Στίχοι τοῦ λογοθέτου τῶν γενικῶν κυροῦ
Γεωργίου τοῦ Ἀκροπολίτου͵
γεγονότες εἰς εἰκόνα τῆς ὑπεραγίας
θεοτόκου ἔχουσαν τὰς ιβ' δεσποτικὰς ἑορτάς.
Σώσασα κοινὴν ἐνθέῳ φύσιν τόκῳ
Ἴθυνον αἰτῶ τὸν βίον μοι πρὸς δέον͵
Μετὰ δὲ βίον χάρισαι σωτηρίαν͵
Ναὶ μῆτερ ἁγνὴ συμπαθοῦς θεοῦ λόγου͵
Ὃν συνέλαβες ἐκ λόγων ἀρχαγγέλου͵
Ὃν σπαργανοῖς τεκοῦσα ναῷ προσφέρεις͵
Ὃς καὶ καθαίρει τὴν βροτῶν ῥυφθεὶς φύσιν
Καὶ φωτοειδῆ τοῖς μαθηταῖς δεικνύει͵
Ζωοῖ Λάζαρον͵ συμπρόεισι βαΐοις͵
Ξύλῳ τε θανὼν ἐγκαλύπτεται λίθῳ͵
Ἀλλ΄ ἐξαναστὰς ἀνιών τε πρὸς πόλον
Πέμπει τὸ πνεῦμα παρὰ πατρὸς τοῖς φίλοις͵
Μεθιστᾷ καὶ σὲ καὶ παριστᾷ τῷ θρόνῳ͵
Τῶν εὐσεβούντων προστάτιν ἔχειν θέλων•
Κἀγὼ προϊστῶν Καλοειδᾶς τοὐπίκλην͵
Κλῆσιν δὲ Νικόλαος͵ εὕροιμι λάχος
Μέγα κἂν αἰτῶ τὴν Ἐδὲμ μετὰ βίον.