506. <κούρην δ΄ Ἰαπετός.> Ἰαπετὸν ἐνταῦθά φησι
τὴν τῶν οὐρανίων σωμάτων κίνησιν͵ Κλυμένην δὲ τὸν ἐκ τούτων ἀποτελούμενον ἦχον.
δόξαν γὰρ εἶχον οἱ παλαιοί͵ τὰ οὐράνια κινεῖσθαι σώματα καὶ ἠχεῖν͵ ἄτοπον εἶναι
λέγοντες͵ εἰ τὰ μὲν ἐπὶ γῆς τυχόντα σώματα ἦχον ἀποτελοῖεν͵ ἐκεῖνα δὲ τὰ ὑπερφυῆ
καὶ οὐράνια μὴ ἦχον ἀποτελεῖν. ἔλεγον οὖν γίνεσθαι μὲν ἤχους ἀπὸ τῶν οὐρανίων
σωμάτων͵ ἡμῖν δὲ μὴ ἀκούεσθαι ἢ διὰ τὸ μῆκος εἶναι πολὺ μεταξύ͵ ἢ διὰ τὸ ἐνειθίσθαι
τοῖς τοιούτοις ἡμᾶς.
509. <Ἄτλαν τε.> δόξαν πάλιν εἶχον οἱ
παλαιοὶ ἄξονα διὰ μέσου τοῦ βορείου πόλου μέχρι τοῦ νότου διεληλάσθαι τῇ γῇ ἐρειδόμενον.
510.
<Μενοίτιον.> Μενοίτιον ἐνταῦθα τὴν τῶν οὐρανίων σωμάτων ἀεὶ κινησίαν
φησί͵ καὶ τὸν Προμηθέα ψυχὴν εἶναι τοῦ παντὸς ἔλεγον οἱ παλαιοί͵ ἤτοι πρῶτον νοῦν͵
ἀφ΄ οὗ αἱ ψυχαὶ πηγάζουσι πᾶσιν. ἔλεγον δὲ ἐκεῖνοι μὲν πρῶτον Προμηθέα τὸν
καθόλου εἶναι͵ τὴν δὲ καθ΄ ἑνὸς ψυχὴν ἐξ ἐκείνου γεννᾶσθαι μερικὸν Προμηθέα͵
Προμηθέως γοῦν τοῦ πρώτου νοουμένου νοός͵ ἤτοι τῆς καθόλου ψυχῆς τοῦ παντός. ἐνταῦθά
μοι ὡς ἐπὶ μερικοῦ νόησον Προμηθέως. ἐντεῦθεν γὰρ ἀπὸ τῶν οὐρανιώνων ἐπὶ τὰ κατὰ
τῶν ἀνθρώπους πάθη χωρεῖ. ἐποίησε γοῦν τὸν Προμηθέα͵ δηλονότι τὴν πρώτην βουλὴν
καὶ τὸν Ἐπιμηθέα͵ ἤτοι τὴν ὑστεροβουλίαν. καλῶς δὲ ὁ μῦθος ἀδελφὸν τῷ Προμηθεῖ
τὸν Ἐπιμηθέα παρίστησιν. ἀληθῶς γὰρ ἢ ἀπὸ Προμηθέως ὁ ἄνθρωπος ὠφελούμενος οὐ
περιπίπτει κακῷ ἢ ἁμαρτὼν ἀνακτᾶται πάλιν δι΄ ὑστεροβουλίας. διὰ γὰρ τοῦτο καὶ ἁμαρτίνοον
τοῦτον ἔφη͵ παρόσον ἁμαρτάνοντός τινος ἐπέρχεται ἡ ὑστεροβουλία καὶ ἡ ἐκ ταύτης
ὄνησις͵ ὃς Ἐπιμηθεὺς ἐγένετο βλάβη τοῖς ἀνδράσι͵ μέγα γὰρ ἡ ὑστεροβουλία κακόν.
513. <πρῶτος γάρ ῥα
Διὸς ὑπέδεκτο.> ἐντεῦθεν προαναφωνεῖ͵ ἅπερ ἔμπροσθεν μέλλει εἰπεῖν.
514. <ὑβριστὴν δὲ
Μενοίτιον.> ἐνταῦθα παραδηλοῖ τὴν μετὰ τοῦ λογικοῦ μάχην τοῦ θεοῦ͵ ὃν διὰ
τοῦ Μενοιτίου παραδηλοῖ. γίνεται γὰρ ἐκ τοῦ μένω. νικήσας δέ͵ φησίν͵ ὁ Ζεύς͵ ἤτοι
αὐτὸ τὸ λογικὸν͵ τὸν Μενοίτιον͵ ἤτοι τὸν θυμόν͵ κατέπεμψεν εἰς Ἐρέβους͵ ἤγουν ὑπέταξε.
517. <Ἄτλας δ΄ οὐρανόν.> ὁ δὲ ἄξων͵ φησί͵
βαστάζει τὸν οὐρανὸν ἐν πείρασι τῆς γῆς͵ ἤτοι ἐν γῇ ἐρηρεισμένος. <πρόπαρ Ἑσπερίδων λιγυφώνων.>
ἐνταῦθα δι΄ οὐδὲν ἄλλο τι τὰς Ἑσπερίδας εἰσήγαγεν͵ ἀλλ΄ ἵνα δηλώσῃ͵ περὶ ὃν
τόπον εἰσί. πρῶτον δὲ ἀπένειμε ταύταις τὸν ὠκεανόν. ὠκεανὸν δὲ ὅταν ἀκούσῃς
λεγόντων τῶν ποιητῶν͵ μὴ ἄλλο τι νόει͵ ἀλλ΄ ἢ τὴν τοῦ ἡμισφαιρίου περίληψιν͵ ἤγουν
ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νότου ὁ ἄξων διελήλαται. ἐστήρικται δὲ κἀν τῇ γῇ.
ἐν μὲν γὰρ τῇ κεφαλῇ τὸν βόρειον ὑποδηλοῖ͵ διὰ δὲ τῶν χειρῶν τὸν νότον.
521. <δῆσε δ΄ ἀλυκτοπέδῃσι.> ὁ δὲ Ζεύς͵ φησίν͵ ἤτοι
ὁ πρῶτος νοῦς͵ ἔδησεν ἐν ἀλυκτοπέδῃσιν͵ ἤτοι ἐν σώμασι͵ τὸν Προμηθέα͵ οὐ γὰρ
χωρὶς σωμάτων παρήγαγε τὴν ψυχήν.
522. <μέσον διὰ
κίον΄ ἐλάσσας.> ἐνταῦθα συνέπεται τοῖς τὸ ἡγεμονικὸν περὶ τὴν καρδίαν
λέγουσιν ἐγκαθιδρεύεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν μέσον κίον΄ ἐλάσσας͵ τοῦτο μόνον οὐχὶ
ὑπεδήλωσεν.
523. <καί οἱ ἐπ΄ αἰετὸν
ὦρσε.> ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν͵ ἤτοι τὰς βιωτικὰς μερίμνας καὶ
φροντίδας͵ αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν͵ ὅπερ πάλιν ἐν τῇ νυκτὶ ἀνακτᾶται
καὶ ψυχαγωγεῖται• ἐν γὰρ τῇ νυκτὶ πάντων ἀπαλλαττόμεθα καὶ σχολάζομεν͵ ὃν ὄρνιν
ἀετόν͵ ἤτοι τὰς μερίμνας͵ ἀνῄρηκεν ὁ Ἡρακλῆς͵ ἤτοι ὁ θάνατος. καὶ ἄλλως τοῦτό
φασιν. ἐπήγειρε δέ͵ φησί͵ τούτῳ ὁ Ζεὺς ἀετόν͵ τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα͵ ἥ
τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ͵ ἤτοι τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπι
θυμίαν͵ ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται καὶ λανθάνει τὸν νοῦν. ἣν διέλυσε καὶ
ἠφάνισεν ὁ Ἡρακλῆς͵ ἤγουν ὁ ἥλιος. καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ΄ ζωδίων
διέλευσίν φησιν. ὁ ἥλιος γοῦν͵ ἤγουν ἡ τοῦ χρόνου περίοδός ποτε κατέσχε καὶ ἠφάνισε
ταύτην. οὐκ ὠργίζετο δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ• τῷ γὰρ
παραγαγόντι ὁ ἀφανίσας τοῦτο ἀντι τάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον
ἀφανισθῆναι.
535. <καὶ γὰρ ὅτ΄ ἐκρίνοντο.> πρῶτον͵ φησί͵ οἱ
θεοί͵ μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν ἐκέκτηντο. τοῦτο δὲ ὑπεμφαίνει͵ καὶ ἐν τῷ περὶ
ἔργων καὶ ἡμερῶν͵ ᾗ περὶ τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπ΄ ἀλλήλων.
διεκρίθησαν ἐν τῇ Μηκώνῃ͵ ἤγουν κατὰ μὲν τὰ ἄλλα ὅμοιοι τοῖς θεοῖς ἦσαν͵ κατὰ δὲ
τὸ μῆκος τοῦ χρόνου διήλλαττον. μετὰ δὲ τὸ ταῦτα γενέσθαι͵ προσέθηκε δύο
μερίδας͵ ἑαυτῷ μὲν σάρκας καταθείς͵ ἤγουν αὐτὸς μὲν εἰς τρυφὴν ἐξοκείλας͵ τῷ δὲ
νοῒ ὀστέα καὶ λίπος ὑπέθετο (καὶ γὰρ πᾶσα τέχνη ἔχει τι καὶ ἐπαγωγόν). δέδωκεν
οὖν τούτῳ αἵρεσιν͵ ὁποῖον ἐθέλῃ λαβεῖν͵ καὶ προεκρίνετο μετὰ τῶν ὀστέων λίπος͵ ἤτοι
τὴν μετὰ κόπου ἡδονήν. ἕως μὲν οὖν εἶχεν ἐπαγωγόν τι καὶ θελκτήριον ἐν τῷ
τοιούτῳ βίῳ͵ ἐπειδὴ δὲ τὴν σκληραγωγίαν μόνην εἶδεν͵ οὐδὲ ὄνησιν μικράν͵ τότε τὴν
τοιαύτην διαγωγὴν ἐμίσησεν.
