ΚΛΕΑΡΧΟΣ: Αναφορές σε κυνηγετικά θέματα

Ο Κλέαρχος ήταν Κύπριος περιπατητικός φιλόσοφος, γεννήθηκε στους Σόλους και έζησε στην διάρκεια του 4ου αι. π.Χ. Υπήρξε μαθητής του Αριστοτέλη και έγραψε πολλά έργα από τα οποία σώθηκαν αποσπάσματα.

Μερικές αναφορές του που αφορούν σε θέματα κυνηγετικά:

 

…περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν͵ ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ͵ τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν͵ καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν͵ ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης͵ οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσιν. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.

(κολοιός=κόρακας)

 

…Κλέαρχος δ΄ ἐν τῷ περὶ τοῦ πανικοῦ οἱ στρουθοί͵ φησί͵ χοἰ πέρδικες͵ ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προίενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας͵ ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας͵ ὅταν ἐξ ἐναντίας αὐτοῖς θῆς κάτοπτρον. προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προίενται τὸ σπέρμα͵ πλὴν τῶν ἀλεκτρυόνων. τούτους δ΄ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. ταῦτα μὲν ὁ Κλέαρχος.

 

…τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων ὁ Ποντιανὸς ἔφη τὸ ἰὴ παιών͵ ἄνδρες φίλοι͵ μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο. πρὸς ὃν ὁ Δημόκριτος ἔφη· Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ παροιμιῶν τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι παρὰ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπ΄ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς͵ ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς͵ εἶπεν ἵε παῖ· τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δ΄ ἐστὶν ὡς ἂν εἴποι τις· ἄφιε παῖ καὶ βάλε παῖ. διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών.