ΑΝΩΝΥΜΟΥ: Εξηγήσεις στου Ησιόδου την Θεογονία (Δ΄ ΜΕΡΟΣ)


371. <Θεία δ΄ Ἠέλιόν τε.> ἡ θεῦσις δὲ καὶ ἡ κίνησις ἐγέννησε τὸν ῞Ηλιον καὶ τὴν Σελήνην. ποῖον ῞Ηλιον; τὸν Υπερίονος υἱόν͵ ἤτοι τὸν ὑπὲρ ἡμᾶς ἱέμενον.

375. <Κρείῳ δ΄ Εὐρυβίη.> ἡ Εὐρυβίη δέ͵ ἤγουν ἡ πρόνοια ἐποίησε τὰ ἄστρα καὶ τὴν τῶν ἄστρων κίνησιν καὶ τὴν ἀπὸ ὁρίζοντος ὡς ὁρίζοντα περαίωσιν͵ συνελθοῦσα τῷ Κρείῳ͵ ἤγουν τῇ τῶν ὄντων ἀπ΄ ἀλλήλων διακρίσει καὶ διαχωρίσει. ἡ Ἠὼς δὲ ἐγέννησεν ἐν τοῖς ἄστρασιν͵ ἤτοι ἤδη αὐγαζούσης τῆς ἡμέρας͵ τοὺς ἀνέμους τοὺς ἰσχυρούς͵ οἵ τινες μᾶλλον περὶ τὸ τοιόνδε κατάστημα γίνονται• ἢ ἐπειδὴ τοὺς μεγάλους ἀνέμους φησὶν οὐ κατὰ τὴν αὐτῶν μοῖραν ἀλλ΄ ἀστέρων ὄντων͵ τούτους ἐγέννησε. μετὰ δὲ ταῦτα ἐγέννησε τὸν Ἑωσφόρον͵ ὃν ἡμεῖς αὐγερινὸν ἰδιωτικῶς καλεῖν εἰώθαμεν.

383. <Στὺξ δ΄ ἔτεκ΄ Ὠκεανοῦ.> ἡ δὲ Στύξ͵ ἤγουν ἡ ὕλη͵ κινηθεῖσα ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶτος͵ φησί͵ νοῦς ἐζήλωσε τὰ τῇδε πάντα παραγαγεῖν καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι καὶ τοῦτο ποιῆσαι τὸν Ζῆλόν φησι͵ διὰ δὲ τοῦτο τελειῶσαι τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν τῇδε πάντα παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ δι΄ αὐτῆς τὰ τῇδε πάντα παραγαγεῖν• ἣν Στύγα͵ ἤγουν πρόνοιαν͵ μαινάδα ὁ Πλάτων ἐκάλεσε διὰ τὸ εἰς πολλὰ μορφοῦσθαι καθάπερ καὶ πόρνην. ποτὲ μὲν γὰρ εἰς βόειον εἶδος μεταβάλλεται ἡ πρόνοια͵ ποτὲ δὲ εἰς ἀνθρώπινον͵ ποτὲ δὲ εἰς ἄλλο καὶ ἄλλο. ἢ τὸ ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην οὕτω νοητέον. ὁ Ἐμπεδοκλῆς ἔφασκεν εἶναι σφαῖραν καὶ ἐν αὐτῇ γεγράφθαι τὸ σύμπαν͵ τὴν φιλίαν τε καὶ τὸ νεῖκος͵ καὶ ὁμονοούντων μὲν μηδὲν γίνεσθαι͵ διαλυθέντων δὲ πάντα τὰ τῇδε γενέσθαι͵ διὰ μὲν τοῦ Ζήλου νοουμένης τῆς φιλίας͵ διὰ δὲ τῆς Νίκης͵ νοουμένου τοῦ νείκους. ἐγέννησε δὲ τὸ Κράτος καὶ τὴν Βίαν͵ ὧν χωρὶς οὐδὲν ἱδρύεται. οὕτως γὰρ ἐβούλευσεν ἡ Στὺξ γενέσθαι͵ ὅτι ὁ πρῶτος νοῦς συνεκαλέσατο πάντα ἐξελθεῖν εἰς τὸν κατὰ τῶν Τιτάνων πόλεμον͵ ἤγουν τῆς ἀταξίας. εἶπε δὲ τιμηθῆναι καὶ ὃς τὴν τῶν πάντων ἀταξίαν διαλύσειεν.