562. <ἐκ τούτου δὴ ἔπειτα.> ἐκ τότε γοῦν ἀπέκρυπτε
τὴν τοῦ πυρὸς χρῆσιν καὶ τὰς διὰ τούτου κατασκευαζομένας τέχνας. ἀλλ΄ ἀνακτηθεὶς
πάλιν ὁ πρῶτος νοῦς δέδωκε τοῖς ἀνθρώποις τὴν χρῆσιν τοῦ πυρός͵ διὰ τοιούτων ὀργάνων
ἐπιτηδείων εἰς τοῦτο.
570. <αὐτίκα δ΄ ἀντὶ
πυρός.> αὐτίκα δέ͵ φησίν͵ ὁ ῞Ηφαιστος ἐποίησε γυναῖκα͵ ἤγουν τὴν ἔντεχνον
ζωήν͵ τὴν κατὰ τέχνην ἐγγινομένην τινί͵ ἣν ἔντεχνον ζωὴν τὸ πῦρ κατασκευάζει.
γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε
δὲ ταύτην ἡ Ἀθηνᾶ͵ ἤτοι ἡ φρόνησις. τὰ δὲ λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ
γυναικῶν καὶ ἄλλως ἂν νοηθεῖεν. ἀπέκρυψε δέ͵ φησίν͵ ὁ Ζεύς͵ ἤτοι ὁ ἥλιος͵ τὴν
τοῦ πυρὸς χρῆσιν͵ ἤγουν ἐποίησε τοὺς ἀνθρώπους μὴ γινώσκειν͵ ὅτι ἐξ αὐτοῦ
πορίζεται τὸ πῦρ͵ ἕως οὗ ὁ Προμηθεὺς μετὰ δόλου τοῦτο ἔκλεψεν.
617. <Βριάρεῳ δ΄ ὡς
πρῶτα.> τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν συναγαγεῖν καὶ λαβεῖν
ἐπὶ τοῦ ὕδατος τοῦ ὑπὸ γῆς͵ ὅτι ὁ Ζεύς͵ ἤτοι ὁ πρῶτος νοῦς͵ τὸν Κόττον͵ τὸν
Βριάρεων καὶ τὸν Γύγην͵ ἤτοι τὰ ὑπὸ γῆς ὕδατα συνέκλεισεν ὑπὸ γῆν καὶ οἱονεί
τινι δεσμῷ περι έδησε͵ Βριάρεων μὲν διὰ τὸ ἰσχυρὸν καὶ Κόττον ὡσαύτως͵ Γύγην δὲ
διὰ τὸ ὑπὸ γῆς εἶναι. ληπτέον δὲ τὸν μὲν Βριάρεων ἐπὶ τοῦ ὕδατος (βριαρὸν γὰρ
καὶ ἰσχυρὸν τὸ ὕδωρ)͵ Κόττον δὲ καὶ Γύγην ἐπὶ τῶν πνευμάτων διὰ τὸ σφοδρὸν
τούτων καὶ διὰ τὸ ἐκ τῆς γῆς ἀνάγεσθαι. 621.
<ἔνθ΄ οἵγ΄ ἄλγε΄ ἔχοντες.> ἐδόξαζον οἱ παλαιοὶ ὑπὸ τὸν
Τάρταρον εἶναι τοὺς λεγομένους ἀντίποδας͵ τοὺς ἶσον ἡμῖν βαίνοντας• ὃν τρόπον
γάρ͵ ἔλεγον͵ ἐνταῦθα διάγουσιν ἄνθρωποι͵ οὕτω καὶ ὑπὸ γῆν εἶναι. ἄλγεα δὲ ἔχοντας
εἶπε διὰ τὸ μήτε τοιούτου ἀέρος μήτε ἡλίου ἀπο λαύειν͵ οἵου περ ἡμεῖς.
624. <ἀλλά σφεας
Κρονίδης.> ἐνταῦθα δηλοῖ τὴν διὰ τῶν ἑπτὰ πλανήτων συνερχομένην
σύγχυσιν τοῦ παντός. ποτὲ μὲν γὰρ δι΄ ὕδατος ἐγένετο͵ οἷον τὸ ἐπὶ τοῦ
κατακλυσμοῦ͵ (ὅπερ μέγαν χειμῶνα οἱ παλαιοὶ ἔφασκον)͵ ποτὲ δὲ διὰ πυρός͵ οἷον τὸ
ἐν τοῖς Σοδόμοις γεγονός͵ (ὅπερ μέγα θέρος ἔλεγον). ἐνταῦθα γοῦν τοῦτο δηλοῖ͵ ὅτι
ὅτε ἔμελλε τὸ τοιοῦτον γίνεσθαι͵ ἤγουν ἡ δι΄ ὕδατος σύγχυσις τοῦ παντός͵ τότε τὰ
ὕδατα ἐκ τῆς γῆς ἀνήχθησαν͵ οἷον θελησάσης καὶ ὑπακουσάσης τῆς γῆς.
