ΑΙΣΩΠΟΣ: Μύθος για την μέλισσα




Μέλισσα καὶ Ζεύς

Μέλισσα πάλαι κηρίων μήτηρ οὖσα ἀνελήλυθεν εἰς θεοὺς θυμιᾶσαι προσαγαγοῦσα ἐκ μέλιτος τὸ δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ μελίσσης συνετάξατο δοῦναι ὃ ἂν αἰτήσῃ. Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης͵ ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι͵ ἵν΄ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι͵ αὐτὸν ἐγὼ φονεύσω. Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις͵ ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ͵ εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι͵ ἀλλ΄ ἄν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι͵ σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον͵ εὐθὺς τεθνήξῃ͵ ἐκβληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον.

Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ΄ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.