸς ἔφη· ἀλλ΄ ἔμοιγέ εἰσι δύο βόες͵ οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν.
ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους͵ βλάπτοντας δὲ μεγάλα.
Πέρδιξ καὶ κυνηγέτης
Πέρδικα δέ τις
κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὸς τοῦ καταθῦσαι ταύτην.
Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως
βοῶσα· Ἔασόν με ζῆν͵ κυνηγέτα περδίκων͵ ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω.
Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη·
Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω͵ ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.
Ὁ μῦθος δηλοῖ ὅτι ὁ
κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν
κινδύνων ἐμπεσεῖται.
Πέρδικα δέ τις
κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὴν ἐν γάμῳ καταθῦσαι.
Ἡ δ΄ ἱκέτευεν αὐτὸν
λέγουσα οὕτως· Ἔασόν με ζῆν͵ κυνηγέτα περδίκων͵ κἀγὼ δέ σοι πέρδικας πολλὰς
προσάξω.
Ὁ δ΄ ἀνηλεῶς ἔφη πρὸς
ταύτην τάδε· Σὺ δὴ ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ
πλησιάσαι.
Ὁ μῦθος πρὸς τὸ μηδ΄ ὅλως
πιστεύειν τοῖς ἐχθροῖς.