629. <δηρὸν γὰρ
μάρναντο.> ἐπὶ πολύν͵ φησί͵ χρόνον ἡ τοιαύτη ἀταξία ἐγίνετο. οἱ μὲν γὰρ
Τιτᾶνες συνέπιπτον ἀπὸ τοῦ Ὀθρύος τῆς ὑψηλῆς͵ ἤγουν ἢ τῆς γῆς͵ ἣν ἀθροῦμεν͵ ἢ
τοῦ ἀέρος͵ δι΄ οὗ ἀθροῦμεν͵ οἱ δὲ θεοί͵ ἤγουν τὰ οὐράνια σώματα͵ ἀπὸ τοῦ Ὀλύμπου.
639. <ἀλλ΄ ὅτε δή.>
τοῦτο πρὸς μὲν τὴν ἔννοιαν οὐ συνᾴδει͵ πρὸς δὲ ἀστεϊσμὸν εἰς τὸ μέσον ἐτέθη͵ ἵνα
δη λώσῃ͵ ὅτι ὑδροποτοῦσι καὶ οἱ ἀστέρες. ἀλλ΄ ὅτε͵ φησί͵ τοῖς ἄστρασι πρὸς
συνοχὴν ἐδωρήσατο τὸ ὕδωρ͵ τότε ὁ Ζεύς͵ ἤτοι ὁ ἥλιος (ἀπὸ τοῦ ζέειν ἢ ἀπὸ τοῦ εὖ
ζῆν ἡμῖν παρέχειν)͵ καὶ οἱ ἀστέρες συνῆλθον τὸ εἰωθὸς ἡμῖν ἐργάσασθαι.
657. <ἀλκτὴρ δ΄ ἀθανάτοισιν.> ἐπεί͵ φησίν͵ εἰς φῶς
διὰ σοῦ παρήχθημεν (διὰ χρόνου γὰρ τοῦτο γίνεται͵ ὃν τρόπον προειρήκαμεν
γίνεσθαί τε καὶ ἀπαρτίζεσθαι διὰ τῆς ιβ ζωδίων διελεύσεως͵ νῦν πάλιν φυλάξομεν
τὸ σὸν κράτος͵ ἤτοι ὅπερ ἐξ ἀρχῆς εἶχες. ἐντεῦθεν τὰ τότε συμβαίνειν εἰωθότα
διηγεῖται.
687. <οὐδ΄ ἄρ΄ ἔτι
Ζεύς.> ἐντεῦθεν πάλιν καὶ τὴν διὰ τοῦ πυρὸς σύγχυσιν καταλέγει. εὐθέως
γάρ͵ φησί͵ κατηνέχθη πῦρ ἐξ οὐρανοῦ καὶ κεραυνοὶ καὶ ἀστραπαί͵ πάντες τε ἐσκοτίζοντο.
πάλιν δὲ ἐπαύθη ἡ τοιαύτη σύγχυσις͵ καὶ τὰ ὕδατα κατεβλήθησαν τοσοῦτον ὑποκάτω
τῆς γῆς͵ ὅσον ὁ οὐρανὸς ἀπέσχε ἀπὸ τῆς γῆς. κέντρου γὰρ λόγον ἡ γῆ πρὸς ὅλον τὸν
οὐρανὸν ἐπέχει. ἐλήλαται δὲ καὶ διὰ μέσης τῆς γῆς ὁ οὐράνιος ἄξων͵ ἡ λεγομένη εὐθεῖα.
727. <τριστοιχεὶ.> ἡ τῶν τριῶν στοιχείων
σκότωσις͵ ἀέρος͵ γῆς καὶ ὕδατος͵ ἢ πολλαπλῶς. ἄνωθεν γὰρ τοῦ Ταρτάρου αἱ τῶν
δένδρων ῥίζαι πεφύκασιν.
732. <θύρας δ΄ ἐπέθηκε.> προείπομεν͵ ὅτι προῆν
πάντων τὸ ὕδωρ͵ οὗ ἡ ὑποστάθμη καὶ Ὀτρυγίαν τὴν γῆν ἀπετέλεσε. θύρας γοῦν͵ ἤτοι
γῆν͵ τὸ ὕδωρ ἐπέθηκεν ἐπ΄ αὐτοῖς.
739. <τά τε
στυγέουσι.> ἄνωθεν τοῦ βορείου πόλου τοὺς ἀστέρας εἶναι͵ τοὺς μηδέποτε
κατὰ τὸ ὑποκάτω ἡμισφαίριον δύοντας͵ φησίν͵ ἐπεὶ καὶ κατὰ τὸ ὑπὸ γῆν ἡμισφαίριον
εἰκὸς φαίνειν ἀστέρας͵ ἀλλ΄ οὐ τοιούτους͵ ἔνθεν ἐστήρικται ὁ ἄξων.