404. <Φοίβη δ΄ αὖ Κοίου.> ἡ λαμπηδὼν δή͵ φησί͵ τῶν τοῦ ἡλίου ἀκτίνων͵ συνελθοῦσα τῷ Κοίῳ͵ ἤγουν ὑποχωρήσασα (ἀπὸ τοῦ κίω τὸ πορεύομαι͵ πλεονάζοντος τοῦ ο)͵ ἐγέννησε τὴν Λητώ͵ ἤγουν τὴν νύκτα͵ διὰ τὸ ἐν αὐτῇ πάντας ἐπιλανθάνεσθαι τῶν κακῶν καὶ τῶν θλίψεων. μειλίχιον δὲ εἶπε διὰ τὸ πάντας ἐν νυκτὶ ἡμεροῦσθαι.

 
409. <γείνατο δ΄ Ἀστερίην.> ἐγέννησε δὲ καὶ τὰ ἄστρα͵ οἷς συνῆλθεν ὁ Πέρσης͵ ἅ τινα δηλαδὴ κινοῦνται. ἡ δὲ Ἀστερία τὴν Ἑκάτην ἐγέννησεν͵ ἤτοι τὴν σελήνην͵ διὰ τὸ ἑκὰς ἡμῶν εἶναι͵ ἤτοι πόρρω͵ οὕτω καλουμένην. ᾗ τινι τῇ σελήνῃ δέδωκεν ὁ πρῶτος νοῦς τιμὴν ἔχειν ἐν τῇ τε γῇ καὶ τῇ θαλάσσῃ καὶ ἐν τῷ οὐρανῷ. καὶ τοῖς ὁδοιποροῦσι καὶ πλέουσίν ἐστι λυσιτελής (φαίνει δὲ κἀν τῷ οὐρανῷ)• ὅτε γάρ͵ φησί͵ τις ἐπικαλεῖται αὐτήν͵ θύει καὶ τιμᾷ αὐτήν͵ ὅθεν καὶ κατάγειν ταύτην φασὶ τοὺς μάγους. δίδωσι δὲ πλοῦτον καὶ τῷ ταύτην τὴν ὥραν ἐπιτηροῦντι. οὐδ΄ ὅτι μουνογενής͵ οὐδὲ ὅτι͵ φησί͵ μονογενής ἐστι͵ μικρᾶς τιμῆς ἀπορεῖ. μονογενῆ δὲ εἶπεν εἰκότως• τοῦ ἡλίου γὰρ ὑπὲρ γῆν ὄντος͵ ὑπὲρ ἡμᾶς εἶναι τὴν σελήνην οὐκ ἄπιστον. τῆς σελήνης δ΄ οὔσης ὑπὲρ ἡμᾶς͵ τὸν ἥλιον ἄδυτον εἶναι. ἐν ἀγορᾷ δέ͵ φησίν͵ ὠφελεῖ͵ ὁπότε τὸν καιρὸν ταύτης ἐπιτηρήσειέ τις. καὶ εἰς πόλεμον καὶ ἐν βασιλεῦσι τιμᾶται• καὶ τοῖς ναύταις͵ οἳ ἐργάζονται ἐν τῇ θαλάσσῃ τῇ δυσκόλως πεμπομένῃ͵ ἤτοι πλεομένῃ͵ ὠφέλιμός ἐστι͵ καὶ τοῖς ἡνιόχοις͵ ἐπιτηρήσασι καθ΄ ὃν καιρὸν ὠφέλεια τούτοις ἐπείη. οἱ πλέοντες δὲ καὶ τὸ ὕδωρ καὶ τὴν σελήνην τιμῶσι. πολλάκις δὲ πολλὴν τοῖς τοὺς ἰχθύας ἀγρεύουσιν ἐποίησεν ἄγρην͵ πολλάκις δὲ ἠλάττωσε. καὶ ἐν αἰπολίοις ἐστὶ λυσιτελὴς σὺν Ἑρμῇ͵ διὰ τὸ τὸν Ἑρμῆν νόμιον εἶναι. οὕτω δὲ καὶ μονογενὴς οὖσα ἐκ μητρὸς πολλοῖς τιμᾶται καλῶς δὲ καὶ τὸ μονογενὴς ἐκ μητρός. ἐκ γὰρ τῆς νυκτὸς μόνης αὕτη γεν νᾶται καὶ ἐν νυκτὶ φαίνει.