775. <ἔνθα δὲ
ναιετάει.> τινὲς οὕτως ἐπειράθησαν ἀλληγορεῖν͵ Στύγα τὴν φθορὰν
λέγοντες τοῦ θανάτου͵ ὅπου͵ φησί͵ κατοικεῖ ἡ Στὺξ χωρὶς τῶν θεῶν. ἡ γὰρ φθορὰ
πόρρω τῶν ἀθανάτων ἐστίν. ἡ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο͵ ἤτοι τῆς ἀφ΄ ὧν
συνέστηκε στοιχείων ἐπαναλύσεως. ἀψορρόου τοῦ ὀπισθορμήτου͵ ἀφ΄ ὧν συνέστηκεν ἀναλυομένη.
νόσφιν δὲ θεῶν. χωρὶς δὲ τῶν ἄλλων στοιχείων κατοικεῖ δώματα κατηρεφέα ταῖς
πέτραις͵ παρόσον ὑπὸ γῆν ὁ ἀποθανὼν κατοικεῖ. ἀμφὶ δὲ πάντῃ κίοσιν ἀργυρέοισι.
παρόσον καὶ τὰ στοιχεῖα μερικῶς φθείρεται͵ οὐχὶ τὰ καθόλου. κίονας οὖν ἀργυρέας
τὰ στοιχεῖά φησι. τοῦτο γοῦν δηλοῖ͵ ὅτι ἡ φθορὰ μέχρι καὶ αὐτῶν τῶν στοιχείων
φθάνει οὐ καθόλου͵ ἀλλὰ μερικῶς. τινὲς δὲ οὕτως ἠλληγόρησαν• ὅπου͵ φησίν͵ ὑπὸ γῆν
κατοικεῖ ἡ Στύξ͵ ἤτοι ἡ ἀναθυμίασις͵ ἡ ἀπὸ τῆς γῆς ἀναδιδομένη (ἀπὸ τοῦ στάζω͵
στάξω͵ στὰξ καὶ στύξ). ἡ θυγάτηρ ἀψορρόου Ὠκεανοῖο͵ πάλιν γὰρ ἀπ΄ οὐρανοῦ
κατέρχεται ἀναλαμβανομένη. κίοσι δὲ ἀργυρέοισι͵ παρόσον ἐν τῷ οὐρανῷ ἀνάγεται.
780. <παῦρα δὲ
Θαύμαντος.> ὀλιγάκις δέ͵ φησί͵ φαίνεται ἡ Ἶρις͵ ἤτοι τὸ τόξον͵ ἡ θυγάτηρ
τοῦ Θαύμαντος͵ ἤτοι ἡ θαυμαστή͵ ἡ ὠκέα͵ παρόσον ἐξαίφνης εἴωθε γίνεσθαι καὶ αὖ
διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς͵ φησίν͵ ἐκπέμπει
ταύτην ἐνεγκεῖν ὕδωρ͵ τοῦτο δηλοῦντος τοῦ λόγου͵ ὅτι ἢ προηγησαμένου ὑετοῦ ἢ
μέλλοντος γίνεσθαι͵ εἴωθε φαίνεσθαι ἡ Ἶρις• ὃ ὕδωρ ἀπὸ πέτρας ἠλιβάτου͵ ἤτοι τοῦ
οὐρανοῦ (ἐφ΄ οὗ ὁ ἥλιος βαίνει)͵ κατέρχεται. 787. <πολλὸν δέ θ΄ ὑπὸ χθονός.> ἐνταῦθα μέλλει
δηλῶσαι͵ ὅτι τὸ κατερχόμενον ὕδωρ οὐ πλέον ἐστὶ τοῦ ὑπὸ γῆς• φησὶ γοῦν͵ ὅτι τὸ
δέκατον κατέρχεται μέρος τοῦ ὕδατος. αἱ μὲν γὰρ θ μοῖραι κατὰ τῆς γῆς χέονται͵ ἡ
δὲ μία κατὰ τὰ ὑποχθόνια. τὸ δὲ διὰ νύκτα μέλαιναν εἶπε͵ παρόσον συννέφεια εἴωθε
γίνεσθαι κατὰ τὸν τοιοῦτον καιρόν. διὰ δὲ τοῦ ὀμνύειν εἰς τὴν Στύγα τοὺς θεοὺς
δηλοῖ͵ ὅτι τὸ ὕδωρ τιμιώτερόν ἐστι πάντων͵ καὶ ὅτι οὐ δεῖ ἐπιορκεῖν.
803. <δεκάτῳ δ΄ ἐπιμίσγεται.> διὰ τούτου πάλιν δηλοῖ
τὸ μὴ δεῖν παντελῶς ἐκβάλλεσθαι τῆς βουλῆς τὸν ἁμαρτήσαντα.
811. <ἔνθα δὲ
μαρμάρεαί τε.> ὅπου͵ φησίν͵ αἱ ῥίζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος. ἀρηρώς͵ αὐτοφυής͵
ἵνα δηλώσῃ͵ ὅτι͵ κἂν καὶ μαρμαρέας πύλας φησί͵ τὴν γῆν αὐτὴν λέγει͵ αὐτοφυῆ δὲ
τὸ ἀπὸ τῆς αὐτῆς γῆς. πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες
εἰσίν͵ ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην ὑπηρέτας τοῦ Διός φησιν͵ ἤτοι τὸ ἰσχυρὸν
δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ γῆν εἶναι. καὶ ἀπ΄ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν ὑδάτων•
δία γὰρ τὸ ὕδωρ οἱ Δωριεῖς φασιν͵ τὸ ζ εἰς δ τρέποντες͵ ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ
δεύειν. τὸν δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν͵ τὴν Κυμοπόλειαν γυναῖκα
δούς. ὅταν γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσαράσσωνται τῇ γῇ τὰ κύματα͵ τότε τὸ ὕδωρ
τὴν οἰκείαν δύναμιν εἴωθεν ἐπιδείκνυσθαι.
820. <αὐτὰρ ἐπεὶ
Τιτῆνας.> ἐπεὶ γοῦν τὰ Ταρτάρια ὕδατα ὑπὸ γῆν κατεκλείσθησαν͵ ἡ γῆ τὸν
Τυφῶνα ἐγέννησεν͵ ἔστι δὲ πνεῦμα͵ ἐκ ξηρᾶς ἀναθυμιάσεως γινόμενον. εἰκότως οὖν
κατακλεισθῆναι πρῶτόν φησι τὰ ὕδατα τὰ ταρτάρια. ἐπεὶ δὲ πάλιν χωρὶς ὑγρότητος
οὐκ ἔστι τοῦτο γενέσθαι͵ φησὶν ἐν φιλότητι τοῦ Ταρτάρου͵ ἤγουν ὀλίγου ὕδατος ἀπολειφθέντος͵
οὗ Τυφῶνος αἱ χεῖρές εἰσι δυναταί͵ ἑκατόν τε κεφαλὰς ἔχει δράκοντος. διὰ δὲ τὸ
συριγμὸν ἀφιέναι τοῦτο εἶπε. λελιχμότος δὲ διὰ τὸ παρατυχὸν ἀνακουφίζειν εἰς ὕψος.
ἐπεὶ δὲ τὸ τοιοῦτον πνεῦμα ὅλως πυρῶδές ἐστι͵ διὰ τοῦτο τὰ ὄμματα τού του πῦρ
λάμπειν φησί.
836. <καί νύ κεν ἔπλετο.> καὶ δή͵ φησίν͵ ἐπεκράτησε
τὸ τοιοῦτον πνεῦμα (καὶ γὰρ ἀπὸ τοῦ εἶναι ἰσχυρὸν καὶ ὅλον νέφος μετακινεῖται
καὶ ὑπὸ γῆν πολλάκις κατάγεται)͵ εἰ μὴ ὁ Ζεύς͵ ἤτοι ἡ πρόνοια͵ ὀξὺ ἐνόησε καὶ ἐβρόντησε
μέγα. πνεύματος γὰρ ὑπὸ τὸ νέφος εἰσερχομένου καὶ κλειομένου ἐν αὐτῷ͵ μὴ εὑρίσκοντος
ἔξοδον͵ τὸ νέφος στενοχωρεῖται͵ τὸ δὲ στενοχωρούμενον κινεῖται καὶ κινούμενον ἐκπυροῦται
καὶ πυρούμενον εἰς ἀστραπὰς καὶ κεραυνοὺς τὸ τοιοῦτον πνεῦμα διαλύει.
853. <Ζεὺς δ΄ ἐπεὶ
οὖν.> ἐπεὶ οὖν κατέστειλε τὸ τοιοῦτον πνεῦμα͵ οὕτως͵ ὥσπερ ὅταν τὸ
ὄρος καίηται καὶ τὰ ἐν αὐτῷ τοῦ χαλκοῦ μέταλλα ἀναλύωσιν͵ ἔρριψεν αὐτό͵ ἤτοι
διέλυσεν. ἀπ΄ αὐτοῦ δὲ τοῦ Τυφῶνος γεννῶνται ἄνεμοι καταιγιδώδεις͵ βλαβεροὶ ὄντες
τοῖς ἀνθρώποις.