 
453. <Ρεῖα δ΄ ὑποδμηθεῖσα Κρόνῳ.> ἡ Ρέα δέ͵ φησίν͵ ἤγουν ἡ ὕλη συνελθοῦσα τῷ Κρόνῳ͵ ἤτοι τῷ. πρώτῳ νοΐ͵ ἐγέννησε τέκνα λαμπρά͵ τὰ δ δηλονότι στοιχεῖα. καὶ μὴ θαυμάσῃς͵ εἰ νῦν μὲν τὴν Στύγα ὕλην εἶπε͵ νῦν δὲ τὴν Ρέαν. δόξαι γὰρ ἦσαν ἄλλαι ἄλλοις ἐμπίπτουσαι. καὶ Ὅμηρος δὲ τοῦτο πολλάκις ποιεῖ. τὴν γὰρ ἄλλοις ἄλλως δόξαν καὶ ἄλλως ἄλλοις οὗτος συνάγων͵ νῦν μὲν οὕτως͵ νῦν δὲ ἄλλως φησίν. ἐγέννησε γοῦν ἡ ὕλη τὴν Δήμητραν͵ ἤγουν τὴν γῆν͵ τὴν Ἱστίαν͵ τὴν στερεὰν δηλονότι καὶ ἡδρασμένην καὶ ἑστῶσαν ἀπὸ τοῦ ἵστημι͵ καὶ τὴν ῞Ηραν͵ ἤτοι τὸν αἰθέρα. ποίαν ῞Ηραν; τὴν χρυσοπέδιλον͵ ἤγουν τὴν τὸ τέλος πυρῶδες ἔχουσαν καὶ χρυσῷ εἰκασμένον. ὥσπερ γὰρ τοῦ σώματος τέλος ὁ πούς͵ εἰς ὃν ἐμβάλλεται τὰ πέδιλα͵ οὕτω καὶ τὸ πλήρωμα τοῦ αἰθέρος ὡς χρυσὸς ἔοικεν εἶναι πυρῶδες. τὸν ἴφθιμόν τε Ἀΐδην͵ ἤγουν τὸν ὑπὸ γῆν ἀέρα͵ ὃν διὰ τὸ ζοφῶδες οὕτως ἐκάλεσε͵ καὶ τὸν Ποσειδῶνα͵ ἤτοι τὸ ὕδωρ͵ τὸν Δία τε͵ ἤτοι τὸν ὑπὲρ γῆν ἀέρα.

 
458. <τοῦ καὶ ὑπὸ βροντῆς.> εἰ μὲν ἐπὶ τοῦ Ποσειδῶνος τὸ τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθὼν νοήσεις͵ ἔστιν οὕτως. δόξαν γὰρ εἶχον οἱ παλαιοί͵ ὅτι ὅταν οἱ σεισμοὶ γίνωνται͵ περικλυζομένου τοῦ ὕδατος͵ τοῦτο γίνεται͵ ὥστε τὸ ὕδωρ αἴτιον εἶναι. ἐπὶ δὲ τοῦ Διὸς ἑτέραν δόξαν οἱ ἀνόητοι εἶχον͵ ὅτι πνευμάτων ὑποκάτω τῆς γῆς γεννωμένων καὶ μὴ δυναμένων ἄλλοθεν ἐξελθεῖν͵ ἡ γῆ στενοχωρεῖται ὑπὸ τούτων καὶ σείεται.

 
459. <καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος.> ἐν τεῦθεν ὡς ἐν κεφαλαίῳ ἄλλως νοεῖται. Κρόνον τὸν χρόνον φησί͵ Ρέαν δὲ τὴν ῥεῦσιν καὶ φθορὰν τοῦ χρόνου͵ καί φησιν͵ ὅτι πάντα τὰ ἐξ αὐτοῦ ὁ χρόνος κατέπινε. δῆλον γάρ͵ ὡς τὰ χρόνῳ γεννώμενα καὶ ἐν χρόνῳ φθείρονται.

 
463. <πεύθετο.> ἔμαθε γάρ͵ φησί͵ παρὰ τῆς Γῆς καὶ τοῦ Οὐρανοῦ͵ ὅτι ὑπὸ ἰδίου γεννήματος δαμασθήσεται͵ τουτέστι ὑπὸ παιδὸς ἑοῦ͵ ἤτοι τοῦ ἀνθρώπου͵ νικηθήσεται. γέννημα γὰρ τοῦ χρόνου͵ καὶ ὑπὸ τὸν χρόνον ὁ ἄνθρωπος. νικηθήσεται δὲ τοῦ ἀνθρώπου νοήσαντος καὶ τεχνησαμένου͵ πῶς τῶν ἐπιτηδείων πορίσειε τοὺς καιρούς. τἆλλα͵ Διὸς μεγάλου διὰ βουλάς͵ ἤγουν διὰ φρονήσεως. καὶ κατὰ τὸν μῦθον δὲ οὔτινι ἄλλῳ συμβουλεύσασθαι εἶχεν͵ εἰ μὴ Γῇ καὶ Οὐρανῷ͵ ὡς τῆς μὲν ὑποδεχομένης τὰ σπέρματα͵ τοῦ δὲ ἄρδοντος.

 
467. <ἀλλ΄ ὅτε Δι΄ ἔμελλε.> ἐντεῦθεν ἄλλως νοεῖται. ἀλλ΄ ὅτε͵ φησίν͵ ἡ Ρέα͵ ἤτοι ἡ γῆ͵ ἔμελλε γεννᾶν τὸν Ζῆνα͵ ἤγουν τοὺς πρὸς ζωὴν ἐπιτηδείους καρπούς͵ τότε ἔπεμψε τὸν Ζῆνα τοῦτον͵ ἤγουν τὰ σπέρματα͵ εἰς Κρήτην͵ ἢ διὰ τὸ πρώτως ἐκεῖ ταῦτα εὑρεθῆναι ἢ διὰ τὸ πολλὴν ἀφθονίαν τῶν ὡρίων εἶναι ἐκεῖ.

 
481. <ἔνθα μὲν ἷκτο φέρουσα.> ἔνθα͵ φησίν͵ ἤγαγε τὴν νύκτα ἡ γῆ. ἐξ ἀφανοῦς γὰρ καὶ ἀοράτου τὰ σπέρματα τὴν αὔξησιν ἐπιδέχονται. ἔκρυψε δὲ τοῦτον τὸν Ζῆνα͵ ἤγουν τοὺς καρπούς͵ ἡ γῆ ἐν ἄντρῳ ἠλιβάτῳ͵ ἤτοι ἐν καταδύσει͵ ἐν ᾗ ἐπιβαίνοντος ἡλίου δεῖται. εἰ δ΄ ἴσως͵ καὶ ἀπὸ τοῦ ἀλιταίνειν τῆς βάσεως ἐτυμολογεῖτο͵ καλῶς καὶ οὕτως ἔχει. ἐν τόποις γὰρ ἐρήμοις πᾶς τῆς βάσεως ἀλιταίνει͵ οὐ γὰρ διοδεύει ἐκεῖσε.