881. <αὐτὰρ ἐπεί ῥα
πόνον.> ἐντεῦθεν ἄλλως νοητέον τοὺς Τιτᾶνας. ἐκεῖ μὲν γὰρ εἰς τὰ ὑπὸ
γῆν πνεύματά τε καὶ ὕδατα ἠλληγόρηντο͵ ἐνταῦθα δὲ εἰς τὸ χαλκοῦν γένος͵ περὶ οὗ
καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν φησιν. ἐπεὶ γάρ͵ φησίν͵ οἱ μάχαις συζῶντες ἠφανίσθησαν
ἄνθρωποι͵ (τότε͵ ἐπεὶ τῇ τετάρτῃ γενεᾷ͵ δηλαδὴ τῇ τῶν ἡρώων͵ ὁ Ζεὺς ἐβασίλευεν͵
ἤτοι ὁ νοῦς)͵ ἐγένοντο ἕτεροι͵ οἳ αὑτῶν βασιλέα τὸν Δία προεστήσαντο͵ οἵ τινες
δὴ μετὰ φρονήσεως ἔζων καὶ βουλῆς. 886. <Ζεὺς δὲ θεῶν βασιλεὺς.> ὁ δὲ
Ζεύς͵ φησίν͵ ἤτοι ὁ νοῦς͵ πρῶτον συνῆλθε τῇ Μήτιδι. εἰ μὴ γὰρ ὁ νοῦς
βουλεύσαιτο καὶ τὸ ἐπαμφοτερίζον εἰς ἓν περιστήσειεν͵ οὐκ ἄλλως τὸ ἴδιον ἐνεργές.
ποίαν Μῆτιν; τὴν πολλὰ εἰδυῖαν. ἐκ γὰρ φρονήσεως καὶ πολυπειρίας τὰ πάντα
γινώσκει τις. ἐπεὶ δὲ τὴν Ἀθηνᾶν γεννήσειν ἔμελλεν͵ ἤτοι τὴν φρόνησιν͵ τὴν Μῆτιν
κατέπιε͵ τουτέστι τὴν ἐπαμφοτερίζουσαν τούτου βουλὴν εἰς ἓν περιέστησε καὶ τὸ εὔνομον
ἀπεγέννησε.
891. <Γαίης
φραδμοσύνῃσι.> ἐπεὶ γὰρ οἱ ἐν ἡμῖν νόες τοῦ πρώτου νοός εἰσιν ἀπόρροιαι͵ τὸν
δὲ οὐρανὸν τῷ πρώτῳ νοῒ ἀπονέμουσι (φασὶ δὲ καὶ σύνευνον τὴν γῆν οὐρανοῦ)͵ καλῶς
εἶπε δηλονότι͵ ἄνωθεν πηγασάσην τὴν βουλήν.
894. <ἐκ γὰρ τῆς εἵμαρτο.> εἰ μὴ γὰρ ἡ Ἀθηνᾶ͵ ἤγουν
ἡ φρόνησις καὶ τὸ συνετὸν διακριτικόν͵ ἐγεννήθη͵ ἔμελλεν ἡ ἀβουλία προελθεῖν͵ ἣν
καὶ ὑπέρβιον διὰ τὸ ἀναιδὲς εἶπεν. Ἀθηνᾶν δὲ ποίαν; τὴν γλαυκῶπιν͵ ἤτοι τὴν λαμπρυντικήν
(γλαύσσω γὰρ τὸ βλέπω)͵ ἢ τὴν καταπληκτικὴν παρὰ τὸ γλαυκοὺς ὦπας ἔχειν (καὶ γὰρ
τὰ φοβερώτατα τῶν θηρίων τοιούτους ὀφθαλμοὺς ἔχειν φασίν)͵ ἣν Τριτογένειαν εἶπε͵
παρόσον ἐκ τῆς Τριτοῦς͵ ἤτοι ἐκ τῆς κεφαλῆς γεννᾶται. οἱ Κρᾶτες γὰρ τὴν κεφαλὴν
Τριτώ φασιν.
901. <δεύτερον ἠγάγετο
λιπαρὴν Θέμιν.> ἔπειτα μετὰ τὸ τὴν φρόνησιν γεννηθῆναι ὑπ΄ αὐτοῦ͵ παρήχθη καὶ
ἐφάνη τὸ δίκαιον͵ ὃ καὶ τὰς Ὥρας γεγέννηκε͵ τὴν Εὐνομίαν͵ τὴν Δίκην καὶ τὴν Εἰρήνην.
δικαίου γὰρ πολιτευομένου καὶ διαγωγὴν καλλίστην ἔστιν ἰδεῖν καὶ δικαιοσύνην καὶ
εἰρήνην. ἃς Ὥρας εἶπε διὰ τὸ ἐπιτηρεῖν τὰ ἔργα τῶν ἀνθρώπων. ἐγέννησε δὲ καὶ τὰς
Μοίρας αὐτάς͵ τὴν διανέμησιν τῶν ἀνηκόντων ἑκάστοις͵ ὃ πρῶτον δίκαιόν ἐστιν. αἷς
οἰκεῖα καὶ τὰ ὀνόματα παρὰ τὸ ἐπικλωθόμενον καὶ ἐπιλαγχάνον τινὶ τοῦ λοιποῦ ἀμετάτροπον
εἶναι. ἠγάγετο καὶ τὴν Εὐρυνόμην͵ ἤτοι τὴν εὐρεῖαν διαγωγήν. φρονήσεως γὰρ
προηγησαμένης͵ τὰ πάντα συμβαίνει καλά͵ ἣν κόρην τοῦ Ὠκεανοῦ εἶπε παρὰ τὸ τὴν
τοιαύτην εὔροιαν ὠκέως ἐν τῷ βίῳ νάειν ἡμῶν͵ ἥ τις ἐγέννησε τὰς Χάριτας͵ περὶ ὧν
προειρήκαμεν ἐν ἀρχῇ͵ αἵ τινες χαροπαί εἰσιν.