 
484. <Αἰγαίῳ ἐν ὄρει.> ἢ διὰ τὸ ἀΐσσειν καὶ αὔξειν καὶ θάλλειν τὰ σπέρματα ἢ διὰ τὸ αἴτιον ἡμῖν εἶναι τοῦ ἀΐσσειν καὶ αὔξειν.

 
485. <τῷ δὲ σπαργανίσασα.> καλῶς τὸ σπαργανίσασα προσέθηκε. καὶ γὰρ τοῖς μὲν ἄλλοις τῶν ζώων ἀμυντήρια ὅπλα ἡ φύσις ἐπένειμε͵ τῷ ἀνθρώπῳ δὲ μόνῳ οὐδὲν πρόβλημα ἐπιδέδωκε. πρῶτον γὰρ σπαργανίσασα͵ ἤτοι τὰ πρὸς διακόσμησιν ἐπιτιθέμενα χαρισαμένη͵ μέγαν λίθον ἠγγυάλιξε. παρέσχε τούτῳ μέγαν λίθον͵ ἤτοι ἄνθρωπον͵ ὃν λίθον εἶπε διὰ τὸ ἀνέκδοτον τούτου καὶ πρὸς τοὺς πόνους καρτερικὸν ἢ διὰ τὸ ἐναντιωθῆναι δίκην λίθου τῷ Κρόνῳ͵ ὃν λαβὼν ἐνέβαλε τῇ νηδύι͵ οὐδ΄ ἐνόησεν͵ ὅτι ὁ υἱὸς αὐτῆς οὐδὲν ἐλυμάνθη. εἰ γὰρ εἷς ἢ καὶ τυχὸν πολλοὶ ἀποθάνωσιν͵ ἀλλ΄ οὐκ ἤδη καὶ ἡ ἀνθρωπεία φύσις συντέθνηκεν ἅπασα.

 
492. <καρπαλίμως δ΄ ἔπειτα.> ταχέως γοῦν ηὐξάνοντο οἱ καρποί. τελεσθέντων δὲ τῶν χρόνων ἤμεσε πάλιν τὸν ἴδιον γόνον ὁ Κρόνος. μετεμψυχώσεις γάρ τινας οἱ παλαιοὶ ἐδόξαζον͵ ὅτι εἰ μὲν ἡ ψυχὴ τοῦ ἀνθρώπου εὖ ζῶσα διατεθῇ͵ ἔστω͵ εἰ δὲ μή͵ ἀφ΄ ἑνὸς σώματος εἰς ἕτερον μετεπήδησε καὶ εἶχε τοῦτο εἰς τιμωρίαν. νῦν γοῦν περὶ τούτων φησὶ τῶν μετεμψυχώσεων͵ ὅτι ὃν κατέπινε λίθον͵ ἤτοι ψυχὴν ἀνθρωπείαν͵ πάλιν ἐξήμεσεν͵ ὃν ἄνθρωπον ὁ Ζεύς͵ ἤτοι οἱ καρποί͵ ἐστήριξεν ἐν τῇ γῇ. ὑπὸ γὰρ τῶν καρπῶν στηριζόμεθα. ἐστήριξε δὲ Ζεὺς ἐν Πυθοῖ. πυθόμενος γὰρ ὁ σῖτος ἐν τῇ γῇ͵ ἤτοι σηπόμενος καὶ οἷον θνήσκων͵ πάλιν ἀναθάλλει͵ καὶ θάλλειν τοὺς ἀνθρώπους ποιεῖ. ταῦτα μὲν οὕτως. εἰ δ΄ ὡς ἐν κεφαλαίῳ νοῆσαι θελήσειας͵ ἔστιν οὕτως. ἡ Ρέα͵ ἤτοι ἡ φθορὰ τοῦ χρόνου͵ ἣν καλῶς τῷ χρόνῳ συνέμιξεν͵ ἔδωκε τῷ Κρόνῳ͵ ἤτοι τῷ χρόνῳ͵ λίθον ἀντὶ παιδός͵ ἤτοι τὴν γῆν͵ ἣν ἀφανίσαι οὗτος οὐκ ἠδυνήθη.