912. <Δήμητρος.> εἰ μὲν τὸν Δία ἐπὶ τοῦ
νοὸς ἐθέλεις λαβεῖν͵ οὕτω νοεῖται͵ ὅτι ὁ Ζεύς͵ ἤτοι ὁ νοῦς͵ ἐφεῦρε καὶ τὸ
σπείρειν εἰς γῆν. εἰ δ΄ ὡς ἐν κεφαλῇ͵ οὕτως ὁ Ζεύς͵ ἢ τὸ ὕδωρ ἢ ὁ ἥλιος͵
(βέλτιον δὲ τὸν ἥλιον νοεῖν)͵ συνελθὼν τῇ Δήμητρι͵ ἤγουν τὴν γῆν πυρώσας͵ ἔπεισε
γεννῆσαι τὴν Περσεφόνην͵ ἤτοι τὴν θρεπτικὴν δύναμιν (φερβοσύνην τινὰ οὖσαν)͵
συντεθειμένην ἀπὸ τοῦ φέρβω τὸ τρέφω καὶ τὸ φονεύω͵ οἱονεὶ φονεύεται
κρυπτόμενος ὑπὸ γῆν ὁ καρπούμενος. ἣν Περσεφόνην τὸν Ἅιδην εἶπεν ἁρπάσαι͵
παρόσον ὑπὸ γῆν κρύπτεται καὶ πρὸς καιρὸν ἀφανίζεται͵ ἣν αὖθις ὁ Ζεύς͵ ἤτοι ὁ ἥλιος͵
ἀναφανῆναι πεποίηκε. πάλιν γὰρ ἀναδίδοται καὶ αὐξάνει.
915. <δ΄ ἐξαῦτις.> πάλιν ἠγάγετο τὴν
Μνημοσύνην. δεῖ γὰρ καὶ μνήμης τῷ νοΐ͵ ἀφ΄ ἧς μνήμης αἱ Μοῦσαι͵ ὡς προείπομεν͵ ἐγένοντο.
918. <δ΄ Ἀπόλλωνα.> ἡ Λητὼ δέ͵ φησίν͵ ἤτοι ἡ νὺξ ἐγέννησε τὸν Ἀπόλλωνα καὶ
τὴν Ἄρτεμιν͵ τὸν ἥλιον δηλονότι καὶ τὴν σελήνην͵ ἣν κελαδεινήν φησι διὰ τοὺς ἐπὶ
τῇ γεννήσει ταύτης ἐγγινομένους κελάδους͵ ἰοχέαιράν τε διὰ τὰς ἐξ αὐτῆς ἀκτινοβολήσεις͵
κυνηγέτιδα δέ͵ παρόσον δοκεῖ πλησιάζουσα τοῖς ὄρεσι κυνηγετεῖν. 924. <αὐτὸς δ΄ ἐκ.> ὁ Ζεὺς τῇ
Μήτιδι συνελθὼν τὴν φρόνησιν ἀπεγέννησεν͵ ἣν καὶ ἀγελείαν φασὶ διὰ τὸ ἄγη ἐλαύνειν͵
ἢ διὰ τὸ εἶναι πολεμικήν͵ ἄγειν τὰς λείας.
921. <λοισθοτάτην δ΄
῞Ηρην.> αὐτὴ δ΄ ἐγέννησε τὴν Εἰλείθυιαν͵ ἤτοι τὴν γεννητικὴν δύναμιν
καὶ τὴν εἰς τὸ εἶναι ἔλευσιν καὶ προαγωγήν͵ καὶ τὴν ῞Ηβην καὶ τὸν Ἄρην͵ ὅτι ὑπὲρ
εὐαερίας καὶ περὶ χωρῶν λιπαρῶν ὁ πόλεμος γίνεται. τινές φασιν͵ ὅτι μετὰ τὸ τοὺς
παλαιοὺς ἐμπλησθῆναι εἰς κόρον πάντων τῶν βιωτικῶν τὰ περὶ ἀέρος καὶ τῶν ἄλλων ἐπετηδεύσαντο.
ἢ καὶ οὕτως. τὴν ῞Ηραν σύζυγόν φασι τοῦ Διός͵ ὅτι ὁ ἀὴρ τῷ αἰθέρι ὑπόκειται͵
καθὼς καὶ ἡ γυνὴ τῷ ἀνδρί. ὁ ἀὴρ δὲ τῷ αἰθέρι συνεφιλιώθη͵ ἀρχὴν διελθὼν τοῦ
περιδρόμου κύκλου͵ φθάσας τὸ κέντρον͵ ἔνθα δ΄ ἀρχὴ καὶ τέλος.